ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ Υ

ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ ΥΠΕΡΙ ΥΒΡΕΩΣ ΚΑΙ ΥΒΡΙΣΤΩΝ
Α Θεσ. 2,2 ἀλλὰ προπαθόντες καὶ ὑβρισθέντες, καθὼς οἴδατε, ἐν Φιλίπποις, ἐπαῤῥησιασάμεθα ἐν τῷ Θεῷ ἡμῶν λαλῆσαι πρὸς ὑμᾶς τὸ εὐαγγέλιον τοῦ Θεοῦ ἐν πολλῷ ἀγῶνι.
Α Τιμ. 1,13 τὸν πρότερον ὄντα βλάσφημον καὶ διώκτην καί ὑβριστήν· ἀλλ᾿ ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ,
Β Κορ. 12,10 διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς, ἐν στενοχωρίαις, ὑπὲρ Χριστοῦ·
Ἰώβ 40,11 Ἀπόστειλον δε αγγέλους οργή, πάντα δε υβριστήν ταπείνωσον·
Λουκ. 18,32 παραδοθήσεται γὰρ τοῖς ἔθνεσι καὶ ἐμπαιχθήσεται καὶ ὑβρισθήσεται καὶ ἐμπτυσθήσεται,
Παρ. 11,2  Οὗ ἐὰν εἰσέλθη ὔβρις, ἐκεῖ καὶ ἀτιμία· στόμα δὲ ταπεινῶν μελετᾷ σοφίαν.
Παρ.13,10 Κακὸς μεθ’ ὕβρεως πράσσει κακά, οι δε εαυτών επιγνώμονες σοφοί.
Παρ.15,25 Οἶκους ὐβριστών κατασπᾷ Κύριος, ἐστήρισε δὲ ὄριον χήρας.
Παρ.16,18 Πρὸ συντριβής ἠγείται ὔβρις, πρὸ δὲ πτώματος κακοφροσύνη.
Παρ.16,19 Κρείσσων πραΰθυμος μετὰ ταπεινώσεως ἢ ὅς διαιρείται σκύλα μετὰ ὐβριστῶν.
Πραξ. 14,5 ὡς δὲ ἐγένετο ὁρμὴ τῶν ἐθνῶν τε καὶ Ἰουδαίων σὺν τοῖς ἄρχουσιν αὐτῶν ὑβρίσαι καὶ λιθοβολῆσαι αὐτούς,
ΠΕΡΙ ΥΓΕΙΑΣ
Ιωάν. 5,4 ἄγγελος γὰρ κατὰ καιρὸν κατέβαινεν ἐν τῇ κολυμβήθρᾳ, καὶ ἐταράσσετο τὸ ὕδωρ· οὖν πρῶτος ἐμβὰς μετὰ τὴν ταραχὴν τοῦ ὕδατος ὑγιὴς ἐγίνετο δήποτε κατείχετο νοσήματι.
Ιωάν. 5,6 τοῦτον ἰδὼν Ἰησοῦς κατακείμενον, καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει, λέγει αὐτῷ· θέλεις ὑγιὴς γενέσθαι;
Ιωάν. 5,9 καὶ εὐθέως ἐγένετο ὑγιὴς ἄνθρωπος, καὶ ἦρε τὸν κράβαττον αὐτοῦ καὶ περιεπάτει. ἦν δὲ σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.
Ιωάν. 5,11 ἀπεκρίθη αὐτοῖς· ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν· ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει.
Ιωάν. 5,14-15 μετὰ ταῦτα εὑρίσκει αὐτὸν Ἰησοῦς ἐν τῷ ἱερῷ καὶ εἶπεν αὐτῷ· ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν σοί τι γένηται. ἀπῆλθεν ἄνθρωπος καὶ ἀνήγγειλε τοῖς Ἰουδαίοις ὅτι Ἰησοῦς ἐστιν ποιήσας αὐτὸν ὑγιῆ.
Ιωάν. 7,23 εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ ἵνα μὴ λυθῇ νόμος Μωϋσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ!
Λουκ. 5,31 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπε πρὸς αὐτούς· οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ᾿ οἱ κακῶς ἔχοντες·
Λουκ. 7,10 καὶ ὑποστρέψαντες οἱ πεμφθέντες εἰς τὸν οἶκον εὗρον τὸν ἀσθενοῦντα δοῦλον ὑγιαίνοντα.
Μαρκ. 5,34 ὁ δὲ εἶπεν αὐτῇ· θύγατερ, ἡ πίστις σου σέσωκέ σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.
Ματθ. 12,13 τότε λέγει τῷ ἀνθρώπῳ· ἔκτεινόν σου τὴν χεῖρα· καὶ ἐξέτεινε, καὶ ἀποκατεστάθη ὑγιὴς ὡς ἡ ἄλλη.
Πραξ. 4,10 γνωστὸν ἔστω πᾶσιν ὑμῖν καὶ παντὶ τῷ λαῷ Ἰσραὴλ ὅτι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ὃν ὑμεῖς ἐσταυρώσατε, ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής.
Σειρ-30,14 Κρείσσων πτωχός υγιής και ισχύων τη έξει ἢ πλούσιος μεμαστιγομένος εις σώμα αυτού.
Σειρ-30,15 Υγίεια και ευξία βέλτιον παντός χρυσίου, και σώμα εύρωστον ἢ όλβος αμέτρητος.
Σειρ-30,16 Οὐκ ἔστι πλούτος βελτίων ὑγίειας σώματος, και ούκ έστιν ευφροσύνη υπέρ χαράν καρδίας.
Σειρ-30,17 Κρείσσων θάνατος υπέρ ζωήν πικράν και ανάπαυσις αιώνος ή αρρώστημα έμμονον.
ΠΕΡΙ ΥΠΑΚΟΗΣ
Α Ιωαν-4,6 Ὃς οὐκ ἔστιν ἐκ Θεοῦ οὐκ ἀκούει ἡμῶν.
Α Πε. 1,14 ὡς τέκνα ὑπακοῆς μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις,
Α Πε. 1,22 Τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας διὰ Πνεύματος εἰς φιλαδελφίαν ἀνυπόκριτον, ἐκ καθαρᾶς καρδίας ἀλλήλους ἀγαπήσατε ἐκτενῶς,
Α Πε. 3,6 Ὡς Σάῤῥα ὑπήκουσε τῷ Ἀβραάμ, κύριον αὐτὸν καλοῦσα· ἧς ἐγενήθητε τέκνα· -ἀγαθοποιοῦσαι καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν.
Β Θεσ. 1,8 ἐν πυρὶ φλογός, διδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσι Θεὸν καὶ τοῖς μὴ ὑπακούουσι τῷ εὐαγγελίῳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
Β Θεσ. 3,14 εἰ δέ τις οὐχ ὑπακούει τῷ λόγῳ ἡμῶν διὰ τῆς ἐπιστολῆς, τοῦτον σημειοῦσθε, καὶ μὴ συναναμίγνυσθε αὐτῷ, ἵνα ἐντραπῇ·
Β Κορ. 7,15 καὶ τὰ σπλάγχνα αὐτοῦ περισσοτέρως εἰς ὑμᾶς ἐστιν ἀναμιμνησκομένου τὴν πάντων ὑμῶν ὑπακοήν, ὡς μετὰ φόβου καὶ τρόμου ἐδέξασθε αὐτόν.
Β Κορ. 10,5-6 λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ, καὶ ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοήν, ὅταν πληρωθῇ ὑμῶν ἡ ὑπακοή.
Εβρ. 5,8-9 καίπερ ὢν υἱός, ἔμαθεν ἀφ᾿ ὧν ἔπαθε τὴν ὑπακοήν, καὶ τελειωθεὶς ἐγένετο τοῖς ὑπακούουσιν αὐτῷ πᾶσιν αἴτιος σωτηρίας αἰωνίου,
Εβρ. 11,8 Πίστει καλούμενος Ἀβραὰμ ὑπήκουσεν ἐξελθεῖν εἰς τὸν τόπον ὃν ἔμελλε λαμβάνειν εἰς κληρονομίαν, καὶ ἐξῆλθε μὴ ἐπιστάμενος ποῦ ἔρχεται.
Εφ. 6,1 Τὰ τέκνα ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν ἐν Κυρίῳ· τοῦτο γάρ ἐστι δίκαιον.
Εφ. 6,5 Οἱ δοῦλοι ὑπακούετε τοῖς κυρίοις κατὰ σάρκα μετὰ φόβου καὶ τρόμου ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν ὡς τῷ Χριστῷ,
Ησ-1,20-21 Και εάν θέλητε και εισακουσετέ μου, τα αγαθά της γής φάγεσθε . εάν δε μη θέλητε, μηδέ εισακούσητε μου, μάχαιρα υμάς κατέδεται . το γάρ στόμα Κυρίου ελάλησε ταύτα.
Ιακ-4,7 Υποταγήτε ούν τώ Θεώ. Αντίστητε τώ διαβόλω, και φεύξεται αφ' ημών.
Ιωαν. 3,36 Ο πιστεύων είς τον υιόν έχει ζωήν αιώνιον· ο δε απειθών τώ υιώ ουκ όψεται ζωήν, αλλ' η οργή του Θεού μένει επ' αυτόν.
Ίωάν-10,16 Ο ακούων υμών εμού ακούει, και ο αθετών υμάς εμέ αθετεί . ο δε εμέ αθετών αθετεί το αποστείλαντά με.
Εβρ-13,17 Πείθεσθε τοις ηγουμένοις υμών και υπείκετε αυτοί γάρ αγρυπνούσιν υπέρ των ψυχών υμών ως λόγον αποδώσοντες
Κολ. 3,20 Τὰ τέκνα ὑπακούετε τοῖς γονεῦσι κατὰ πάντα· τοῦτο γάρ ἐστιν εὐάρεστον τῷ Κυρίῳ.
Κολ. 3,22 Οἱ δοῦλοι ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις, μὴ ἐν ὀφθαλμοδουλίαις, ὡς ἀνθρωπάρεσκοι, ἀλλ᾿ ἐν ἁπλότητι καρδίας, φοβούμενοι τὸν Θεόν.
Ματθ-16,24 Εί τις θέλει πίσω μου έλθείν, απαρνησάσθω ευατόν και αράτω τον σταυρόν αυτού και ακολουθείτω μοι.
Παρ. 1,33 Ὁ δὲ ἐμοῦ ἀκούων κατασκηνώσει ἐπ᾿ ἐλπίδι καὶ ἡσυχάσει ἀφόβως ἀπὸ παντὸς κακοῦ.
Παρ-13,1 Υιός πανούργος υπήκοος πατρί, υιός δε ανήκοος εν απωλεία.
Πραξ-5,29 Αποκριθείς δε ο Πετρος και οι απόστολοι είπον πειθαρχείν δει Θεώ μάλλον ή ανθρώποις.
Ρωμ. 5,19 ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοί, οὕτω καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς δίκαιοι κατασταθήσονται οἱ πολλοί.
Ρωμ. 6,12 Μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι εἰς τὸ ὑπακούειν αὐτῇ ἐν ταῖς ἐπιθυμίαις αὐτοῦ,
Ρωμ. 6,16 οὐκ οἴδατε ὅτι ᾧ παριστάνετε ἑαυτοὺς δούλους εἰς ὑπακοήν, δοῦλοί ἐστε ᾧ ὑπακούετε, ἤτοι ἁμαρτίας εἰς θάνατον ἢ ὑπακοῆς εἰς δικαιοσύνην;
Ρωμ. 10,16 Ἀλλ᾿ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ· Ἡσαΐας γὰρ λέγει· Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν;
Σειρ-24,22 Ο υπακούων μου ουκ αισχυνθήσεται, και οι εργαζόμενοι εν εμοί ουχ αμαρτήσουσι.
Φιλιπ-2,8 Και σχήματι ευρεθείς ως άνθρωπος εταπείνωσεν εαυτόν γενόμενος υπήκοος μέχρι θανάτου, θανάτου δε σταυρού.
Φιλιπ. 2,12 Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσατε, μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον, ἀλλὰ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε·
Ψαλμ. 80,14-15 Εἰ ὁ λαός μου ἤκουσέ μου, Ἰσραὴλ ταῖς ὁδοῖς μου εἰ ἐπορεύθη, ἐν τῷ μηδενὶ ἂν τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα καὶ ἐπὶ τοὺς θλίβοντας αὐτοὺς ἐπέβαλον ἂν τὴν χεῖρά μου.
ΠΕΡΙ ΥΠΕΡΗΦΑΝΙΑΣ
Α Κορ-10,12 Ώστε ο δοκών εστάναι βλεπέτω μη πέση.
Β Κορ-10,17 Ο δε καυχώμενος εν Κυρίω καυχάσθω
Β Κορ-10,18 Ού γαρ ο εαυτόν συνιστών, εκείνος εστι δόκιμος αλλ' ον ο Κύριος συνίστησιν.
Γαλ-6,3 Ει γάρ δοκεί τις είναι τι μηδέν ών, εαυτόν φρεναπατά.
Γαλ-6,4 Το δε έργον εαυτού δοκιμαζέτω έκαστος, και τότε είς εαυτόν μόνον το καύχημα έξει και ούκ εις τον έταιρον.
Εκκλ-7,16 Μη γίνου δίκαιος πολύ, μηδέ σοφίζου περισσά, μήποτε εκπλαγής.
Ησ-5,21 Ουαί οί συνετοί εν εαυτοίς και ενώπιον αυτών επιστήμονες.
Ιακ. 4,6 ... διὸ λέγει· ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.
Ιερεμ-17,5 Επικατάρατος ος την ελπίδα έχει επ' ανθρωπον και στηρίζει σάρκα βραχίονος αυτού επ' αυτόν και από Κυρίου αποστή η καρδία αυτού.
Ιωαν-15,5 ότι χωρίς εμού ου δύνασθε ποιείν ουδέν.
Λουκ. 1,51 Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν·
Λουκ-6,15 Ο δε Θεός γινώσκει τας καρδίας υμών, ότι το εν ανθρώποις υψηλόν βδέλυγμα ενώπιον του θέου.
Ματθ-19,30 Πολλοί δε έσονται πρώτοι έσχατοι και έσχατοι πρώτοι.
Ματθ-23,11 Ο δε μείζων υμών έσται υμών διάκονος.
Ματθ-23,12 Οστις δε υψώσει εαυτόν ταπεινωθήσεται και όστις ταπεινώσει εαυτόν υψωθήσεται.
Ματθ-26,33 Αποκριθείς δε ο Πέτρος είπεν αυτώ, ει πάντες σκανδαλισθήσονται εν σοί, εγώ δε ουδέποτε σκανδαλισθήσομαι.
Ματθ-26,34 Εφη αυτώ ο Ιησούς αμήν λέγω σοι ότι εν ταύτη τη νυκτί πρίν αλέκτορα φωνήσαι τρίς απαρνήση με.
Παρ-13,13 Ος καταφρονεί πράγματος, καταφρονηθήσεται υπ' αυτού, ο δε φοβούμενος εντολήν, ούτος υγιαίνει.
Παρ-15,5 Ακαθαρτος παρα Θεώ πας υψηλοκάρδιος
Παρ-17,16α Ός υψηλόν ποιεί τον εαυτού οίκον ζητείν συντριβήν, ο δε σκολιάζων του μάθειν εμπεσείται εις κακά.
Παρ-18,12 Προ συντριβης υψούται καρδια ανδρός, και προ δόξης ταπεινούται.
Παρ-21,2 Πάς ανήρ φαίνεται εαυτώ δίκαιος, κατευθύνει δε καρδίας Κύριος.
Παρ-21,4 Μεγαλόφρων εν ύβρει θρασυκάρδιος,
Παρ-21,8 Προς τους σκολιούς σκολιάς οδούς αποστέλλει ο Θεός, αγνά γάρ και ορθά τα έργα αυτού.
Παρ-27,1 Μη καυχώ τα είς αύριον, ού γάρ γινώσκεις τι τέξεται η επιούσα.
Παρ-27,2 Εγκωμιαζέτω σε ο πέλας και μη το σον στόμα, αλλότριος και μη τα σα χείλη.
Φιλιπ-2,3 Μηδέν κατά εριθείαν ή κενοδοξία, αλλά τη ταπεινοφροσύνη αλλήλους ηγούμενοι υπερέχοντας εαυτών.
Ρωμ-12,16 Μη τα υψηλά φρονούντες, αλλά τοις ταπεινοίς συναπαγόμενοι.Μη γίνεσθε φρόνιμοι παρ' εαυτοίς.
Σειρ-3,21 Χαλεπώτερα σου μη ζήτει και ισχυρότερά σου μη εξέταζε.
Σειρ-3,24 Πολλούς γάρ επλάνησεν η υπόληψις αυτών, και υπόνοια πονηρά ωλίσθησε διανοίας αυτών.
Σειρ-3,28 Επαγωγή υπερηφάνου ούκ έστιν ίασις, φυτόν γάρ πονηρίας ερρίζωκεν εν αυτώ.
Σειρ-10,12 Αρχή υπερηφανίας ανθρώπου αφιστάμενου από Κυρίου, και από του ποιήσαντος αυτόν απέστη η καρδία αυτού.
Σειρ-10,13 Ότι αρχή υπερηφάνιας αμαρτία, και ο κρατών αυτής εξομβρήσει βδέλυγμα . διά τούτο παρεδόξασε Κύριος τάς επαγωγάς και κατέστρεψεν είς τέλος αυτούς.
Σειρ-13,1 Ο απτόμενος πίσσης μολυνθήσεται, και ο κοινωνών υπερηφάνω ομοιωθήσεται αυτώ.
Σειρ-19,1 Ο εξουθενών τα ολίγα κατά μικρόν πεσείται.
Ψαλμ-93,2 Υψώθητι ο κρίνων την γήν, απόδος ανταπόδοσιν τοίς υπερηφάνοις.
Ψαλμ-100,5 Υπερηφάνω οφθαλμώ και απλήστω καρδία, τούτω ου συνήσθιον.
Ψαλμ-100,7 Ού κατώκει εν μέσω της οικίας μου ποιών υπερηφάνιαν
Ψαλμ-118-21 Επετίμησας υπερηφάνοις επικατάρατοι οι εκκλίνοντες από των εντολών σου
Ψαλμ-118,51 Υπερήφανοι παρηνόμουν έως σφόδρα, από δε του νόμου σου ούκ εξέκλινα.
ΠΕΡΙ ΥΠΝΟΥ
Α Θεσ-5,6 Άρα ούν μη καθεύδωμεν ως και οι λοιποί, αλλά γρηγορώμεν και νήφωμεν.
Α Θεσ-5,7 Οι γάρ καθεύδοντες νυκτός καθεύδουσι, και οι μεθυσκόμενοι νυκτός μεθύουσιν
Εκκλ-5,11 Γλυκύς ύπνος του δούλου ει ολίγον και εί πολύ φάγεται . Και τώ εμπλησθέντι του πλουτήσαι ούκ έστιν αφίων αυτόν του υπνώσαι.
Παρ-4,16 Ου γάρ μη υπνώσωσιν, εάν μη κακαποιήσωσιν, αφήρηται ο ύπνος αυτών και ού κοιμώνται
Παρ-23,21 πάς γάρ μέθυσος και πορνοκόπος πτωχεύσει, και ενδύσεται διερρηγμένα και ρακώδη πάς υπνώδης.
Σειρ-31,1 Αγρυπνία πλούτου εκτήκει σάρκας, και η μέριμνα αυτού αφιστά ύπνον.
Σειρ-31,2 Μέριμνα αγρυπνίας απαιτήσει νυσταγμόν, και αρρώστημα βαρύ εκνήψει ύπνος.
Σειρ-31,19 Ως ικανόν ανθρώπω πεπαιδευμένω το ολίγον, και επί κοίτης αυτού ουκ ασθμαίνει.
Σειρ-31,20 Υπνος υγείας επι εντέρω μετρίω, ανέστη πρωί, και η ψυχή αυτού μετ' αυτού. Πόνος αγρυπνίας και χολέρας και στρόφος μετά ανδρός απλήστου.
Ψαλμ. 4,9 Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω, ὅτι σύ, Κύριε, κατὰ μόνας ἐπ᾿ ἐλπίδι κατῴκισάς με.
ΠΕΡΙ ΥΠΟΚΡΙΣΙΑΣ
Α Πε. 2,1 Ἀποθέμενοι οὖν πᾶσαν κακίαν καὶ πάντα δόλον καὶ ὑποκρίσεις καὶ φθόνους καὶ πάσας καταλαλιάς,
Α Τιμ. 4,2 ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν,
Γαλ. 2,13 καὶ συνυπεκρίθησαν αὐτῷ καὶ οἱ λοιποὶ Ἰουδαῖοι, ὥστε καὶ Βαρνάβας συναπήχθη αὐτῶν τῇ ὑποκρίσει.
Γαλ-6,7 Μὴ πλανάσθε, Θεὸς οὐ μυκτηρίζεται, ὃ γὰρ ἐὰν σπείρη ἄνθρωπος, τούτο καὶ θερίσει.
Ἠσ. 29,13 Καὶ εἶπε Κύριος· ἐγγίζει μοι ο λαός ούτος εν τω στόματι αυτού και εν τοις χείλεσιν αυτών τιμώσί με, η δε καρδία αυτών πόρρω ἀπέχει ἀπ’ ἐμοῦ· μάτην δε σέβονταί με διδάσκοντες εντάλματα ανθρώπων και διδασκαλίας.
Ιακ-1,8 Ανήρ δίψυχος ακατάστατος εν πάσαις ταις οδοίς αυτού.
Ἰώβ 36,13-14 Καὶ ὑποκριταί καρδία τάξουσι θυμόν· ου βοήσονται, ότι έδησεν αυτούς. ἀποθάνοι τοίνυν εν νεότητι η ψυχή αυτών,
η δε ζωή αυτών τιτρωσκομένη υπό αγγέλων.
Λεϋιτ. 26,23-24 Καὶ ἐπὶ τούτοις εάν μη παιδευθήτε, αλλά πορεύησθε προς με πλάγιοι, πορεύσομαι καγώ μεθ’ ὑμῶν θυμῷ πλαγίῳ, και πατάξω υμάς καγώ επτάκις αντί των αμαρτιών υμών.
Λουκ. 11,44 οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι ἐστὲ ὡς τὰ μνημεῖα τὰ ἄδηλα. καὶ οἱ ἄνθρωποι περιπατοῦντες ἐπάνω οὐκ οἴδασιν.
Λουκ. 12,1 Ἐν οἷς ἐπισυναχθεισῶν τῶν μυριάδων τοῦ ὄχλου ὡς καταπατεῖν ἀλλήλους, ἤρξατο λέγειν πρὸς τοὺς μαθητὰς αὐτοῦ πρῶτον· προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων, ἥτις ἐστὶν ὑπόκρισις.
Λουκ. 12,56 ὑποκριταί, τὸ πρόσωπον τοῦ οὐρανοῦ καὶ τῆς γῆς οἴδατε δοκιμάζειν, τὸν δὲ καιρὸν τοῦτον πῶς οὐ δοκιμάζετε;
Λουκ. 13,15 ἀπεκρίθη οὖν αὐτῷ ὁ Κύριος καὶ εἶπεν· ὑποκριτά, ἕκαστος ὑμῶν τῷ σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ ἢ τὸν ὄνον ἀπὸ τῆς φάτνης καὶ ἀπαγαγὼν ποτίζει;
Λουκ. 20,20 Καὶ παρατηρήσαντες ἀπέστειλαν ἐγκαθέτους, ὑποκρινομένους ἑαυτοὺς δικαίους εἶναι, ἵνα ἐπιλάβωνται αὐτοῦ λόγου εἰς τὸ παραδοῦναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγεμόνος.
Μαρκ. 7,6 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς ὅτι καλῶς προεφήτευσεν Ἡσαΐας περὶ ὑμῶν τῶν ὑποκριτῶν, ὡς γέγραπται· οὗτος ὁ λαὸς τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ᾿ ἐμοῦ·
Μαρκ. 12,15 ὁ δὲ εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν εἶπεν αὐτοῖς· τί με πειράζετε; φέρετέ μοι δηνάριον ἵνα ἴδω·
Ματθ. 6,2 Ὅταν οὖν ποιῇς ἐλεημοσύνην, μὴ σαλπίσῃς ἔμπροσθέν σου, ὥσπερ οἱ ὑποκριταὶ ποιοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς ῥύμαις, ὅπως δοξασθῶσιν ὑπὸ τῶν ἀνθρώπων· ἀμὴν λέγω ὑμῖν, ἀπέχουσι τὸν μισθὸν αὐτῶν.
Ματθ. 6,5 Καὶ ὅταν προσεύχῃ, οὐκ ἔσῃ ὥσπερ οἱ ὑποκριταί, ὅτι φιλοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς γωνίαις τῶν πλατειῶν ἑστῶτες προσεύχεσθαι, ὅπως ἂν φανῶσι τοῖς ἀνθρώποις· ἀμὴν λέγω ὑμῖν ὅτι ἀπέχουσι τὸν μισθὸν αὐτῶν.
Ματθ. 6,16 Ὅταν δὲ νηστεύητε, μὴ γίνεσθε ὥσπερ οἱ ὑποκριταὶ σκυθρωποί· ἀφανίζουσι γὰρ τὰ πρόσωπα αὐτῶν ὅπως φανῶσι τοῖς ἀνθρώποις νηστεύοντες· ἀμὴν λέγω ὑμῖν ὅτι ἀπέχουσι τὸν μισθὸν αὐτῶν.
Ματθ. 7,3-5 Τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς; ἢ πῶς ἐρεῖς τῷ ἀδελφῷ σου, ἄφες ἐκβάλω τὸ κάρφος ἀπὸ τοῦ ὀφθαλμοῦ σου, καὶ ἰδοὺ ἡ δοκὸς ἐν τῷ ὀφθαλμῷ σου; ὑποκριτά, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου.
Ματθ. 16,3 καὶ πρωΐ· σήμερον χειμών· πυῤῥάζει γὰρ στυγνάζων ὁ οὐρανός. ὑποκριταί, τὸ μὲν πρόσωπον τοῦ οὐρανοῦ γινώσκετε διακρίνειν, τὰ δὲ σημεῖα τῶν καιρῶν οὐ δύνασθε γνῶναι;
Ματθ. 23,13 Οὐαὶ δὲ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι κατεσθίετε τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσευχόμενοι· διὰ τοῦτο λήψεσθε περισσότερον κρῖμα.
Ματθ. 23,14 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων· ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε, οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε εἰσελθεῖν.
Ματθ. 23,15 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν ποιῆσαι ἕνα προσήλυτον, καὶ ὅταν γένηται, ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν.
Ματθ. 23,23 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον καὶ τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν καὶ τὸν ἔλεον καὶ τὴν πίστιν· ταῦτα δὲ ἔδει ποιῆσαι κἀκεῖνα μὴ ἀφιέναι.
Ματθ. 23,25 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἔσωθεν δὲ γέμουσιν ἐξ ἁρπαγῆς καὶ ἀδικίας.
Ματθ-23,26 Φαρισαίε τυφλέ, καθάρισον πρώτον το εντός του ποτηρίου και της παροψίδος, ίνα γένηται και το εκτός αυτών καθαρόν.
Ματθ. 23,27 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι παρομοιάζετε τάφοις κεκονιαμένοις, οἵτινες ἔξωθεν μὲν φαίνονται ὡραῖοι, ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας.
Ματθ. 23,28 οὕτω καὶ ὑμεῖς ἔξωθεν μὲν φαίνεσθε τοῖς ἀνθρώποις δίκαιοι, ἔσωθεν δὲ μεστοί ἐστε ὑποκρίσεως καὶ ἀνομίας.
Ματθ. 23,29 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν καὶ κοσμεῖτε τὰ μνημεῖα τῶν δικαίων,
Ρωμ-2,21 Ο ούν διδασκων έτερον σεαυτόν ου διδασκεις; Ο κηρύσσων μη κλεπτείν κλεπτείς;
Ρωμ-2,22 Ο λέγων μη μοιχευειν μοιχευείς; Ο βδελυσσομενος τα ειδωλα ιεροσυλεις;
Ρωμ-2,23 Ος έν νόμω καυχάσαι, δια της παραβασεως του νόμου τον Θεόν ατιμάζεις.
Σειρ-1,28 Μη απειθήσης φόβον Κυρίου και μή προσέλθης αυτώ εν καρδία δισσή.
Σειρ-1,29 Μη υποκριθής εν στόμασιν ανθρώπων και έν τοις χείλεσί σου πρόσεχε.
Σειρ. 2,12 Ουαί καρδίαις δειλαίς και χερσί παρειμέναις και αμαρτωλω επιβαίνοντι επί δύο τρίβους.
Σειρ. 5,9 Μὴ λίκμα ἐν παντί ἀνέμω καὶ μὴ πορεύου ἐν πάση ἀτραπῷ· οὕτως ὀ ἁμαρτωλὸς ὁ δίγλωσσος.
Σειρ-37,19 Έστιν ανήρ πανούργος πολλών παιδευτής, και τη ιδία ψυχή άχρηστος εστιν.
Τίτ.1,16 Θεόν ομολογούσιν ειδέναι, τοίς δε έργοις αρνούνται, βδέλυκτοι όντες και απειθείς και πρός πάν έργον αγαθόν αδόκιμοι.
Ψαλμ-77,36-37 Καὶ ἠγάπησαν αὐτὸν ἐν τῷ στόματι αὐτῶν καὶ τῇ γλώσσῃ αὐτῶν ἐψεύσαντο αὐτῷ, ἡ δὲ καρδία αὐτῶν οὐκ εὐθεῖα μετ᾿ αὐτοῦ, οὐδὲ ἐπιστώθησαν ἐν τῇ διαθήκῃ αὐτοῦ.
ΠΕΡΙ ΥΠΟΜΟΝΗΣ
Αββακ. 2,3 Ἐὰν υστερήση, υπόμεινον αυτόν, ότι ερχόμενος ήξει και ου μη χρονίση.
Α Κορ. 13,7 Ἡ ἀγάπη ... πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει.
Α Πετρ. 2,20 ποῖον γὰρ κλέος, εἰ ἁμαρτάνοντες καὶ κολαφιζόμενοι ὑπομενεῖτε; ἀλλ᾿ εἰ ἀγαθοποιοῦντες καὶ πάσχοντες ὑπομενεῖτε, τοῦτο χάρις παρὰ Θεῷ.
Αποκ. 2,2-3 οἶδα τὰ ἔργα σου καὶ τὸν κόπον σου καὶ τὴν ὑπομονήν σου, καὶ ὅτι οὐ δύνῃ βαστάσαι κακούς, καὶ ἐπείρασας τοὺς λέγοντας ἑαυτοὺς ἀποστόλους εἶναι, καὶ οὐκ εἰσί, καὶ εὗρες αὐτοὺς ψευδεῖς· καὶ ὑπομονὴν ἔχεις, καὶ ἐβάστασας διὰ τὸ ὄνομά μου, καὶ οὐ κεκοπίακας.
Αποκ. 2,19 οἶδά σου τὰ ἔργα καὶ τὴν ἀγάπην καὶ τὴν πίστιν καὶ τὴν διακονίαν καὶ τὴν ὑπομονήν σου, καὶ τὰ ἔργα σου τὰ ἔσχατα πλείονα τῶν πρώτων.
Αποκ. 3,10 ὅτι ἐτήρησας τὸν λόγον τῆς ὑπομονῆς μου, κἀγώ σε τηρήσω ἐκ τῆς ὥρας τοῦ πειρασμοῦ τῆς μελλούσης ἔρχεσθαι ἐπὶ τῆς οἰκουμένης ὅλης, πειράσαι τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς.
Αποκ. 13,10 εἴ τις εἰς αἰχμαλωσίαν ἀπάγει, εἰς αἰχμαλωσίαν ὑπάγει· εἴ τις ἐν μαχαίρᾳ ἀποκτέννει, δεῖ αὐτὸν ἐν μαχαίρᾳ ἀποκτανθῆναι. ὧδέ ἐστιν ἡ ὑπομονὴ καὶ ἡ πίστις τῶν ἁγίων.
Αποκ. 14,12 Ὧδε ἡ ὑπομονὴ τῶν ἁγίων ἐστίν, οἱ τηροῦντες τὰς ἐντολὰς τοῦ Θεοῦ καὶ τὴν πίστιν Ἰησοῦ.
Α Τιμ. 6,11 Σὺ δέ, ὦ ἄνθρωπε τοῦ Θεοῦ, ταῦτα φεῦγε· δίωκε δὲ δικαιοσύνην, εὐσέβειαν, πίστιν, ἀγάπην, ὑπομονήν, πρᾳότητα.
Β Θεσ. 1,4 ὥστε ἡμᾶς αὐτοὺς ἐν ὑμῖν καυχᾶσθαι ἐν ταῖς ἐκκλησίαις τοῦ Θεοῦ ὑπὲρ τῆς ὑπομονῆς ὑμῶν καὶ πίστεως ἐν πᾶσι τοῖς διωγμοῖς ὑμῶν καὶ ταῖς θλίψεσιν αἷς ἀνέχεσθε,
Β Θεσ. 3,5 Ὁ δὲ Κύριος κατευθύναι ὑμῶν τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ Θεοῦ καὶ εἰς τὴν ὑπομονὴν τοῦ Χριστοῦ.
Β Κορ. 1,6 εἴτε δὲ θλιβόμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας τῆς ἐνεργουμένης ἐν ὑπομονῇ τῶν αὐτῶν παθημάτων ὧν καὶ ἡμεῖς πάσχομεν, καὶ ἡ ἐλπὶς ἡμῶν βεβαία ὑπὲρ ὑμῶν· εἴτε παρακαλούμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας,
Β Κορ. 6,4 ἀλλ᾿ ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις,
Β Κορ. 12,12 τὰ μὲν σημεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑμῖν ἐν πάσῃ ὑπομονῇ, ἐν σημείοις καὶ τέρασι καὶ δυνάμεσι.
Β Πε. 1,6  ἐν δὲ τῇ γνώσει τὴν ἐγκράτειαν, ἐν δὲ τῇ ἐγκρατείᾳ τὴν ὑπομονήν, ἐν δὲ τῇ ὑπομονῇ τὴν εὐσέβειαν,
Β Τιμ. 2,10 διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσι τῆς ἐν Χριστῷ Ἰησοῦ μετὰ δόξης αἰωνίου.
Β Τιμ. 2,12 εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν· εἰ ἀρνούμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς·
Β Τιμ. 3,10 Σὺ δὲ παρηκολούθηκάς μου τῇ διδασκαλίᾳ, τῇ ἀγωγῇ, τῇ προθέσει, τῇ πίστει, τῇ μακροθυμίᾳ, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ,
Εβρ. 10,32 Ἀναμιμνήσκεσθε δὲ τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων,
Εβρ. 10,36 ὑπομονῆς γὰρ ἔχετε χρείαν, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν.
Εβρ. 12,1 Τοιγαροῦν καὶ ἡμεῖς, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, δι᾿ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα,
Εβρ. 12,2 ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρόν, αἰσχύνης καταφρονήσας, ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ Θεοῦ κεκάθικεν.
Εβρ. 12,7 εἰ παιδείαν ὑπομένετε, ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ Θεός· τίς γάρ ἐστιν υἱὸς ὃν οὐ παιδεύει πατήρ;
Ησ. 40,31 Οἱ δὲ ὑπομένοντες τον Θεόν αλλάξουσιν ισχύν, πτεροφυήσουιν ως αετοί, δραμούνται και ου κοπιάσουσι, βαδιούνται και ου πεινάσουσιν.
Ιακ. 1,3 γινώσκοντες ὅτι τὸ δοκίμιον ὑμῶν τῆς πίστεως κατεργάζεται ὑπομονήν·
Ιακ. 1,4 ἡ δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω, ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι, ἐν μηδενὶ λειπόμενοι.
Ιακ. 1,12 Μακάριος ἀνὴρ ὃς ὑπομένει πειρασμόν· ὅτι δόκιμος γενόμενος λήψεται τὸν στέφανον τῆς ζωῆς, ὃν ἐπηγγείλατο ὁ Κύριος τοῖς ἀγαπῶσιν αὐτόν.
Ιακ. 5,11  ἰδοὺ μακαρίζομεν τοὺς ὑπομένοντας· τὴν ὑπομονὴν Ἰὼβ ἠκούσατε, καὶ τὸ τέλος Κυρίου εἴδετε, ὅτι πολύσπλαγχνός ἐστιν ὁ Κύριος καὶ οἰκτίρμων.
Κολ. 1,11 ἐν πάσῃ δυνάμει δυναμούμενοι κατὰ τὸ κράτος τῆς δόξης αὐτοῦ εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν, μετὰ χαρᾶς
Λουκ. 8,15 τὸ δὲ ἐν τῇ καλῇ γῇ, οὗτοί εἰσιν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ ἀκούσαντες τὸν λόγον κατέχουσι καὶ καρποφοροῦσιν ἐν ὑπομονῇ.
Λουκ. 21,19 ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.
Ματθ. 10,22  καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
Ναοὺμ 1,7 Χρηστός Κύριος τοις υπομένουσιν αυτόν εν ημέρα θλίψεως και γινώσκων τους ευλαβουμένους αυτόν·
Ρωμ. 2,7  τοῖς μὲν καθ᾿ ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσι ζωὴν αἰώνιον,
Ρωμ. 5,3-4 οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν, εἰδότες ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα,
Ρωμ. 8,25 εἰ δὲ ὃ οὐ βλέπομεν ἐλπίζομεν, δι᾿ ὑπομονῆς ἀπεκδεχόμεθα.
Ρωμ. 12,12 τῇ ἐλπίδι χαίροντες, τῇ θλίψει ὑπομένοντες, τῇ προσευχῇ προσκαρτεροῦντες,
Ρωμ. 15,4 ὅσα γὰρ προεγράφη, εἰς τὴν ἡμετέραν διδασκαλίαν προεγράφη, ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν γραφῶν τὴν ἐλπίδα ἔχωμεν.
Σειρ-2,14 Ουαί τοις απολωλεκόσι την υπομονην· και τι ποιήσετε όταν επισκέπτηται ο Κύριος;
Τιτ. 2,2 Πρεσβύτας νηφαλίους εἶναι, σεμνούς, σώφρονας, ὑγιαίνοντας τῇ πίστει, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ.
Φιλιπ-2,14 Πάντα ποιείτε χωρίς γογγυσμών και διαλογισμών
Ψαλμ-9,19 Η υπομονή των πενήτων ούκ απολείται εις τέλος.
Ψαλμ-24,3 Και γαρ πάντες οι υπομένοντές σε ου μη καταισχυνθώσιν· αισχυνθήτωσαν οι ανομούντες διακενής.
Ψαλμ-26,14 Ὑπόμεινον τὸν Κύριον· ἀνδρίζου, καὶ κραταιούσθω ἡ καρδία σου, καὶ ὑπόμεινον τὸν Κύριον.
Ψαλμ-32,20 Η ψυχή ημών υπομένει τω Κυρίω, ότι βοηθός και υπερασπιστής ημών έστιν.
Ψαλμ-39,2 Υπομένων υπέμεινα τον Κύριον, και προσέσχε μοι και εισήκουσε της δεήσεώς μου.
Ψαλμ-36,9 Ότι οι πονηρευόμενοι εξολοθρευθήσονται, οι δε υπομένοντες τον Κύριον αυτοί κληρονομήσουσι γήν.
ΠΕΡΙ ΥΠΟΤΑΓΗΣ (Εἰς τὸν νόμον τοῦ Θεοῦ καὶ εἰς άρχὰς καὶ ἐξουσίας)
Α Πε. 2,13 Ὑποτάγητε οὖν πάσῃ ἀνθρωπίνῃ κτίσει διὰ τὸν Κύριον, εἴτε βασιλεῖ, ὡς ὑπερέχοντι,
Α Πε. 2,18 Οἱ οἰκέται ὑποτασσόμενοι ἐν παντὶ φόβῳ τοῖς δεσπόταις, οὐ μόνον τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσιν, ἀλλὰ καὶ τοῖς σκολιοῖς.
Α Πε. 3,22 ὅς ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ πορευθεὶς εἰς οὐρανόν, ὑποταγέντων αὐτῷ ἀγγέλων καὶ ἐξουσιῶν καὶ δυνάμεων.
Α Πε. 5,5 Ὁμοίως νεώτεροι ὑποτάγητε πρεσβυτέροις, πάντες δὲ ἀλλήλοις ὑποτασσόμενοι τὴν ταπεινοφροσύνην ἐγκομβώσασθε· ὅτι ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.
Εβρ. 2,8 πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ· ἐν γὰρ τῷ ὑποτάξαι αὐτῷ τὰ πάντα οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον. νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα·
Εβρ. 12,9 εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας εἴχομεν παιδευτὰς καὶ ἐνετρεπόμεθα· οὐ πολλῷ μᾶλλον ὑποταγησόμεθα τῷ πατρὶ τῶν πνευμάτων καὶ ζήσομεν;
Ιακ. 4,7 Ὑποτάγητε οὖν τῷ Θεῷ. ἀντίστητε τῷ διαβόλῳ, καὶ φεύξεται ἀφ᾿ ὑμῶν·
Ρωμ. 8,6-7  ... τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν· τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται· οὐδὲ γὰρ δύναται·
Ρωμ. 10,3 ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν δικαιοσύνην ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν.
Ρωμ. 13,1 Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω. οὐ γάρ ἔστιν ἐξουσία εἰ μὴ ὑπὸ Θεοῦ· αἱ δὲ οὖσαι ἐξουσίαι ὑπὸ τοῦ Θεοῦ τεταγμέναι εἰσίν.
Ρωμ. 13,5 διὸ ἀνάγκη ὑποτάσσεσθαι οὐ μόνον διὰ τὴν ὀργήν, ἀλλὰ καὶ διὰ τὴν συνείδησιν.
Τιτ. 2,9 Δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι, ἐν πᾶσιν εὐαρέστους εἶναι, μὴ ἀντιλέγοντας,
Τιτ. 3,1 Ὑπομίμνησκε αὐτοὺς ἀρχαῖς καὶ ἐξουσίαις ὑποτάσσεσθαι, πειθαρχεῖν, πρὸς πᾶν ἔργον ἀγαθὸν ἑτοίμους εἶναι,
ΠΕΡΙ ΥΠΟΤΑΓΗΣ ΤΗΣ ΓΥΝΑΙΚΟΣ ΕΙΣ ΤΟΝ ΑΝΔΡΑ
Α Κορ. 11,3 θέλω δὲ ὑμᾶς εἰδέναι ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστι, κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ, κεφαλὴ δὲ Χριστοῦ ὁ Θεός.
Α Κορ. 11,7 ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλήν, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων· γυνὴ δὲ δόξα ἀνδρός ἐστι.
Α Κορ. 11,8-10 οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικός, ἀλλὰ γυνὴ ἐξ ἀνδρός· καὶ γὰρ οὐκ ἐκτίσθη ἀνὴρ διὰ τὴν γυναῖκα, ἀλλὰ γυνὴ διὰ τὸν ἄνδρα. διὰ τοῦτο ὀφείλει ἡ γυνὴ ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγγέλους.
Α Κορ. 11,11-12 πλὴν οὔτε ἀνὴρ χωρὶς γυναικὸς οὔτε γυνὴ χωρὶς ἀνδρὸς ἐν Κυρίῳ· ὥσπερ γὰρ ἡ γυνὴ ἐκ τοῦ ἀνδρός, οὕτω καὶ ὁ ἀνὴρ διὰ τῆς γυναικός, τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ.
Α Κορ. 14,34 Ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἁγίων, αἱ γυναῖκες ὑμῶν ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν· οὐ γὰρ ἐπιτέτραπται αὐταῖς λαλεῖν. ἀλλ᾿ ὑποτάσσεσθαι, καθὼς καὶ ὁ νόμος λέγει.
Α Κορ-14,35 εἰ δέ τι μαθεῖν θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν· αἰσχρὸν γάρ ἐστι γυναιξὶν ἐν ἐκκλησίᾳ λαλεῖν.
Α Πετρ. 3,1 Ὁμοίως αἱ γυναῖκες ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ἵνα καὶ εἴ τινες ἀπειθοῦσι τῷ λόγῳ, διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσονται,
Α Πετρ-3,5 Ούτω γάρ ποτε και αι άγιαι γυναίκες αι ελπίζουσαι επι τον Θεόν εκοσμούν εαυτάς, υποτασσόμεναι τοίς ιδίοις ανδράσιν
Α Πετρ-3,6 ως Σάρρα υπήκουσε τω Αβραάμ, κύριον αυτόν καλούσα  ής εγενήθητε τέκνα, αγαθοποιούσαι και μη φοβούμεναι μηδεμίαν πτόησιν.
Α Τιμ. 2,11 Γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω ἐν πάσῃ ὑποταγῇ·
Α Τιμ-2,12 Γυναικί δε διδάσκειν ούκ επιτρέπω, ουδέ αυθεντείν ανδρός, αλλ' είναι εν ησυχία.
Α Τιμ-2,13-14 Αδάμ γάρ πρώτος επλάσθη, είτα Εύα, και Αδάμ ούκ ηπατήθθη, η δε γυνή απατηθείσα εν παραβάσει γέγονε
Α Τιμ-2,15 σωθήσεται δε διά της τεκνογονίας, εάν μείνωσιν εν πίστει και αγάπη και αγιασμώ μετά σωφροσύνης.
Εφ. 5,22  Αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε ὡς τῷ Κυρίῳ,
Εφ. 5,24  ἀλλ᾿ ὥσπερ ἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτω καὶ αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ἐν παντί.
Κολ. 3,18 Αἱ γυναῖκες ὑποτάσσεσθε τοῖς ἀνδράσιν, ὡς ἀνῆκεν ἐν Κυρίῳ.
Σειρ-9,2 Μη δώς γυναικί την ψυχή σου επιβήναι αυτήν επί την ισχύν σου.
Σειρ-25,22 Οργή και αναίδεια και αισχύνη μεγάλη γυνή εάν επιχορηγή τω ανδρί αυτής.
Σειρ-25,25 Μη δώς ύδατι διέξοδον μηδέ γυναικί πονηράν εξουσίαν. Ει μη πορεύεται κατά χείρα σου, από των σαρκών σου απότεμε αυτήν.
Τιτ. 2,5 σώφρονας, ἁγνάς, οἰκουρούς, ἀγαθάς, ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα μὴ ὁ λόγος τοῦ Θεοῦ βλασφημῆται. 

Δεν υπάρχουν σχόλια: