ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ Ζ

ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ ΖΠΕΡΙ ΖΗΛΕΙΑΣ
Α Κορ. 3,3 ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις καὶ διχοστασίαι, οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε;
Α Κορ. 13,4 Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται, ἡ ἀγάπη οὐ ζηλοῖ, ἡ ἀγάπη οὐ περπερεύεται, οὐ φυσιοῦται,
Γεν. 30,1 Ἰδούσα δε Ραχήλ ότι ου τέτοκε τω Ιακώβ, και εζήλωσε Ραχήλ την αδελφήν αυτής και είπε τω Ιακώβ· δος μοι τέκνα· ει δε μη, τελευτήσω εγώ.
Γεν. 37,11 Ἐζήλωσαν δὲ αὐτὸν (τὸν Ἰωσήφ) οἱ ἀδελφοί αὐτοὐ, ὁ δὲ πατὴρ αὐτοῦ διετήρησε τὸ ρήμα.
Γαλ. 4,17 ζηλοῦσιν ὑμᾶς οὐ καλῶς, ἀλλὰ ἐκκλεῖσαι ὑμᾶς θέλουσιν, ἵνα αὐτοὺς ζηλοῦτε.
Ιακ. 3,14  εἰ δὲ ζῆλον πικρὸν ἔχετε καὶ ἐριθείαν ἐν τῇ καρδίᾳ ὑμῶν, μὴ κατακαυχᾶσθε καὶ ψεύδεσθε κατὰ τῆς ἀληθείας.
Ιακ. 3,16  ὅπου γὰρ ζῆλος καὶ ἐριθεία, ἐκεῖ ἀκαταστασία καὶ πᾶν φαῦλον πρᾶγμα.
Παρ-27,4 Ανελεήμων θυμός και οξεία οργή, αλλ' ούδένα υφίσταται ζήλος.
Πραξ. 7,9 Καὶ οἱ πατριάρχαι ζηλώσαντες τὸν Ἰωσὴφ ἀπέδοντο εἰς Αἴγυπτον.
Ρωμ. 13,13 ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν, μὴ κώμοις καὶ μέθαις, μὴ κοίτας καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ,
Σειρ. 26,6 Ἄλγος καρδίας και πένθος γυνή αντίζηλος επί γυναικί και μάστιξ γλώσσης πάσιν επικοινωνούσα.
Σειρ. 30,24 Ζήλος και θυμός ελαττούσιν ημέρας, και προ καιρού γήρας άγει μέριμνα.
Σειρ-37,10 Μη βουλεύου μετά του υποβλεπομένου σε και από των ζηλούντων σε κρύψον βουλή.
ΠΕΡΙ ΖΗΛΟΥ ΑΓΑΘΟΥ
Α Κορ. 12,31 ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ κρείττονα. καὶ ἔτι καθ᾿ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι.
Α Κορ. 14,1 Διώκετε τὴν ἀγάπην· ζηλοῦτε δὲ τὰ πνευματικά, μᾶλλον δὲ ἵνα προφητεύητε.
Α Κορ. 14,12 οὕτω καὶ ὑμεῖς ἐπεὶ ζηλωταί ἐστε πνευμάτων, πρὸς τὴν οἰκοδομὴν τῆς ἐκκλησίας ζητεῖτε ἵνα περισσεύητε.
Α Κορ. 14,39 Ὥστε, ἀδελφοί, ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν γλώσσαις μὴ κωλύετε·
Αποκ. 3,19 Ἐγὼ ὅσους ἐὰν φιλῶ, ἐλέγχω καὶ παιδεύω· ζήλωσον οὖν καὶ μετανόησον.
Β Κορ. 9,2 οἶδα γὰρ τὴν προθυμίαν ὑμῶν ἣν ὑπὲρ ἡμῶν καυχῶμαι Μακεδόσιν, ὅτι Ἀχαΐα παρεσκεύασται ἀπὸ πέρυσι· καὶ ἐξ ὑμῶν ζῆλος ἠρέθισε τοὺς πλείονας.
Β Κορ. 11,2 ζηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ· ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρί, παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ·
Γαλ. 4,18 καλὸν δὲ τὸ ζηλοῦσθαι ἐν καλῷ πάντοτε καὶ μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς.
Ιωάν. 2,17 ἐμνήσθησαν δὲ οἱ μαθηταὶ αὐτοῦ ὅτι γεγραμμένον ἐστίν, ζῆλος τοῦ οἴκου σου καταφάγεταί με.
Κολ. 4,13 μαρτυρῶ γὰρ αὐτῷ ὅτι ἔχει ζῆλον πολὺν ὑπὲρ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ καὶ τῶν ἐν Ἱεραπόλει.
Πραξ. 21,20 Οἱ δὲ ἀκούσαντες ἐδόξαζον τὸν Κύριον, εἶπόν τε αὐτῷ· θεωρεῖς, ἀδελφέ, πόσαι μυριάδες εἰσὶν Ἰουδαίων τῶν πεπιστευκότων, καὶ πάντες ζηλωταὶ τοῦ νόμου ὑπάρχουσι.
Πραξ. 22,3 καί φησιν· ἐγὼ μέν εἰμι ἀνὴρ Ἰουδαῖος, γεγεννημένος ἐν Ταρσῷ τῆς Κιλικίας, ἀνατεθραμμένος δὲ ἐν τῇ πόλει ταύτῃ παρὰ τοὺς πόδας Γαμαλιήλ, πεπαιδευμένος κατὰ ἀκρίβειαν τοῦ πατρῴου νόμου, ζηλωτὴς ὑπάρχων τοῦ Θεοῦ καθὼς πάντες ὑμεῖς ἐστε σήμερον.
Τιτ. 2,14 Ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων.
ΠΕΡΙ ΖΗΛΟΥ ΚΑΚΟΥ ΚΑΙ ΖΗΛΟΥ ΟΥ ΚΑΤ’ ΕΠΙΓΝΩΣΙΝ
Πραξ. 5,17-18 Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς καὶ πάντες οἱ σὺν αὐτῷ, ἡ οὖσα αἵρεσις τῶν Σαδδουκαίων, ἐπλήσθησαν ζήλου, καὶ ἐπέβαλον τὰς χεῖρας αὐτῶν ἐπὶ τοὺς ἀποστόλους, καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ.
Ρωμ. 10,2-3 Μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ᾿ οὐ κατ᾿ ἐπίγνωσιν. ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν δικαιοσύνην ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν.
Φιλιπ. 3,5-6 Ἑβραῖος ἐξ Ἑβραίων, κατὰ νόμον Φαρισαῖος, κατὰ ζῆλον διώκων τὴν ἐκκλησίαν, κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος.
Γαλ. 1,14 καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων.
Ψαλμ. 36,1 Μὴ παραζήλου ἐν πονηρευομένοις μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν·
Ψαλμ. 36,7 Μὴ παραζήλου ἐν τῷ κατευοδουμένῳ ἐν τῇ ὁδῷ αὐτοῦ ἐν ἀνθρώπῳ ποιοῦντι παρανομίαν.
ΠΕΡΙ ΖΗΜΙΑΣ
Α Κορ. 3,15 εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός.
Β Κορ. 7,9 νῦν χαίρω, οὐχ ὅτι ἐλυπήθητε, ἀλλ᾿ ὅτι ἐλυπήθητε εἰς μετάνοιαν· ἐλυπήθητε γὰρ κατὰ Θεόν, ἵνα ἐν μηδενὶ ζημιωθῆτε ἐξ ἡμῶν.
Μαρκ. 8,36 τί γὰρ ὠφελήσει ἄνθρωπον ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον, καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ;
Πραξ. 27,10 λέγων αὐτοῖς· ἄνδρες, θεωρῶ ὅτι μετὰ ὕβρεως καὶ πολλῆς ζημίας οὐ μόνον τοῦ φόρτου καὶ τοῦ πλοίου, ἀλλὰ καὶ τῶν ψυχῶν ἡμῶν μέλλειν ἔσεσθαι τὸν πλοῦν.
Πραξ. 27,21 Πολλῆς δὲ ἀσιτίας ὑπαρχούσης τότε σταθεὶς ὁ Παῦλος ἐν μέσῳ αὐτῶν εἶπεν· ἔδει μέν, ὦ ἄνδρες, πειθαρχήσαντάς μοι μὴ ἀνάγεσθαι ἀπὸ τῆς Κρήτης κερδῆσαί τε τὴν ὕβριν ταύτην καὶ τὴν ζημίαν.
Φιλιπ. 3,7 ἀλλ᾿ ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν.
Φιλιπ. 3,8 ἀλλὰ μενοῦνγε καὶ ἡγοῦμαι πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου μου, δι᾿ ὃν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι σκύβαλα εἶναι ἵνα Χριστὸν κερδήσω
ΠΕΡΙ ΖΗΤΟΥΝΤΩΝ ΤΟΝ ΚΥΡΙΟΝ
Ἐβρ.11,6 Πιστεύσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ Θεῷ ὅτι ἔστι καὶ τοῖς ἐκζητούσιν αὐτὸν μισθαποδότης γίνεται.
Ἰακ, 4,8 Ἐγγίσατε τω Θεῷ, και εγγιεί υμίν· καθαρίσατε χείρας αμαρτωλοί και αγνίσατε καρδίας δίψυχοι.
Ἰερ. 5,1. Εἰ ἔστι ποιῶν κρῖμα, καὶ ζητῶν πίστιν, ἔλεος γενήσομαι αὐτῷ, λέγει Κύριος.
Ἰερ.36,13 Καὶ ἐκζητήσατέ με, και εὐρήσετέ με, ὅτι ζητήσετέ με ἐν ὅλη καρδία υμῶν καὶ ἐπιφανούμαι ὑμῖν.
Ἰωάν. 6,26 Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς καὶ εἶπεν· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ζητεῖτέ με, οὐχ ὅτι εἴδετε σημεῖα, ἀλλ᾿ ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων καὶ ἐχορτάσθητε.
Ἰωάν. 8,21 Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς· ἐγὼ ὑπάγω καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε· ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν.
Ιω. 13,33 τεκνία, ἔτι μικρὸν μεθ᾿ ὑμῶν εἰμι. ζητήσετέ με, καὶ καθὼς εἶπον τοῖς Ἰουδαίοις ὅτι ὅπου ὑπάγω ἐγώ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν, καὶ ὑμῖν λέγω ἄρτι.
Παρ. 16,8ζητῶν τὸν Κύριον εὑρήσει γνῶσιν μετὰ δικαιοσύνης, οἱ δὲ ὀρθῶς ζητοῦντες αὐτὸν εὑρήσουσιν εἰρήνην.
Ὠσηὲ 10,12 Ἐκζητήσατε τον Κύριον έως του ελθείν γενήματα δικαιοσύνης υμίν.
Ὠσηὲ 12,7 Ἔλεον και κρίμα φυλάσσου και έγγιζε προς τον Θεόν σου διαπαντός.
Ψαλμ.9,11 Καὶ ἐλπισάτωσαν ἐπὶ σοὶ οἱ γινώσκοντες τὸ ὄνομά σου, ὅτι οὐκ ἐγκατέλιπες τοὺς ἐκζητοῦντάς σε, Κύριε.
Ψαλμ. 13,2 Κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων τοῦ ἰδεῖν εἰ ἔστι συνιὼν ἢ ἐκζητῶν τὸν Θεόν.
Ψαλμ. 33,5 Ἐξεζήτησα τον Κύριον, και επήκουσέ μου και εκ πασών των θλίψεών μου ερρύσατό με.
Ψαλμ. 33,11 Πλούσιοι επτώχευσαν και επείνασαν, οι δε εκζητούντες τον Κύριον ουκ ελαττωθήσονται παντός αγαθού.
Ψαλμ. 69, 5 Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητούντές σε, ὁ Θεός·
Ψαλμ. 68,33 Ἰδέτωσαν πτωχοὶ καὶ εὐφρανθήτωσαν· ἐκζητήσατε τὸν Θεόν, καὶ ζήσεται ἡ ψυχὴ ὑμῶν,
Ψαλμ. 104,3 Εὐφρανθήτω καρδία ζητούντων τον Κύριον·
Ψαλμ. 104,4 Ζητήσατε τον Κύριον και κραταιώθητε, ζητήσατε το πρόσωπον αυτού διαπαντός.
ΠΕΡΙ ΖΥΓΩΝ, ΣΤΑΘΜΩΝ ΚΑΙ ΜΕΤΡΩΝ
Δευτ. 25,13-16 Ουκ έσται εν τω μαρσίππω σου στάθμιον και στάθμιον, μέγα ἢ μικρόν· ουκ έσται εν τη οικία σου μέτρον και μέτρον, μέγα ἢ μικρόν· στάθμιον αληθινόν και δίκαιον έσται σοι, και μέτρον αληθινόν και δίκαιον έσται σοι, ίνα πολυήμερος γένη επί της γης, ἧς Κύριος ὁ Θεός σου δίδωσί σοι εν κλήρω· ότι βδέλυγμα Κυρίω τω Θεω σου πας ποιών ταύτα, πας ποιών άδικον.
Ἰεζ.45,10-12 Ζυγός δίκαιος και μέτρον δίκαιον και χοίνιξ δικαία έστω υμίν. το μέτρον και η χοίνιξ ομοίως μία έσται του λαμβάνειν· το δέκατον του γομόρ η χοίνιξ, και το δέκατον του γομόρ το μέτρον, προς το γομόρ έσται ίσον. και τα στάθμια είκοσιν οβολοί· οι πέντε σίκλοι πέντε, και οι δέκα σίκλοι δέκα, και πεντήκοντα σίκλοι η μνά έσται υμίν.
Λεϋιτ.19,35 Οὐ ποιήσετε άδικον εν κρίσει, εν μέτροις και εν σταθμοίς και εν ζυγοίς.
Λεϋιτ.19,36 Ζυγά δίκαια και σταθμία δίκαια και Χους δίκαιος έσται εν υμίν·
Παρ.11,1 Ζυγοὶ δόλιοι βδέλυγμα ενώπιον Κυρίου, στάθμιον δε δίκαιον δεκτόν αυτω.
Παρ. 20,10 Στάθμιον μέγα και μικρόν και μέτρα δισσά, ακάθαρτα ενώπιον Κυρίου και αμφότερα και ο ποιών αυτά.
Παρ. 20,23 Βδέλυγμα Κυρίω δισσόν στάθμιον, και ζυγός δόλιος ου καλόν ενώπιον αυτού.
ΠΕΡΙ ΖΩΗΣ ΑΙΩΝΙΟΥ
Α Ιωαν-5,11 Και αύτη εστίν η μαρτυρία, ότι ζωήν αιώνιον έδωκεν ημίν ο Θεός, και αύτη η ζωή εν τώ υιώ αυτού εστιν.
Α Ιωαν-5,12 Ο έχων τον υιόν έχει την ζωήν· ὁ μη έχων τον υιόν του Θεού την ζωήν ουκ έχει.
Α Ιωαν-5,13 Ταύτα έγραψα υμίν τοίς πιστεύουσιν είς το όνομα του υιού του Θεού, ίνα ειδήτε ότι ζωήν αιώνιον έχετε, και ίνα πιστεύητε είς το όνομα του υιού του Θεού.
Β Τιμ. 2,11-12 Πιστός ο λόγος· ει γαρ συναπεθάνομεν, και συζήσομεν· εἰ ὑπομένομεν, και συμβασιλεύσομεν· ει αρνούμεθα, κακείνος αρνήσεται ημάς·
Γαλ. 6,8 Ότι ο σπείρων είς την σάρκα εαυτού εκ της σαρκός θερίσει φθοράν, ο δε σπείρων είς το πνεύμα εκ του πνεύματος θερίσει ζωήν αιώνιον.
Ιωαν.3,16 Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ᾿ ἔχῃ ζωὴν αἰώνιον.
Ιωαν.3,36 ὁ πιστεύων εἰς τὸν υἱὸν ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶν τῷ υἱῷ οὐκ ὄψεται ζωήν, ἀλλ᾿ ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ᾿ αὐτόν.
Ιωάν. 4,14 ὃς δι᾿ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα, ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον.
Ιωάν. 4,36 καὶ ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ἵνα καὶ ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων.
Ιωάν. 5,24 Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ὁ τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῷ πέμψαντί με ἔχει ζωὴν αἰώνιον, καὶ εἰς κρίσιν οὐκ ἔρχεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν.
Ιωαν.5,29 Καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως.
Ιωάν. 5,39 Ἐρευνᾶτε τὰς γραφάς, ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν· καὶ ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ·
Ιωάν. 6,27 Ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον, ἣν ὁ υἱὸς τοῦ ἀνθρώπου ὑμῖν δώσει· τοῦτον γὰρ ὁ πατὴρ ἐσφράγισεν ὁ Θεός.
Ιωάν. 6,40 Τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶς ὁ θεωρῶν τὸν υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον, καὶ ἀναστήσω αὐτὸν ἐγὼ τῇ ἐσχάτῃ ἡμέρᾳ.
Ιωάν. 6,51 Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου, ζήσεται εἰς τὸν αἰῶνα.
Ιωαν.6,54 Ο τρώγων μου την και πίνων μου το αίμα έχει ζωήν αιώνιον, και εγώ αναστήσω αυτόν εν τη εσχάτη μέρα.
Ιωαν.6,58 Ούτος εστιν ο άρτος ο εκ του ουρανού καταβάς, ου καθώς έφαγον οι πατέρες υμών το μάννα και απέθανον· ο τρώγων τούτον τον άρτον ζήσεται είς τον αιώνα.
Ιωάν. 6,68 Ἀπεκρίθη οὖν αὐτῷ Σίμων Πέτρος· Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; ῥήματα ζωῆς αἰωνίου ἔχεις·
Ιωάν. 12,25 Ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν, καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ, εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν.
Ματθ. 7,14 τί στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν!
Ματθ. 19,16-17 Καὶ ἰδοὺ εἷς προσελθὼν εἶπεν αὐτῷ· διδάσκαλε ἀγαθέ, τί ἀγαθὸν ποιήσω ἵνα ἔχω ζωὴν αἰώνιον; ὁ δὲ εἶπεν αὐτῷ· τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός. εἰ δὲ θέλεις εἰσελθεῖν εἰς τὴν ζωήν, τήρησον τὰς ἐντολάς.
Ματθ. 19,29 καὶ πᾶς ὃς ἀφῆκεν οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ γυναῖκα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν τοῦ ὀνόματός μου, ἑκατονταπλασίονα λήψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει.
Ματθ. 25,46 καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον.
Ρωμ. 6,22 νυνὶ δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας δουλωθέντες δὲ τῷ Θεῷ ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον.
Ρωμ. 6,23 τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος, τὸ δὲ χάρισμα τοῦ Θεοῦ ζωὴ αἰώνιος ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.
ΠΕΡΙ ΖΩΩΝ ΚΑΙ ΙΧΘΥΩΝ
Γεν-1,20 Και είπεν ο θεός εξαγαγέτω τα ύδατα ερπετά ψυχών ζώσων και πετεινά πετόμενα επι της γής, κατά το στερέωμα του ουρανού.Και εγένετο ούτως.
Γεν-1,21 Και εποίησεν ο Θεός τα κήτη τα μεγάλα και πάσαν ψυχήν ζώων ερπετών, ά εξάγαγε τα ύδατα κατά γένη αυτών και πάν πετεινόν πτερωτόν κατά γένος.Και είδεν ο Θεος ότι καλά.
Γεν-1,22 Και ευλόγησεν αυτά ο Θεός, λέγων αυξάνεσθε και πληθύνεσθε και πληρώσατε τα ύδατα εν ταις θαλάσσαις, και τα πετεινά πληθυνέσθωσαν επι της γής.
Γεν-1,24 Και είπεν ο Θεός, εξαγαγέτω η γή ψυχήν ζώσαν κατά γένος, τεράποδα και ερπετά και θηρία της γής κατά γένος.Και εγένετο ούτως.
Γεν-1,25 Και εποίησεν ο θεός τα θηρία της γής κατά γένος και τα κτήνη κατά γένος αυτών και πάντα τά ερπετά της γής κατά γένος αυτών.Και είδεν ο Θεός ότι καλά.
Γεν-1,30 Και πάσι τοις πετεινοίς του ουρανού και παντί ερπετώ έρποντι επι της γής, ό έχει εν εαυτώ ψυχήν ζωής, και πάντα χόρτον χλωρόν είς βρώσιν.Και εγένετο ούτως.
Λεϋιτ.17,11 Ἡ γαρ ψυχή πάσης σαρκός αίμα αυτού εστι, και εγώ δέδωκα αυτό υμίν επί του θυσιαστηρίου εξιλάσκεσθαι περί των ψυχών υμών· το γαρ αίμα αυτού αντί ψυχής εξιλάσεται.
Λεϋιτ.17,13-14 Και άνθρωπος άνθρωπος των υιών Ισραήλ ή των προσηλύτων των προσκειμένων εν υμίν, ος αν θηρεύση θήρευμα θηρίον ή πετεινόν, ό έσθεται, και εκχεεί το αίμα και καλύψει αυτό τη γη· Ἡ γαρ ψυχή πάσης σαρκός αίμα αυτού εστι. και είπα τοις υιοίς Ισραήλ· αίμα πάσης σαρκός ου φάγεσθε, ότι η ψυχή πάσης σαρκός αίμα αυτού εστι· πας ο έσθων αυτό εξολοθρευθήσεται.
Παρ.12,10 Δίκαιος οικτείρει ψυχάς κτηνών αυτού, τα δε σπλάγχνα των ασεβών ανελεήμονα.
Σειρ. 7,22 Κτήνη σοί εστιν, επισκέπτου αυτά και ει έστι σοι χρήσιμα, εμμενέτω σοι.
Ψαλμ-103,18 Όρη τα υψηλά ταίς ελάφοις, πέτρα καταφυγή τοίς λαγωοίς.
Ψαλμ-103,25 Αύτη η θάλασσα η μεγάλη και ευρύχωρος, εκεί ερπετά, ων ούκ έστιν αριθμός, ζώα μικρά μετά μεγάλων

Δεν υπάρχουν σχόλια: