ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ Κ

ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ ΚΠΕΡΙ ΚΑΙΡΙΚΩΝ ΦΑΙΝΟΜΕΝΩΝ & ΘΕΟΜΗΝΙΩΝ (ΛΟΙΜΩΝ,ΣΕΙΣΜΩΝ, ΚΑΤΑΠΟΝΤΙΣΜΩΝ)
Αποκ. 11,13 Καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐγένετο σεισμὸς μέγας, καὶ τὸ δέκατον τῆς πόλεως ἔπεσε, καὶ ἀπεκτάνθησαν ἐν τῷ σεισμῷ ὀνόματα ἀνθρώπων χιλιάδες ἑπτά, καὶ οἱ λοιποὶ ἔμφοβοι ἐγένοντο καὶ ἔδωκαν δόξαν τῷ Θεῷ τοῦ οὐρανοῦ.
Αποκ. 16,9 καὶ ἐκαυματίσθησαν οἱ ἄνθρωποι καῦμα μέγα, καὶ ἐβλασφήμησαν οἱ ἄνθρωποι τὸ ὄνομα τοῦ Θεοῦ τοῦ ἔχοντος ἐξουσίαν ἐπὶ τὰς πληγὰς ταύτας, καὶ οὐ μετενόησαν δοῦναι αὐτῷ δόξαν.
Εβρ-12,26 Ού η φωνή την γήν εσάλευσε τότε, νύν δε επήγγελται λέγων· έτι άπαξ εγώ σείω ου μόνον την γήν, αλλά και τον ουρανόν.
Εβρ-12,27 Το δε έτι άπαξ δηλοί των σαλευομένων την μετάθεσιν ως πεποιημένων, ίνα μείνη τά μη σαλευόμενα.
Ζαχ. 10,1 Αἰτεῖσθε παρὰ Κυρίου ὑετὸν καθ᾿ ὥραν πρώϊμον καὶ ὄψιμον· Κύριος ἐποίησε φαντασίας, καὶ ὑετὸν χειμερινὸν δώσει αὐτοῖς, ἑκάστῳ βοτάνην ἐν ἀγρῷ.
Ιωβ-26,8 Δεσμεύων ύδωρ εν νεφέλαις αυτού, και ουκ ερράγη νέφος υποκάτω αυτού
Ιωβ-26,11 Στύλοι ουρανού επετάσθησαν και εξέστησαν από της επιτιμήσεως αυτού.
Ψαλμ-45,7 Εταράχθησαν έθνη, έκλιναν βασιλείαι . έδωκε φωνήν αυτού, εσαλεύθη η γή.
Ψαλμ-45,3 Δια τούτο ου φοβηθησόμεθα έν τω ταράσσεσθαι την γήν και μετατίθεσθαι όρη έν καρδίες θαλασσών.
Ψαλμ-96,4 Έφαναν αι αστραπαί αυτού την οικουμένη, είδε και εσαλέυθη η γή.
Ψαλμ-103,13 Ποτίζων όρη εκ των υπερώων αυτού, από καρπού των έργων σου χορτασθήσεται η γή.
Ψαλμ-103,32 Ο επιβλέπων την γήν και ποιών αυτήν τρέμειν, ο απτώμενος των ορέων και καπνίζονται
Ψαλμ-104,32 Έθετο τας βροχάς αυτών χάλαζαν, πύρ καταφλέγον εν τη γή αυτών
Ψαλμ-104,39 Διεπέτασε νεφέλην είς σκέπην αυτοίς και πύρ του φωτίσαι αυτοίς την νύκτα.
Ψαλμ-134,7 Ανάγων νεφέλας εξ εσχάτου της γής, αστραπάς εις υετόν εποίησεν, ο εξάγων ανέμους εκ θησαυρών αυτού.
Ψαλμ-146,8 Τώ περιβάλλοντι τον ουρανόν εν νεφέλαις, τώ ετοιμάζοντι τη γή υετόν
Ψαλμ-147,5 Διδόντος χιόνα ωσεί έριον, ομίχλην ωσεί σποδόν πάσσοντος
Ψαλμ-147,6 Βάλλοντος κρύσταλλον ωσεί ψωμούς, κατά πρόσωπον ψύχους αυτού τις υποστήσεται;
Ψαλμ-147,7 Εξαποστελεί τον λόγον αυτού και τήξει αυτά, πνεύσει το πνεύμα αυτού, και ρυήσεται ύδατα.
Ψαλμ-148,8 Πύρ, χαλάζα, χιών, κρύσταλλος, πνεύμα καταιγίδος τα ποιούντα τον λόγον αυτού.
ΠΕΡΙ ΚΑΙΡΟΥ ΚΑΙ ΑΚΑΙΡΙΑΣ
Ἐκκλ.3,1-8 Τοῖς πάσι χρόνος και καιρός τω παντί πράγματι υπό τον ουρανόν. καιρός του τεκείν και καιρός του αποθανείν, καιρός του φυτεύσαι και καιρός του εκτίλαι το πεφυτευμένον, καιρός του αποκτείναι και καιρός του ιάσασθαι, καιρός του καθελείν και καιρός του οικοδομείν, καιρός του κλαύσαι και καιρός του γελάσαι, καιρός του κόψασθαι και καιρός του ορχήσασθαι, καιρός του βαλείν λίθους και καιρός του συναγαγείν λίθους, καιρός του περιλαβείν και καιρός του μακρυνθήναι από περιλήψεως, καιρός του ζητήσαι και καιρός του απολέσαι, καιρός του φυλάξαι και καιρός του εκβαλείν, καιρός του ρήξαι και καιρός του ράψαι, καιρός του σιγάν και καιρός του λαλείν, καιρός του φιλήσαι και καιρός του μισήσαι, καιρός πολέμου και καιρός ειρήνης.
Σειρ. 4,20 Συντήρησον καιρόν και φύλαξαι από πονηρού και περί της ψυχής σου μη αισχυνθής·
Σειρ. 4,23 Μὴ κωλύσης λόγον εν καιρω σωτηρίας·
Σειρ. 32,4 Ὅπου ακρόαμα, μη εκχέης λαλιάν και ακαίρως μη σοφίζου.
Σειρ. 20,6 Ἔστι σιωπών, ου γαρ έχει απόκρισιν, και έστι σιωπών ειδώς καιρόν.
Σειρ. 20,7 Ἄνθρωπος σοφός σιγήσει έως καιρού, ο δε λαπιστής και άφρων υπερβήσεται καιρόν.
Σειρ. 20,20 Ἀπό στόματος μωρού αποδοκιμασθήσεται παραβολή, ου γαρ μη είπη αυτήν εν καιρω αυτής.
ΠΕΡΙ ΚΑΙΡΟΥ ΜΕΤΑΝΟΙΑΣ
Β Κορ-6,2 Ιδού νύν καιρός εὐπρόσδεκτος, ἰδού νύν ημέρα σωτηρίας.
Γαλ-6,10 Άρα ούν ως καιρόν έχομεν, εργαζόμεθα το αγαθόν προς πάντας, μάλιστα δε προς τους οικείους της πίστεως.
Εφεσ-5,15-16 Βλέπετε ούν πώς ακριβώς περιπατείτε, μη ως άσοφοι, αλλ' ως σοφοί, εξαγοραζόμενοι τον καιρόν, ότι αι ημέραι πονηραί εισι.
Ησ-49,8 Ούτως λέγει Κύριος· καιρώ δεκτώ επήκουσά σου και εν ημέρα σωτηρίας εβοήθησά σοι.
Κολ. 4,5 Ἐν σοφία περιπατείτε πρὸς τοὺς ἔξω, τὸν καιρόν ἐξαγοραζόμενοι.
Ρωμ-13,11 Και τούτο, ειδότες τον καιρόν, ότι ώρα ημάς ήδη εξ ύπνου εγερθήναι . νύν γάρ εγγύτερον ημών η σωτηρία ή ότε επιστεύσαμεν.
ΠΕΡΙ ΚΑΛΛΟΥΣ
Παρ-6,25 Μὴ σε νικήσῃ κάλλους ἐπιθυμία, μηδὲ ἀγρευθῇς σοῖς ὀφθαλμοῖς, μηδὲ συναρπασθῇς ἀπὸ τῶν αὐτῆς βλεφάρων·
Παρ-11,22 Ώσπερ ενώτιον εν ρινί υός, ούτως γυναικί κακόφρονι κάλλος.
Παρ-29-Μασ.31,30 Ψευδείς αρέσκειαι και μάταιον κάλλος γυναικός . γυνή γάρ συνετή ευλογείται, φόβον δέ Κυρίου αύτη αινείτω.  
Σειρ-9,8 Απόστρεψον οφθαλμόν από γυναικός ευμόρφου και μη καταμάνθανε κάλλος αλλότριον εν κάλλει γυναικός πολλοί επλανήθησαν και εκ τούτου φιλία ως πύρ ανακαίεται.
Σειρ-11,2 Μή αινέσης άνδρα εν κάλλει αυτού και μή βδελύξη άνθρωπον εν οράσει αυτού.
Σειρ-25,21 Μη προσπέσης επί κάλλος γυναικός και γυναίκα μή επιποθήσης.
Σειρ-36,22 Κάλλος γυναικός ιλαρύνει πρόσωπον καί υπέρ πάσαν επιθυμίαν ανθρώπου υπεράγει.
Σειρ-42,12 Παντί ανθρώπω μη έμβλεπε εν κάλλει και εν μέσω γυναικών μη συνέδρευε.
Ψαλμ-118,37 Απόστρεψον γαρ τους οφθαλμους μου του μη ιδείν ματαιότητα.
ΠΕΡΙ ΚΑΛΩΝ ΕΡΓΩΝ
Α Τιμ-5,25 Ωσαύτως και τα καλά έργα προδηλά έστι, και τα άλλως έχοντα κρυβήναι ού δύναται.
Εκκλ-9,10 Πάντα, όσα αν εύρη η χείρ σου του ποιήσαι, ως η δυναμίς σου ποίησον, ότι ούκ έστι ποίημα και λογισμός και γνώσις και σοφία εν άδη όπου σύ πορεύη εκεί.
Ιακ-4,17 Ειδότι ούν καλόν ποιείν και μη ποιούντι, αμαρτία αυτώ εστιν.
Ρωμ-4,4 Τω γαρ εργαζομενω ο μισθος ου λογίζεται κατά χάριν αλλα κατά οφείλημα
Ματθ-5,16 Ούτω λαμψάτω τό φώς υμών έμπροσθεν τών ανθρώπων, όπως ίδωσιν υμών τά καλά έργα καί δοξάσωσι τό πατέρα υμών τόν εν τοίς ουρανοίς.
Ματθ-25,35 Επείνασα γάρ, και εδώκατε μοι φάγειν, εδίψασα και εποτίσατε με, ξένος ημην, και συναγάγετέ με.
Ματθ-25,36 Γυμνός και περιεβάλετέ με, ησθένησα και επεσκέψασθέ με, εν φυλακή ημην και ήλθετε πρός με.
Σειρ-7,34 Μη υστέρει από κλαιόντων και μετά πενθούντων πένθησον.
Σειρ-7,35 Μη όκνει επισκέπτεσθαι άρρωστον, εκ γάρ των τοιούτων αγαπηθήση.
Σειρ-12,1 Εάν εύ ποιής, γνώθι τίνι ποιείς, και έσται χάρις τοίς αγαθοίς σου.
ΠΕΡΙ ΚΑΡΔΙΑΣ
Α Ιωάν. 3,19-20 Καὶ ἐν τούτῳ γινώσκομεν ὅτι ἐκ τῆς ἀληθείας ἐσμέν, καὶ ἔμπροσθεν αὐτοῦ πείσομεν τὰς καρδίας ἡμῶν, ὅτι ἐὰν καταγινώσκῃ ἡμῶν ἡ καρδία, ὅτι μείζων ἐστὶν ὁ Θεὸς τῆς καρδίας ἡμῶν καὶ γινώσκει πάντα.
Α΄ Ἰωάν. 3,21-22 ἀγαπητοί, ἐὰν ἡ καρδία ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν παῤῥησίαν ἔχομεν πρὸς τὸν Θεόν, καὶ ὂ ἐὰν αἰτῶμεν λαμβάνομεν παρ’ αὐτοῦ ὅτι τὰς ἐντολάς αὐτοῦ τηρούμεν καὶ τὰ ἀρεστά ἐνώπιον αὐτοῦ ποιούμεν.
Ἐκκλ.11,9-10 Εὐφραίνου, νεανίσκε, εν νεότητί σου, και αγαθυνάτω σε η καρδία σου εν ημέραις νεότητός σου, και περιπάτει εν οδοίς καρδίας σου άμωμος και μη εν οράσει οφθαλμών σου και γνώθι ότι επί πάσι τούτοις άξει σε ο Θεός εν κρίσει. και απόστησον θυμόν από καρδίας σου και παράγαγε πονηρίαν από σαρκός σου, ὅτι ἡ νεότης καὶ ἡ ἄνοια ματαιότης.
Λουκ. 6,45 ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ προφέρει τὸ ἀγαθόν, καὶ ὁ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ προφέρει τὸ πονηρόν· ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας λαλεῖ τὸ στόμα αὐτοῦ.
Λουκ. 21,34 Προσέχετε δὲ ἑαυτοῖς μήποτε βαρηθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιοτικαῖς, καὶ αἰφνίδιος ἐφ᾿ ὑμᾶς ἐπιστῇ ἡ ἡμέρα ἐκείνη·
Ματθ. 5,8 μακάριοι οἱ καθαροί τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.
Ματθ. 6,21 ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ ἔσται καὶ ἡ καρδία ὑμῶν.
Ματθ.12,34 γεννήματα ἐχιδνῶν, πῶς δύνασθε ἀγαθὰ λαλεῖν πονηροὶ ὄντες; ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖ.
Ματθ. 13,15 ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσι καὶ τῇ καρδίᾳ συνῶσι καὶ ἐπιστρέψωσι, καὶ ἰάσομαι αὐτούς.
Ματθ.15,8 ἐγγίζει μοι ὁ λαὸς οὗτος τῷ στόματι αὐτῶν καὶ τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ᾿ ἐμοῦ·
Ματθ.15,18 τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος ἐκ τῆς καρδίας ἐξέρχεται, κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον.
Ματθ.15,19-20 ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί, φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαί, ψευδομαρτυρίαι, βασφημίαι. ταύτά εστι τα κοινούντα τον άνθρωπον· το δε ανίπτοις χερσί φαγείν ου κοινοί τον άνθρωπον.
Μαρκ. 6,52 οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς ἄρτοις, ἀλλ᾿ ἦν αὐτῶν ἡ καρδία πεπωρωμένη.
Μαρκ. 7,21 ἔσωθεν γὰρ ἐκ τῆς καρδίας τῶν ἀνθρώπων οἱ διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται, μοιχεῖαι, πορνεῖαι, φόνοι,
Μαρκ. 8,17 καὶ γνοὺς ὁ Ἰησοῦς λέγει αὐτοῖς· τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε; οὔπω νοεῖτε οὐδὲ συνίετε; ἔτι πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμῶν;
Παρ.4,23 Πάσῃ φυλακῇ τήρει σὴν καρδίαν, ἐκ γὰρ τούτων ἔξοδοι ζωῆς.
Παρ. 6,14 Διεστραμμένη καρδία τεκταίνεται κακά, εν παντί καιρω ο τοιούτος ταραχάς συνίστησι πόλει.
Παρ.15,29β Καρδία ἀνδρὸς λογιζέσθω δίκαια, ἵνα ὑπὸ τοῦ Θεοῦ διορθωθῇ τὰ διαβήματα αὐτοῦ.
Παρ. 17,3 Ὥσπερ δοκιμάζεται εν καμίνω άργυρος και χρυσός, ούτως εκλεκταί καρδίαι παρά Κυρίω.
Παρ.17,20-21 ... ὁ δὲ σκληροκάρδιος οὐ συναντᾶ ἀγαθοῖς. ... καρδία δε άφρονος οδύνη τω κεκτημένω αυτήν.
Παρ. 18,12 Πρὸ συντριβῆς ὑψοῦται καρδία ἀνδρός, καὶ πρὸ δόξης ταπεινοῦται.
Παρ.28,14 Μακάριος ανήρ, ος καταπτήσσει πάντα δι’ ευλάβειαν, ο δε σκληρός την καρδίαν εμπεσείται κακοίς.
Ρωμ. 10,10 καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.
Σειρ-2,13 Ουαί καρδία παρειμένη, ότι ού πιστεύει. δια τούτο ού σκεπασθήσεται.
Σειρ. 3,27 Καρδία σκληρά βαρυνθήσεται πόνοις, και ο αμαρτωλός προσθήσει αμαρτίαν εφ ‘ αμαρτίαις.
Σειρ-13,25 Καρδία ανθρώπου αλλοιοί το πρόσωπον αυτού, εάν τε είς αγαθά εάν τε είς κακά.
Σειρ-13,26 Ίχνος καρδίας εν αγαθοίς πρόσωπον ιλαρόν, και εύρεσις παραβολών διαλογισμοί μετά κόπου.
Σοφ. Σειρ. 22,16 Ἱμάντωσις ξυλίνη ἐνδεδεμένη εἰς οἰκοδομὴν ἐν συσσεισμῷ οὐ διαλυθήσεται· οὕτως καρδία ἐστηριγμένη ἐπὶ διανοήματος βουλῆς ἐν καιρῷ οὐ δειλιάσει.
Σειρ-25,23 Καρδία ταπεινή και πρόσωπον σκυθρωπόν και πληγή καρδίας γυνή πονηρά· χείρες παρειμέναι και γόνατα παραλελυμένα ήτις ού μακαριεί τον άνδρα αυτής.
ΠΕΡΙ ΚΑΤΗΓΟΡΙΑΣ ΙΕΡΩΝ ΚΑΙ ΑΡΧΟΝΤΩΝ
Α Τιμ-5,19 Κατά πρεσβυτέρου κατηγορίαν μη παραδέχου, εκτός εί μη επί δύο ή τριών μαρτύρων.
Εξοδ-22,28 Θεούς ου κακολογήσεις, και άρχοντα του λαού σου ουκ κακώς ερείς.
Ψαλμ.104,15 Μη άπτεσθε επί των χριστών μου και εν ταις προφήταις μου μη πονηρεύεσθε.
ΠΕΡΙ ΚΑΤΑΚΡΙΣΕΩΣ, ΚΑΤΑΛΑΛΙΑΣ ΚΑΙ ΛΟΙΔΟΡΙΑΣ
Α Κορ-4,5 Ώστε μη προ καιρού τι κρίνετε εως αν έλθη ο Κύριος ός και φωτίσει τα κρυπτά του σκότους και φανερώσει τας βουλάς των καρδιών, και τότε ο έπαινος γενήσεται εκάστω από Θεού.
Α Κορ. 11,32 κρινόμενοι δὲ ὑπὸ τοῦ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν.
Α Πετρ. 2,1 Ἀποθέμενοι οὖν πᾶσαν κακίαν καὶ πάντα δόλον καὶ ὑποκρίσεις καὶ φθόνους καὶ πάσας καταλαλιάς,
Α Πετρ-3,10 Ο γάρ θέλων ζωήν αγαπάν και ιδείν ημέρας αγαθάς παυσάτω την γλώσσαν αυτού από κακού και χείλη αυτού του μη λαλήσαι δόλον
Ζαχαρ-8,17 Έκαστος την κακίαν του πλησίον αυτού μη λογίζεσθε εν τας καρδίαις ημών.
Ιάκ-3,2 Πολλά γάρ πταίομεν άπαντες. Εί τις εν λόγω ου πταίει, ούτος τέλειος ανήρ, δυνατός χαλιναγωγήσαι και όλον το σώμα.
Ιακ. 4,11 Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί. ὁ καταλαλῶν ἀδελφοῦ καὶ κρίνων τὸν ἀδελφὸν αὐτοῦ καταλαλεῖ νόμου καὶ κρίνει νόμον· εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς νόμου, ἀλλὰ κριτής.
Ιακ-4,12 Είς εστιν ο νομοθέτης και κριτής ο δυνάμενος σώσαι και απολέσαι συ δε τις εί ός κρίνεις τον έτερον.
Ιακ. 5,9 μὴ στενάζετε κατ᾿ ἀλλήλων, ἀδελφοί, ἵνα μή κριθῆτε· ἰδοὺ ὁ κριτὴς πρὸ τῶν θυρῶν ἕστηκεν.
Ιωαν-7,24 Μη κρίνετε κατ' όψιν, αλλά την δικαίαν κρίσιν κρίνατε.
Ιωαν-8,15 Εγω ου κρινω ουδενα. Και εάν κρίνω δε εγώ, η κρίσις η εμή αληθής εστίν, ότι μόνος ούκ εμί, αλλ' εγώ και ο πέμψας με πατήρ.
Ματθ-12,37 Εκ γαρ των λογων σου δικαιωθήση και εκ των λογων σου καταδικασθήση.
Ματθ-15,11 Ου το εισερχόμενον εις το στόμα κοινοί τον άνθρωπον αλλά το εκπορευόμενον εκ του στόματος τούτο κοινοί τον άνθρωπον.
Ματθ-5,22 Ο καταλαλών ένοχος έσται εις την γέεναν του πυρός.
Ματθ-7,1-2 Μην κρίνετε ίνα μην κριθήτε. Εν ω γαρ κρίματι κρίνετε κριθήσεσθε και εν ω μέτρω μετρήτε μετρηθήσεται υμίν.
Παρ-4,24 Περίελε σεαυτού σκολιόν στόμα και αδίκα χείλη μακράν από σου άπωσαι.
Παρ-10,18 Καλύπτουσιν έχθρα χείλη δίκαια, οι δε εκφέροντες λοιδορίας αφρονέστατοι εισιν.
Παρ-10,19 Εκ πολυλογίας, ούκ εκφεύξη αμαρτίαν, φειδόμενος δε χειλέων νοήμων έση.
Παρ-13,3 Ος φυλάσει το εαυτού στόμα, τηρεί την εαυτού ψυχήν, ο δε προπετής χείλεσι πτοήσει εαυτόν.
Παρ-15,26 Βδελυγμα Κυριω λογισμος αδικος, αγνών δε ρήσεις σεμναί.
Παρ-15,4 Ιασις γλώσσης δένδρον ζωής, ο δε συντηρών αυτήν πλησθήσεται πνεύματος.
Παρ-18,21 Θάνατος και ζωή εν χειρί γλώσσης, οι δε κρατούντες αυτής έδονται τους καρπούς αυτής.
Παρ-19,7 Ος ερεθίζει λόγους ου σωθήσεται.
Παρ. 20,3 Δόξα ανδρί αποστρέφεσθαι λοιδορίας, πας δε άφρων τοιούτοις συμπλέκεται.
Παρ-20,13 Μη αγαπά καταλαλείν ίνα μη εξαρθείς.
Παρ-21,23 Ος φυλάσει το στόμα αυτού και την γλώσσαν, διατηρεί εκ θλίψεως την ψυχήν αυτού.
Παρ. 25,24 Κρείσσον οικείν επί γωνίας δώματος ή μετά γυναικός λοιδόρου εν οικία κοινή.
Ρωμ-2,1-2 Διὸ ἀναπολόγητος εἰ ὧ άνθρωπε πᾶς ὁ κρίνων ἐν ὧ γὰρ κρίνεις τὸν ἔτερον σε ευατόν κατακρίνεις τα γαρ αυτά πράσεις
κρίνων. Λογίζη δὲ τοῦτο, ὧ ἄνθρωπε ὁ κρίνων τους τα τοιαύτα πράσσοντας και ποιων αυτά, ότι σύ εκφεύξη το κρίμα του Θεου;
Ρωμ.14,3 Ο εσθίων τον μη εσθίοντα μη εξουθενείτω, και ο μη εσθίων τον εσθίοντα μη κρινέτω ο Θεος γαρ αυτόν προσελάβετο.
Ρωμ.14,4 Συ τις ει ο κρίνων αλλότριον οικέτην; Τω ιδίω Κυρίω στηκει ή πίπτει σταθήσεται δε δυνατος γαρ εστιν ο Θεός στήσαι αυτόν.
Ρωμ-14,10 Σὺ δὲ τὶ κρίνεις τὸν ἀδελφόν σου; ἢ καὶ σὺ τὶ ἐξουθενεῖς τὸν ἀδελφόν σου; Παντες γαρ παραστησόμεθα τω βήματι
του Χριστού.
Ρωμ.14,13 Μηκέτι ούν αλλήλους κρινομεν, αλλα τούτο κρινατε μάλλον το μη τιθέναι πρόσκομμα τω αδελφώ ή σκάνδαλον.
Σειρ-5,13 Δόξα και ατιμία εν λαλία, και γλώσσα ανθρώπου πτώσις αὐτῶ.
Σειρ-5,14 Μη κληθής ψίθυρος, και τη γλώσση σου μη ενέδρευε . Επί γάρ τω κλέπτη έστιν αισχύνη, και κατάγνωσις πονηρά επί δίγλωσσου.
Σειρ-21,28 Μολύνει την εαυτού ψυχήν ο ψιθυρίζων και εν παροικήσει μισηθήσεται.
Σειρ. 22,24 Πρὸ πυρὸς ἀτμίς καμίνου καὶ καπνός· οὕτως πρὸ αἱμάτων λοιδορίαι.
Σειρ-28,25 Και τοίς λόγοις σου ποίησον ζυγόν και σταθμόν, και τω στοματί σου ποίησον θύραν και μοχλόν.
Σοφ.Σολ.1,11 Φυλάξασθε τοίνυν γογγυσμόν ανωφελή και από καταλαλιάς φείσασθε γλώσσης· ότι φθέγμα λαθραίον κενόν ου πορεύσεται, στόμα δε καταψευδόμενον αναιρεί ψυχήν.
Ψαλμ-7,9 Κύριος κρίνει λαούς, κρίνον με, Κύριε, κατά την δικαιοσύνην μου και κατά την ακακία μου επ' εμοί.
Ψαλμ-16,4 Όπως αν μη λαλήση το στόμα μου τα έργα των ανθρώπων, δια του λόγους των χειλέων σου εγώ εφύλαξα οδούς σκληράς.
Ψαλμ. 30,19 Ἄλαλα γενηθήτω τα χείλη τα δόλια τα λαλούντα κατά του δικαίου ανομίαν εν υπερηφανία και εξουδενώσει.
Ψαλμ-33,14 Παύσον την γλώσσαν σου από κακού και χείλη σου του μη λαλήσαι δόλον.
Ψαλμ-37,14 Εγώ δε ώσει κωφός ούκ ήκουον και ώσει άλαλος ούκ ανοίγων το στόμα αυτού.
Ψαλμ-37,15 Και εγενόμην ώσει άνθρωπος ούκ ακούων και ούκ έχων έν τω στόματι αυτού ελεγμούς.
Ψαλμ.49,19-21 Το στόμα σου επλεόνασε κακίαν, και η γλώσσά σου περιέπλεκε δολιότητα· καθήμενος κατά του αδελφού σου κατελάλεις και κατά του υιού της μητρός σου ετίθεις σκάνδαλον. ταύτα εποίησας, και εσίγησα· υπέλαβες ανομίαν, ότι έσομαί σοι όμοιος· ελέγξω σε και παραστήσω κατά πρόσωπόν σου τας αμαρτίας σου.
Ψαλμ. 77,19 Καὶ κατελάλησαν του Θεού και είπαν· μη δυνήσεται ο Θεός ετοιμάσαι τράπεζαν εν ερήμω;
Ψαλμ-100,5 Τον καταλαλούντα λάθρα τον πλησίον αυτού τούτον εξεδίωκων.
Ψαλμ-139,12 Ανήρ γλωσσώδης ού κατευθυνθήσεται επι της γής
Ψαλμ-140,3 Θού Κύριε, φυλακήν τω στοματί μου και θύραν περιοχής περι τα χείλη μου.
ΠΕΡΙ ΚΑΤΑΡΑΣ
Β΄ Βασ.1,21 Εἶπε Δαβίδ· Ὄρη τὰ Γαλβουέ, μήτε δρόσος, μήτε ὑετὸς πέσῃ ἐφ’ ὑμᾶς.Ὄρη θανάτου, ὅτι ἐκεῖ ἐξηράνθη σκέπη δυνατῶν.
Β΄ Τιμ. 4,14.- «Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο. Ἀποδώσει αὐτῷ ὁ Κύριος κατὰ τὰ ἔργα αὐτοῦ».
Εκκλ-7,21 Και γε εις πάντας λόγους, ούς λαλήσουσιν ασεβείς, μη θής καρδία σου, όπως μη ακούσης του δούλου σου καταρωμένου σε
Ἐκκλ.10,20 Ἐν συνειδήσει σου βασιλέα μη καταράση, και εν ταμιείοις κοιτώνων σου μη καταράση πλούσιον· ότι πετεινόν του ουρανού αποίσει συν την φωνήν σου, και ο έχων τας πτέρυγας απαγγελεί λόγον σου.
Ἰακ. 3,8.- «Ἡ γλῶσσα ἀκατάσχετον κακόν, μεστὴ ἰοῦ θανατηφόρου. Ἐν αὐτῇ εὐλογοῦμεν τὸν Θεὸν καὶ πατέρα, καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους τοὺς καθ’ ὁμοίωσιν Θεοῦ γεγενημένους. Ἐκ τοῦ αὐτοῦ στόματος ἐξέρχεται εὐλογία καὶ κατάρα».
Ματθ-5,44 Εγώ δε λεγω υμιν, αγαπατε τους εχθρους υμων, ευλογήτε τους καταρωμενους υμας, καλως ποιήτε τοις μισουσιν υμάς.
Ρωμ-12,14 Ευλογείτε τους διώκοντας υμάς, ευλογείτε και μη καταράσθε.
Παρ-24,10 Μη παραδώς οικέτην είς χείρας δεσπότου, μήποτε καταράσηταί σε και αφανισθής.
Παρ. 26,2. Ὥσπερ ὄρνεα πέταται καὶ στρουθοί, οὕτως ἀρὰ ματαία οὐκ ἐπελεύσεται οὐδενί.
Παρ-27,14 Ός αν ευλογή φίλον το πρωί μεγάλη τη φωνή, καταρωμένου ουδέν διαφέρει δόξει.
Σειρ-21,27 Ἐν τῷ καταρᾶσθαι ἀσεβῆ τὸν σατανᾶν αὐτὸς καταρᾶται τὴν ἑαυτοῦ ψυχήν.
Σειρ-3,9 ευλογία γάρ πατρος στηρίζει οίκους τέκνων, κατάρα μητρός εκριζοί θεμέλια.
Σειρ-4,5 Από δεομένου μη αποστρέψεις οφθαλμον και μη δώς τόπον ανθρώπω καταράσασθαί σε
Σειρ-4,6 καταρωμένου γάρ σε εν πικρία ψυχής αυτού, της δεήσεως αυτού επακούσεται ο ποιήσας αυτόν.
Σειρ-34,24 Είς ευχόμενος και είς καταρώμενος . τίνος φωνής εισακούσεται ο Δεσπότης;
Ψαλμ-108,18 Και ενεδύσατο κατάραν ως ιμάτιον, και εισήλθεν ώσει ύδωρ εις τα έγκατα αυτού και ωσεί έλαιον εν τοις οστέοις αυτού.
ΠΕΡΙ ΚΑΤΑΦΡΟΝΗΣΕΩΣ ΚΑΙ ΚΑΤΑΦΡΟΝΟΥΝΤΩΝ
Α Κορ. 11,22 μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; ἢ τῆς ἐκκλησίας τοῦ Θεοῦ καταφρονεῖτε καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας; τί ὑμῖν εἴπω; ἐπαινέσω ὑμᾶς ἐν τούτω; οὐκ ἐπαινῶ.
Α Τιμ. 4,12 μηδείς σου τῆς νεότητος καταφρονείτω, ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν πνεύματι, ἐν πίστει, ἐν ἁγνείᾳ.
Α Τιμ. 6,2 οἱ δὲ πιστοὺς ἔχοντες δεσπότας μὴ καταφρονείτωσαν, ὅτι ἀδελφοί εἰσιν, ἀλλὰ μᾶλλον δουλευέτωσαν, ὅτι πιστοί εἰσι καὶ ἀγαπητοὶ οἱ τῆς εὐεργεσίας ἀντιλαμβανόμενοι.
Β Πετρ. 2,10 μάλιστα δὲ τοὺς ὀπίσω σαρκὸς ἐν ἐπιθυμίᾳ μιασμοῦ πορευομένους καὶ κυριότητος καταφρονοῦντας. τολμηταί, αὐθάδεις! δόξας οὐ τρέμουσι βλασφημοῦντες,
Εβρ. 12,2 ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρόν, αἰσχύνης καταφρονήσας, ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ Θεοῦ κεκάθικεν.
Ματθ. 18,10 Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων· λέγω γὰρ ὑμῖν ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν οὐρανοῖς διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.
Παρ.13,13 Ὃς καταφρονεί πράγματος, καταφρονηθήσεται ὑπ’ αὐτοῦ· ὁ δὲ φοβούμενος εντολήν, οὕτος ὑγιαίνει.
Παρ.13,15 Σύνεσις αγαθή δίδωσι χάριν, το δε γνώναι νόμον διανοίας εστίν αγαθής, οδοί δε καταφρονούντων εν απωλεία.
Παρ. 18,3 Ὅταν ἔλθῃ ἀσεβὴς εἰς βάθος κακῶν, καταφρονεῖ, ἐπέρχεται δὲ αὐτῷ ἀτιμία καὶ ὄνειδος.
Παρ. 19,16 Ὃς φυλάσσει ἐντολήν, τηρεῖ τὴν ἑαυτοῦ ψυχήν, ὁ δὲ καταφρονῶν τῶν ἑαυτοῦ ὁδῶν ἀπολεῖται.
Πραξ. 13,41 ἴδετε, οἱ καταφρονηταί, καὶ θαυμάσατε καὶ ἀφανίσθητε, ὅτι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν, ἔργον ᾧ οὐ μὴ πιστεύσητε ἐάν τις ἐκδιηγῆται ὑμῖν.
Ρωμ. 2,4 ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει;
Σειρ. 5,15 Ἐν μεγάλῳ καὶ ἐν μικρῷ μὴ ἀγνόει.
Σειρ-19,1 Ὁ εξουθενών τα ολίγα κατά μικρόν πεσείται.
ΠΕΡΙ ΚΑΥΧΗΣΕΩΣ
Α Κορ. 1,28-29 καὶ τὰ ἀγενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ Θεός, καὶ τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ, ὅπως μὴ καυχήσηται πᾶσα σάρξ ἐνώπιον τοῦ Θεοῦ.
Α Κορ. 1,31 ἵνα, καθὼς γέγραπται, ὁ καυχώμενος ἐν Κυρίῳ καυχάσθω.
Α Κορ. 3,21 ὥστε μηδεὶς καυχάσθω ἐν ἀνθρώποις· πάντα γὰρ ὑμῶν ἐστιν,
Α Κορ. 4,7 τίς γάρ σε διακρίνει; τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες; εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών;
Α Κορ. 5,6 Οὐ καλὸν τὸ καύχημα ὑμῶν. οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ;
Α Κορ. 9,16 ἐὰν γὰρ εὐαγγελίζωμαι, οὐκ ἔστι μοι καύχημα· ἀνάγκη γάρ μοι ἐπίκειται· οὐαὶ δὲ μοί ἐστιν ἐὰν μὴ εὐαγγελίζωμαι·
Α Κορ. 15,31 καθ᾿ ἡμέραν ἀποθνήσκω, νὴ τὴν ὑμετέραν καύχησιν ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.
Β Κορ. 1,12 Ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστί, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν, ὅτι ἐν ἁπλότητι καὶ εἰλικρινείᾳ Θεοῦ, οὐκ ἐν σοφίᾳ σαρκικῇ, ἀλλ᾿ ἐν χάριτι Θεοῦ ἀνεστράφημεν ἐν τῷ κόσμῳ, περισσοτέρως δὲ πρὸς ὑμᾶς.
Β Κορ. 5,12 οὐ γὰρ πάλιν ἑαυτοὺς συνιστάνομεν ὑμῖν, ἀλλὰ ἀφορμὴν διδόντες ὑμῖν καυχήματος ὑπὲρ ἡμῶν, ἵνα ἔχητε πρὸς τοὺς ἐν προσώπῳ καυχωμένους καὶ οὐ καρδίᾳ.
Β Κορ. 7,4 πολλή μοι παῤῥησία πρὸς ὑμᾶς, πολλή μοι καύχησις ὑπὲρ ὑμῶν· πεπλήρωμαι τῇ παρακλήσει, ὑπερπερισσεύομαι τῇ χαρᾷ ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν.
Β Κορ. 7,14 ὅτι εἴ τι αὐτῷ ὑπὲρ ὑμῶν κεκαύχημαι, οὐ κατῃσχύνθην, ἀλλ᾿ ὡς πάντα ἐν ἀληθείᾳ ἐλαλήσαμεν ὑμῖν, οὕτω καὶ ἡ καύχησις ἡμῶν ἡ ἐπὶ Τίτου ἀλήθεια ἐγενήθη.
Β Κορ. 10,16 εἰς τὰ ὑπερέκεινα ὑμῶν εὐαγγελίσασθαι, οὐκ ἐν ἀλλοτρίῳ κανόνι εἰς τὰ ἕτοιμα καυχήσασθαι.
Β Κορ. 10,17 ὁ δὲ καυχώμενος ἐν Κυρίῳ καυχάσθω·
Β Κορ.11,12 ὃ δὲ ποιῶ, καὶ ποιήσω, ἵνα ἐκκόψω τὴν ἀφορμὴν τῶν θελόντων ἀφορμήν, ἵνα ἐν ᾧ καυχῶνται εὑρεθῶσι καθὼς καὶ ἡμεῖς.
Β Κορ. 11,16 Πάλιν λέγω, μὴ τίς με δόξῃ ἄφρονα εἶναι· εἰ δὲ μή γε, κἂν ὡς ἄφρονα δέξασθέ με, ἵνα κἀγὼ μικρόν τι καυχήσωμαι.
Β Κορ. 11,17 ὃ λαλῶ οὐ λαλῶ κατὰ Κύριον, ἀλλ᾿ ὡς ἐν ἀφροσύνῃ, ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως.
Β Κορ. 11,18 ἐπεὶ πολλοὶ καυχῶνται κατὰ τὴν σάρκα, κἀγὼ καυχήσομαι.
Β Κορ. 11,30 εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας μου καυχήσομαι.
Β Κορ. 12,1 Καυχᾶσθαι δὴ οὐ συμφέρει μοι· ἐλεύσομαι γὰρ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις Κυρίου.
Β Κορ. 12,5 ὑπὲρ τοῦ τοιούτου καυχήσομαι, ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι εἰ μὴ ἐν ταῖς ἀσθενείαις μου.
Β Κορ. 12,6 ἐὰν γὰρ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων· ἀλήθειαν γὰρ ἐρῶ· φείδομαι δὲ μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με ἢ ἀκούει τι ἐξ ἐμοῦ.
Β Κορ. 12,9 ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ᾿ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ.
Β Κορ. 12,11 Γέγονα ἄφρων καυχώμενος! ὑμεῖς με ἠναγκάσατε. ἐγὼ γὰρ ὤφειλον ὑφ᾿ ὑμῶν συνίστασθαι· οὐδὲν γὰρ ὑστέρησα τῶν ὑπερλίαν ἀποστόλων, εἰ καὶ οὐδέν εἰμι.
Γαλ. 6,4 τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος, καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει καὶ οὐκ εἰς τὸν ἕτερον·
Γαλ. 6,14 ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾿ οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ.
Εφ. 2,8-9 τῇ γὰρ χάριτί ἐστε σεσωσμένοι διὰ τῆς πίστεως· καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, Θεοῦ τὸ δῶρον, οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται.
Ιακ. 1,9 καυχάσθω δὲ ὁ ἀδελφὸς ὁ ταπεινὸς ἐν τῷ ὕψει αὐτοῦ,
Ιακ. 4,16 νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν.
Ρωμ. 2,23 ὃς ἐν νόμῳ καυχᾶσαι, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις;
Ρωμ. 3,27 Ποῦ οὖν ἡ καύχησις; ἐξεκλείσθη. διὰ ποίου νόμου; τῶν ἔργων; οὐχί, ἀλλὰ διὰ νόμου πίστεως.
Ρωμ. 4,2  εἰ γὰρ Ἀβραὰμ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα, ἀλλ᾿ οὐ πρὸς τὸν Θεόν.
Ρωμ. 5,2 δι᾿ οὗ καὶ τὴν προσαγωγὴν ἐσχήκαμεν τῇ πίστει εἰς τὴν χάριν ταύτην ἐν ᾗ ἑστήκαμεν, καὶ καυχώμεθα ἐπ᾿ ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ.
Ρωμ. 5,3  οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν, εἰδότες ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργάζεται,
Ρωμ. 5,11 οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμενοι ἐν τῷ Θεῷ διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾿ οὗ νῦν τὴν καταλλαγὴν ἐλάβομεν.
Ρωμ. 15,17 ἔχω οὖν καύχησιν ἐν Χριστῷ Ἰησοῦ τὰ πρὸς τὸν Θεόν·
Φιλιπ. 1,26 ἵνα τὸ καύχημα ὑμῶν περισσεύῃ ἐν Χριστῷ Ἰησοῦ ἐν ἐμοὶ διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ὑμᾶς.
Φιλιπ. 2,16 λόγον ζωῆς ἐπέχοντες, εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν Χριστοῦ, ὅτι οὐκ εἰς κενὸν ἔδραμον οὐδὲ εἰς κενὸν ἐκοπίασα.
ΠΕΡΙ ΚΕΝΟΔΟΞΙΑΣ
Α΄Βασ.2,10 Μη καυχάσθω ο φρόνιμος εν τη φρονήσει αυτού, και μη καυχάσθω ο δυνατός εν τη δυνάμει αυτού, και μη καυχάσθω
ο πλούσιος εν τω πλούτω αυτού, αλλ΄ ἐν τούτω καυχάσθω ο καυχώμενος, συνιείν και γινώσκειν τον Κύριον και ποιείν κρίμα και δικαιοσύνην εν μέσω της γης.
Α Κορ-3,18 Μηδείς εαυτόν εξαπατάτω· ει τις δοκεί σοφός είναι εν υμίν εν τω αιώνι τούτω, μωρός γενέσθω, ίνα γένηται σοφός.
Α Κορ-3,20-21 Καὶ πάλιν· Κύριος γινώσκει τους διαλογισμούς των σοφών, ότι εισί μάταιοι. ὤστε μηδείς καυχάσθω εν ανθρώποις· πάντα γαρ υμών εστιν,
Α Κορ-4,6-7 ...ἵνα ἐν ἡμῖν μάθητε τὸ μὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν, ἵνα μὴ εἷς ὑπὲρ τοῦ ἑνὸς φυσιούσθε κατὰ τοῦ ἐτέρου. τίς γὰρ σὲ διακρίνει; τὶ δὲ ἔχεις ὃ οὐκ ἔλαβες; Εἰ δὲ καὶ ἔλαβες, τὶ καυχάσαι ὠς μὴ λαβών;
Α Κορ-10,31 Είτε ούν εσθίετε είτε πίνετε είτε τι ποιείτε, πάντα εις δόξαν Θεού ποιείτε.
Β Κορ-12,11 Γέγονα άφρων καυχώμενος ! Υμείς με ηναγκάσατε. Εγώ γάρ ώφειλον υφ' υμών συνίστασθαι, ουδέν γάρ υστέρησα των υπερλίαν αποστόλων, εί και ουδέν ειμι.
Β΄ Κορ.10,12-13 Οὐ γὰρ τολμώμεν εγκρίναι ή συγκρίναι εαυτούς τισι των εαυτούς συνιστανόντων· αλλά αυτοί εν εαυτοίς εαυτούς μετρούντες και συγκρίνοντες εαυτούς εαυτοίς ου συνιούσιν. ἡμείς δε ουχί εις τα άμετρα καυχησόμεθα, αλλά κατά το
μέτρον του κανόνος ου εμέρισεν ημίν ο Θεός μέτρου, εφικέσθαι άχρι και υμών.
Β΄ Κορ.10,14-16 Οὐ γὰρ ὠς μὴ ἐφικνούμενοι εις υμάς υπερεκτείνομεν εαυτούς· άχρι γαρ και υμών εφθάσαμεν εν τω ευαγγελίω του Χριστού, ουκ εις τα άμετρα καυχώμενοι εν αλλοτρίοις κόποις, ελπίδα δε έχοντες, αυξανομένης της πίστεως υμών εν υμίν μεγαλυνθήναι κατά τον κανόνα ημών εις περισσείαν, εις τα υπερέκεινα υμών ευαγγελίσασθαι, ουκ εν αλλοτρίω κανόνι εις τα έτοιμα καυχήσασθαι.
Β΄ Κορ.10,17 Ὁ δε καυχώμενος εν Κυρίω καυχάσθω· οὐ γαρ ο εαυτόν συνιστών, ἐκείνος ἐστι δόκιμος, ἀλλ’ ὃν ὁ Κύριος συνίστησιν.
Β Πετρ-1,24 Διότι πάσα σάρξ ως χόρτος, και πάσα δόξα ανθρώπου ως άνθος χόρτου, εξηράνθη ο χόρτος, και το άνθος αυτού εξέπεσε, το δε ρήμα Κυρίου μένει εις τον αιώνα.
Γαλ. 6,3-5 Εἰ γαρ δοκεί τις είναί τι μηδέν ων, εαυτόν φρεναπατά. το δε έργον εαυτού δοκιμαζέτω έκαστος, και τότε εις εαυτόν μόνον το καύχημα έξει και ουκ εις τον έτερον· ἔκαστος γαρ το ίδιον φορτίον βαστάσει.
Ἰάκ.1,9-10 Καυχάσθω δε ο αδελφός ο ταπεινός εν τω ύψει αυτού, ο δε πλούσιος εν τη ταπεινώσει αυτού, ότι ως άνθος χόρτου παρελεύσεται.
Ιωαν-5,44 Πώς δύνασθε υμείς πιστεύσαι, δόξαν παρά αλλήλων λαμβάνοντες, και την δόξα την παρά του μόνου Θεού ού ζητήτε;
Ιωαν-12,43 Ηγάπησαν γάρ την δόξα των ανθρώπων μάλλον ήπερ την δόξα του Θεού.
Λουκ 6,26 Ουαί όταν καλώς υμάς είπωσι πάντες οι άνθρωποι, κατά τα αυτά γάρ εποίουν τοις ψευδοπροφήταις οι πατέρες αυτών.
Ματθ-6,1 Προσεχετε την ελεημοσύνην υμών μη ποιείν έμπροσθεν των ανθρώπων προς το θεαθήναι αυτοίς ει δε μηγε μισθόν έχετε παρά τω πατρί υμών τω εν τοις ουρανοίς.
Ματθ-6,3 Μη γνώτω η αριστερά σου τι ποιεί η δεξιά σου.
Παρ-3,5 Ισθι πεποιθώς εν όλη τη καρδία επι Θεώ, επί δε ση σοφία μη επαίρου.
Παρ-27,21 Δοκίμιον αργύρω και χρυσώ πύρωσις, ανήρ δε δοκιμάζεται δια στόματος εγκωμιαζόντων αυτόν.
Σολομ-14,14 Κενοδοξία γάρ ανθρώπων εισήλθεν είς κόσμον, και διά τούτο σύντομον αυτόν τέλος επενοήθη.
Φιλιπ-2,3 Μηδέν κατά εριθείαν ή κενοδοξία, αλλά τη ταπεινοφροσύνη αλλήλους ηγούμενοι υπερέχοντας εαυτών.
ΠΕΡΙ ΚΛΑΙΟΝΤΩΝ
Α Κορ. 7,30 καὶ οἱ κλαίοντες ὡς μὴ κλαίοντες, καὶ οἱ χαίροντες ὡς μὴ χαίροντες, καὶ οἱ ἀγοράζοντες ὡς μὴ κατέχοντες,
Ιακ. 4,9 ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε· ὁ γέλως ὑμῶν εἰς πένθος μεταστραφήτω καὶ ἡ χαρὰ εἰς κατήφειαν.
Ιακ. 5,1 Ἄγε νῦν οἱ πλούσιοι, κλαύσατε ὀλολύζοντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις·
Ιωάν. 16,20 ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι κλαύσετε καὶ θρηνήσετε ὑμεῖς, ὁ δὲ κόσμος χαρήσεται· ὑμεῖς δὲ λυπηθήσεσθε, ἀλλ᾿ ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται·
Ιωάν. 20,13 καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι· γύναι, τί κλαίεις; λέγει αὐτοῖς· ὅτι ἦραν τὸν Κύριόν μου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν.
Λουκ. 6,21 μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε.
Λουκ. 6,25 οὐαὶ ὑμῖν οἱ γελῶντες νῦν, ὅτι πενθήσετε καὶ κλαύσετε.
Λουκ. 7,13 καὶ ἰδὼν αὐτὴν ὁ Κύριος ἐσπλαγχνίσθη ἐπ᾿ αὐτῇ καὶ εἶπεν αὐτῇ· μὴ κλαῖε·
Λουκ. 7,32 ὅμοιοί εἰσι παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις καὶ προσφωνοῦσιν ἀλλήλοις καὶ λέγουσιν· ηὐλήσαμεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε, ἐθρηνήσαμεν ὑμῖν, καὶ οὐκ ἐκλαύσατε.
Λουκ. 7,38 καὶ στᾶσα ὀπίσω παρὰ τοὺς πόδας αὐτοῦ κλαίουσα, ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ τοῖς δάκρυσι καὶ ταῖς θριξὶ τῆς κεφαλῆς αὐτῆς ἐξέμασσε, καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ καὶ ἤλειφε τῷ μύρῳ.
Λουκ. 8,52 ἔκλαιον δὲ πάντες καὶ ἐκόπτοντο αὐτήν. ὁ δὲ εἶπε· μὴ κλαίετε· οὐκ ἀπέθανεν ἀλλὰ καθεύδει.
Λουκ. 19,41 καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπ᾿ αὐτῇ, λέγων
Λουκ. 22,62 καὶ ἐξελθὼν ἔξω ὁ Πέτρος ἔκλαυσε πικρῶς.
Λουκ. 23,28 στραφεὶς δὲ πρὸς αὐτὰς ὁ Ἰησοῦς εἶπε· θυγατέρες Ἱερουσαλήμ, μὴ κλαίετε ἐπ᾿ ἐμέ, πλὴν ἐφ᾿ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν.
Ματθ. 26,75 καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ ῥήματος Ἰησοῦ εἰρηκότος αὐτῷ ὅτι πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με· καὶ ἐξελθὼν ἔξω ἔκλαυσε πικρῶς.
Ρωμ. 12,15 χαίρειν μετὰ χαιρόντων καὶ κλαίειν μετὰ κλαιόντων.
ΠΕΡΙ ΚΛΗΣΕΩΣ ΚΑΙ ΚΛΗΤΩΝ
Α Κορ. 1,24 αὐτοῖς δὲ τοῖς κλητοῖς, Ἰουδαίοις τε καὶ Ἕλλησι, Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν·
Α Κορ. 1,26 Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοί, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοί, οὐ πολλοὶ εὐγενεῖς,
Α Κορ. 7,20 ἕκαστος ἐν τῇ κλήσει ᾗ ἐκλήθη, ἐν ταύτῃ μενέτω.
Αποκ. 17,14 οὗτοι μετὰ τοῦ ἀρνίου πολεμήσουσι, καὶ τὸ ἀρνίον νικήσει αὐτούς, ὅτι κύριος κυρίων ἐστὶ καὶ βασιλεὺς βασιλέων, καὶ οἱ μετ᾿ αὐτοῦ κλητοὶ καὶ ἐκλεκτοὶ καὶ πιστοί.
Β Θεσ. 1,11 εἰς ὃ καὶ προσευχόμεθα πάντοτε περὶ ὑμῶν, ἵνα ὑμᾶς ἀξιώσῃ τῆς κλήσεως ὁ Θεὸς ἡμῶν καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνης καὶ ἔργον πίστεως ἐν δυνάμει,
Β Πετρ. 1,10  διὸ μᾶλλον, ἀδελφοί, σπουδάσατε βεβαίαν ὑμῶν τὴν κλῆσιν καὶ ἐκλογὴν ποιεῖσθαι· ταῦτα γὰρ ποιοῦντες οὐ μὴ πταίσητέ ποτε.
Εβρ. 3,1 Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν Χριστόν,
Εφ. 1,18  πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας ὑμῶν, εἰς τὸ εἰδέναι ὑμᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ, καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις,
Εφ. 4,1 Παρακαλῶ οὖν ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν Κυρίῳ ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε,
Εφ. 4,4 ἓν σῶμα καὶ ἓν Πνεῦμα, καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν·
Ματθ. 20,16 Οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι καὶ οἱ πρῶτοι ἔσχατοι· πολλοὶ γάρ εἰσι κλητοί, ὀλίγοι δἐ ἐκλεκτοί.
Ρωμ. 1,1 Παῦλος, δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς εὐαγγέλιον Θεοῦ
Ρωμ. 1,6-7 ἐν οἷς ἐστε καὶ ὑμεῖς κλητοὶ Ἰησοῦ Χριστοῦ, πᾶσι τοῖς οὖσι ἐν Ῥώμῃ ἀγαπητοῖς Θεοῦ, κλητοῖς ἁγίοις· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
Ρωμ. 8,28 Οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν·
Ρωμ. 11,29 ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ Θεοῦ.
Φιλιπ. 3,14 ἑν δέ, τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος κατὰ σκοπὸν διώκω ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ.
ΠΕΡΙ ΚΛΟΠΗΣ ΚΑΙ ΑΡΠΑΓΗΣ
Α Κορ. 6,10 οὔτε πλεονέκται οὔτε κλέπται οὔτε μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι.
Ἐξοδ.22,1 Ἐὰν δὲ τις κλέψη μόσχον ή πρόβατον και σφάξη ή αποδώται, πέντε μόσχους αποτίσει αντί του μόσχου και τέσσαρα πρόβατα αντί του προβάτου.
Εφεσ. 4,28  ὁ κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος τὸ ἀγαθὸν ταῖς χερσίν, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι.
Ιωάν. 10,1 Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής·
Ιωάν. 10,8 πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ᾿ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα.
Ιωάν. 12,6 εἶπε δὲ τοῦτο οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ, ἀλλ᾿ ὅτι κλέπτης ἦν, καὶ τὸ γλωσσόκομον εἶχε καὶ τὰ βαλλόμενα ἐβάσταζεν.
Λευτ-19,13 Ούκ αδικήσεις τον πλησίον και ούχ αρπάσεις και ου μη κοιμηθήσεται ο μισθός του μισθωτού σου παρά σοι έως πρωί.
Λευτ-19,35 Ού ποιήσετε άδικον εν κρίσει, εν μέτροις και εν σταθμοίς και εν ζυγοίς. Ζύγια δίκαια και στάθμια δίκαια και χούς δίκαιος έσται εν υμίν.
Ματθ. 6,19-20 Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται διαρύσσουσι καὶ κλέπτουσι· θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται οὐ διορύσσουσιν οὐδὲ κλέπτουσιν·
Ματθ-21,13 Ο οίκος μου οίκος προσευχής κληθήσεται υμείς δε αυτόν εποιήσατε σπήλαιον ληστών.
Παρ-11,1 Ζυγοί δόλιοι βδέλυγμα ενώπιον Κυρίου, στάθμιον δε δίκαιον δεκτόν αυτώ.
Παρ-11,21 Χειρί χείρας εμβαλών αδίκως ούκ ατιμώρητος έσται, ο δε σπείρων δικαιοσύνην λήψεται μισθόν πιστόν.
Ρωμ. 2,21 ὁ οὖν διδάσκων ἕτερον σεαυτὸν οὐ διδάσκεις; ὁ κηρύσσων μὴ κλέπτειν κλέπτεις;
Σειρ-20,12 Έστιν αγοράζων πολλά ολίγου και αποτίννύων αυτά επταπλάσιον.
Σειρ-26,29 Μόλις εξελείται έμπορος από πλημμελείας, και ού δικαιωσθήσεται κάπηλος από αμαρτίας.
Σειρ-42,6 Επί γυναικί πονηρά καλόν σφραγίς, καί όπου χείρες πολλαί, κλέισον.
Ψαλμ-61,11 Μη ελπίζετε επ' αδικίαν και επί αρπάγματα μη επιποθείτε, πλούτος εάν ρέη, μη προστίθεσθε καρδίαν.
ΠΕΡΙ ΚΟΛΑΚΕΙΑΣ
Α Θεσ. 2,5 οὔτε γάρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθημεν, καθὼς οἴδατε, οὔτε ἐν προφάσει πλεονεξίας, Θεὸς μάρτυς,
Ησ-3,12 Οι μακαρίζοντες υμάς πλανώσιν υμάς και τον τρίβον των ποδών υμών ταράσουσιν
Ησ. 9,15 Και έσονται οι μακαρίζοντες τον λαόν τούτον πλανώντες και πλανώσιν, όπως καταπίωσιν αυτούς.
Ιουδα-16 Ούτοι εισι γογγυσταί, μεμψίμοιροι, κατά τας επιθυμίας αυτών πορευόμενοι, και το στόμα αυτών λαλεί υπέρογκα, θαυμάζοντες πρόσωπα ωφελείας χάριν.
Λουκ-6,26 Ουαί όταν καλώς υμάς είπωσι πάντες οι άνθρωποι, κατά τα αυτά γάρ εποίουν τοις ψευδοπροφήταις οι πατέρες αυτών.
Παρ. 16,21 Τους σοφούς και συνετούς φαύλους καλούσιν, οι δε γλυκείς εν λόγω πλείονα ακούσονται.
Παρ-26,22 Λόγοι κεκρώπων μαλακοί, ούτοι δε τύπτουσιν είς ταμεία σπλάγχνων.
Παρ-26,24 Χειλεσι πάντα επινεύει αποκλαιόμενος εχθρός, εν δε τη καρδία τεκταίνεται δόλους.
ΠΕΡΙ ΚΟΛΑΣΕΩΣ
Αποκ-14,10 Και αυτός πίεται εκ του οίνου του θυμού του Θεού του κεκερασμένου ακράτου εν τω ποτηρίω της οργής αυτού, και βασανισθήσεται εν πυρί και θείω ενώπιον των αγίων αγγέλων και ενώπιον του αρνίου.
Αποκ-14,11 Και ο καπνός του βασανισμού αυτών είς αιώνας αιώνων αναβαίνει, και ουκ έχουσιν ανάπαυσιν ημέρας και νυκτός οι προσκυνούντες το θηρίον και την εικόνα αυτού, και εί τις λαμβάνει το χάραγμα του ονόματος αυτού.
Αποκ. 19,20 καὶ ἐπιάσθη τὸ θηρίον καὶ ὁ μετ᾿ αὐτοῦ ψευδοπροφήτης ὁ ποιήσας τὰ σημεῖα ἐνώπιον αὐτοῦ, ἐν οἷς ἐπλάνησε τοὺς λαβόντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ· ζῶντες ἐβλήθησαν οἱ δύο εἰς τὴν λίμνην τοῦ πυρὸς τὴν καιομένην ἐν θείῳ.
Αποκ-20,10 Και ο δίαβολος ο πλανών αυτούς εβλήθη είς την λίμνη του πυρός και του θείου, … και βασανισθήσονται ημέρας και νυκτός είς τους αιώνας των αιώνων.
Αποκ. 20,14 καὶ ὁ θάνατος καὶ ὁ ᾅδης ἐβλήθησαν εἰς τὴν λίμνην τοῦ πυρός· οὗτος ὁ θάνατος ὁ δεύτερός ἐστιν.
Αποκ. 20,15 καὶ εἴ τις οὐχ εὑρέθη ἐν τῇ βίβλῳ τῆς ζωῆς γεγραμμένος, ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρός.
Αποκ-21,8 Τοις δε δειλοίς και απίστοις και εβδελυγμένοις και φονεύσι και πόρνοις και φαρμακοίς και ειδωλολάτραις και πάσι τοίς ψεύδεσι το μέρος αυτών εν τη λίμνη τη καιομένη εν πυρί και θείω
Β Πετρ-2,9 Οίδε Κύριος ευσεβείς εκ πειρασμού ρύεσθαι, αδίκους δε είς ημέραν κρίσεως κολαζομένους τηρείν
Ιουδ. 1,6 Ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχήν, ἀλλὰ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν·
Ἰώβ 7,9-10 Ἐὰν γὰρ ἄνθρωπος καταβή εἰς ἄδην, οὐκέτι μὴ ἀναβή, οὐδ’ οὐ μὴ ἐπιστρέψη ἔτι εἰς τὸν ἴδιον οἶκον, οὐδ’ οὐ μὴ ἐπιγνῷ αὐτὸν ἔτι ὁ τόπος αὐτοῦ.
Ἰώβ 10,20-22 Ἧ οὐκ ὁλίγος ἐστίν ὁ χρόνος τοῦ βίου μου; ἐασόν με ἀναπαύσασθαι μικρόν προ του με πορευθήναι όθεν οὐκ ἀναστρέψω, εἰς γῆν σκοτεινήν καὶ γνοφεράν, εἰς γῆν σκότους αιωνίου, ου ουκ έστι φέγγος, ουδέ οράν ζωήν βροτών.
Μαρκ-9,43 …εἰς την γέενναν, είς το πύρ το άσβεστον, όπου ο σκώληξ αυτών ου τελευτά και το πύρ ου σβέννυται.
Ματθ. 5,29 Εἰ δὲ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμα σου βληθῇ εἰς γέενναν.
Ματθ. 10,28 καὶ μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ.
Ματθ-13,42 Και βαλούσιν αυτούς είς την κάμινον του πυρός . εκεί έσται ο κλαυθμός και ο βρυγμός των οδόντων.
Ματθ. 13,49-50 οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος. ἐξελεύσονται οἱ ἄγγελοι καὶ ἀφοριοῦσι τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων, καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
Ματθ. 18,9 Καὶ εἰ ὁ ὀφθαλμός σου σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· καλὸν σοί ἐστι μονόφθαλμον εἰς τὴν ζωὴν εἰσελθεῖν, ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν γέενναν τοῦ πυρός.
Ματθ. 22,13 τότε εἶπεν ὁ βασιλεὺς τοῖς διακόνοις· δήσαντες αὐτοῦ πόδας καὶ χεῖρας ἄρατε αὐτὸν καὶ ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
Ματθ. 23,33 ὄφεις, γεννήματα ἐχιδνῶν! πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεέννης;
Ματθ. 25,30 καὶ τὸν ἀχρεῖον δοῦλον ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
Ματθ-25,41 Τότε ερεί και τοίς εξ ευωνύμων . πορεύσθε απ' εμού οι κατηραμένοι είς το πύρ το αιώνιον το ητοιμασμένον τω διαβόλω και τοίς αγγέλοις αυτού.
Ματθ-25,46 Και απελεύσονται ούτοι είς κόλασιν αιώνιον, οι δε δίκαιοι είς ζωήν αιώνιον.
Σειρ. 17,27-28 Ὑψίστω τις αἰνέσει ἐν ἄδου ἀντί ζώντων καὶ ζώντων καὶ διδόντων ἀνθομολόγησιν; ἀπὸ νεκρού ὠς μηδὲ ὄντος ἀπόλλυται ἐξομολόγησις· ζῶν καὶ ὑγιῆς αἰνέσει τὸν Κύριον.
Ψαλμ. 6,6 Ὅτι ουκ έστιν εν τω θανάτω ο μνημονεύων σου· εν δε τω άδη τις εξομολογήσεταί σοι;
Ψαλμ. 9,18 Αποστραφήτωσαν οι αμαρτωλοί είς τον άδην, πάντα τα έθνη τα επιλανθανόμενα του Θεού.
Ψαλμ.113,25 Οὐχ οἱ νεκροί αινέσουσί σε, Κύριε, ουδέ πάντες οι καταβαίνοντες εἰς άδου,
ΠΕΡΙ ΚΟΠΩΝ ΚΑΙ ΚΟΠΙΩΝΤΩΝ
Α Θεσ. 2,9 μνημονεύετε γάρ, ἀδελφοί, τὸν κόπον ἡμῶν καὶ τὸν μόχθον· νυκτὸς γὰρ καὶ ἡμέρας ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν ἐκηρύξαμεν εἰς ὑμᾶς τὸ εὐαγγέλιον τοῦ Θεοῦ.
Α Κορ. 3,8 ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων ἕν εἰσιν· ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον.
Α Κορ. 4,12 καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα,
Α Κορ. 15,10 χάριτι δὲ Θεοῦ εἰμι ὅ εἰμι· καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη, ἀλλὰ περισσότερον αὐτῶν πάντων ἐκοπίασα, οὐκ ἐγὼ δέ, ἀλλ᾿ ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί.
Α Κορ. 15,58 Ὥστε, ἀδελφοί μου ἀγαπητοί, ἑδραῖοι γίνεσθε, ἀμετακίνητοι, περισσεύοντες ἐν τῷ ἔργῳ τοῦ Κυρίου πάντοτε, εἰδότες ὅτι ὁ κόπος ὑμῶν οὐκ ἔστι κενὸς ἐν Κυρίῳ.
Αποκ. 2,3 καὶ ὑπομονὴν ἔχεις, καὶ ἐβάστασας διὰ τὸ ὄνομά μου, καὶ οὐ κεκοπίακας.
Αποκ. 14,13 Καὶ ἤκουσα φωνῆς ἐκ τοῦ οὐρανοῦ λεγούσης· γράψον, μακάριοι οἱ νεκροὶ οἱ ἐν Κυρίῳ ἀποθνήσκοντες ἀπ᾿ ἄρτι. ναί, λέγει τὸ Πνεῦμα, ἵνα ἀναπαύσωνται ἐκ τῶν κόπων αὐτῶν· τὰ δὲ ἔργα αὐτῶν ἀκολουθεῖ μετ᾿ αὐτῶν.
Α Τιμ. 5,17 Οἱ καλῶς προεστῶτες πρεσβύτεροι διπλῆς τιμῆς ἀξιούσθωσαν, μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ·
Β Κορ. 11,27 ἐν κόπῳ καὶ μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν νηστείαις πολλάκις, ἐν ψύχει καὶ γυμνότητι·
Β Τιμ. 2,6 τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν.
Γαλ. 6,17 Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω· ἐγὼ γὰρ τὰ στίγματα τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω.
Εφ. 4,28 ὁ κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος τὸ ἀγαθὸν ταῖς χερσίν, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι.
Ιωάν.4,38 ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν ὃ οὐχ ὑμεῖς κεκοπιάκατε· ἄλλοι κεκοπιάκασι, καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε.
Κολασ-1,29 είς ό και κοπιώ αγωνιζώμενος κατά την ενέργειαν αυτού την ενεργουμένην εν εμοί εν δυνάμει.
Ματθ. 11,28 Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.
Πραξ. 20,35 πάντα ὑπέδειξα ὑμῖν ὅτι οὕτω κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων,
Ρωμ. 16,6 ἀσπάσασθε Μαριάμ, ἥτις πολλὰ ἐκοπίασεν εἰς ἡμᾶς.
ΠΕΡΙ ΚΟΣΜΟΥ
Α Ιω. 2,15 μὴ ἀγαπᾶτε τὸν κόσμον μηδὲ τὰ ἐν τῷ κόσμῳ. ἐάν τις ἀγαπᾷ τὸν κόσμον, οὐκ ἔστιν ἡ ἀγάπη τοῦ πατρὸς ἐν αὐτῷ·
Α Ιω. 2,16 ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν καὶ ἡ ἀλαζονεία τοῦ βίου, οὐκ ἔστιν ἐκ τοῦ πατρός, ἀλλ᾿ ἐκ τοῦ κόσμου ἐστί.
Α Ιω. 2,17 καὶ ὁ κόσμος παράγεται καὶ ἡ ἐπιθυμία αὐτοῦ· ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ Θεοῦ μένει εἰς τὸν αἰῶνα.
Α Ιω. 3,13 Μὴ θαυμάζετε, ἀδελφοί μου, εἰ μισεῖ ὑμᾶς ὁ κόσμος.
Α Ιωάν. 4,4-5 Ὑμεῖς ἐκ τοῦ Θεοῦ ἐστε, τεκνία, καὶ νενικήκατε αὐτούς, ὅτι μείζων ἐστὶν ὁ ἐν ὑμῖν ἢ ὁ ἐν τῷ κόσμῳ. αὐτοὶ ἐκ τοῦ κόσμου εἰσί· διὰ τοῦτο ἐκ τοῦ κόσμου λαλοῦσι καὶ ὁ κόσμος αὐτῶν ἀκούει.
Α Ιω. 5,4  ὅτι πᾶν τὸ γεγεννημένον ἐκ τοῦ Θεοῦ νικᾷ τὸν κόσμον· καὶ αὕτη ἐστὶν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον, ἡ πίστις ἡμῶν.
Α Ιω. 5,19 οἴδαμεν ὅτι ἐκ τοῦ Θεοῦ ἐσμεν, καὶ ὁ κόσμος ὅλος ἐν τῷ πονηρῷ κεῖται.
Α Κορ. 6,2 οὐκ οἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσμον κρινοῦσι; καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος, ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων;
Α Κορ. 7,31 καὶ οἱ χρώμενοι τῷ κόσμῳ τούτῳ ὡς μὴ καταχρώμενοι· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου.
Α Κορ. 7,33 ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῇ γυναικί.
Α Κορ. 11,32 κρινόμενοι δὲ ὑπὸ τοῦ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν.
Γαλ. 6,14 ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾿ οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ.
Ιακ. 4,4 μοιχοὶ καὶ μοιχαλίδες! οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ Θεοῦ ἐστιν; ὃς ἂν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ Θεοῦ καθίσταται.
Ιωάν. 1,10 ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι᾿ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.
Ιω. 3,17 οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ᾿ ἵνα σωθῇ ὁ κόσμος δι᾿ αὐτοῦ.
Ιω. 7,7 οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς· ἐμὲ δὲ μισεῖ, ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν.
Ιω. 8,23 καὶ εἶπεν αὐτοῖς· ὑμεῖς ἐκ τῶν κάτω ἐστέ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί· ὑμεῖς ἐκ τοῦ κόσμου τούτου ἐστέ, ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου.
Ιω. 9,5 ὅταν ἐν τῷ κόσμῳ ᾦ, φῶς εἰμι τοῦ κόσμου.
Ιω. 12,31 νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω·
Ιω. 12,47 καὶ ἐάν τίς μου ἀκούσῃ τῶν ῥημάτων καὶ μὴ πιστεύσῃ, ἐγὼ οὐ κρίνω αὐτόν· οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ᾿ ἵνα σώσω τὸν κόσμον.
Ιω. 15,18 Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν.
Ιω. 15,19 εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ᾿ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος.
Ιω. 16,33 ταῦτα λελάληκα ὑμῖν ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε. ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.
Ιω. 17,14 ἐγὼ δέδωκα αὐτοῖς τὸν λόγον σου, καὶ ὁ κόσμος ἐμίσησεν αὐτούς, ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου, καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου.
Ματθ-10,22 Και έσεσθε μισούμενοι υπο πάντων διά το ονομά μου . ο δε υπομείνας είς τέλος, ούτος σωθήσεται.
Ματθ. 16,26 τί γὰρ ὠφελεῖται ἄνθρωπος ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ;
ΠΕΡΙ ΚΡΙΣΕΩΣ ΤΟΥ ΚΥΡΙΟΥ
Α Κορ-4,5 Ώστε μη προ καιρού τι κρίνετε εως αν έλθη ο Κύριος ός και φωτίσει τα κρυπτά του σκότους και φανερώσει τας βουλάς των καρδιών, και τότε ο έπαινος γενήσεται εκάστω από Θεού.
Α Κορ-11,32 Κρινόμενοι δε υπο του Κυρίου παιδευόμεθα, ίνα μη συν τω κόσμω κατακριθώμεν.
Αποκ. 14,7 λέγων ἐν φωνῇ μεγάλῃ· φοβήθητε τὸν Κύριον καὶ δότε αὐτῷ δόξαν, ὅτι ἦλθεν ἡ ὥρα τῆς κρίσεως αὐτοῦ, καὶ προσκυνήσατε τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πηγὰς ὑδάτων.
Αποκ. 16,5 Καὶ ἤκουσα τοῦ ἀγγέλου τῶν ὑδάτων λέγοντος· δίκαιος εἶ, ὁ ὢν καὶ ὁ ἦν, ὁ ὅσιος, ὅτι ταῦτα ἔκρινας·
Αποκ. 16,7 Καὶ ἤκουσα τοῦ θυσιαστηρίου λέγοντος· ναί, Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ, ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις σου.
Αποκ. 18,10 ἀπὸ μακρόθεν ἑστηκότες διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς, λέγοντες· οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη Βαβυλών, ἡ πόλις ἡ ἰσχυρά, ὅτι μιᾷ ὥρᾳ ἦλθεν ἡ κρίσις σου.
Αποκ. 19,2 ὅτι ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις αὐτοῦ· ὅτι ἔκρινε τὴν πόρνην τὴν μεγάλην, ἥτις διέφθειρε τὴν γῆν ἐν τῇ πορνείᾳ αὐτῆς, καὶ ἐξεδίκησε τὸ αἷμα τῶν δούλων αὐτοῦ ἐκ χειρὸς αὐτῆς.
Β Πετρ. 2,9  οἶδε Κύριος εὐσεβεῖς ἐκ πειρασμοῦ ῥύεσθαι, ἀδίκους δὲ εἰς ἡμέραν κρίσεως κολαζομένους τηρεῖν,
Ἠσ. 54,17.- «Πᾶσα φωνὴ ἀναστήσεται πρὸς σὲ εἰς κρίσιν, καὶ πάντας αὐτοὺς ἐτάσει· οἱ δὲ ἔνοχοι ἔσονται ἐν λύπῃ».
Εβρ. 9,27 καὶ καθ᾿ ὅσον ἀπόκειται τοῖς ἀνθρώποις ἅπαξ ἀποθανεῖν, μετὰ δὲ τοῦτο κρίσις,
Ιακ. 2,13 ἡ γὰρ κρίσις ἀνέλεος τῷ μὴ ποιήσαντι ἔλεος· κατακαυχᾶται ἔλεος κρίσεως.
Ιακ-4,12 Είς εστιν ο νομοθέτης και κριτής ο δυνάμενος σώσαι και απολέσαι συ δε τις εί ός κρίνεις τον έτερον.
Ιακ. 5,9 μὴ στενάζετε κατ᾿ ἀλλήλων, ἀδελφοί, ἵνα μή κριθῆτε· ἰδοὺ ὁ κριτὴς πρὸ τῶν θυρῶν ἕστηκεν.
Ιωαν-3,17 Ου γάρ απέστειλεν ο Θεός τον υιόν αυτού είς τον κόσμον ίνα κρίνη τον κόσμον, αλλ' ίνα σωθή ο κόσμος δι' αυτού.
Ιωαν-3,18 Ο πιστεύων είς αυτόν ού κρίνεται, ο δε μη πιστεύων ήδη κέκριται, ότι μη πεπίστευκεν είς το όνομα του μονογενούς υιού του Θεού.
Ιωαν-3,19 Αύτη δε εστιν η κρίσις, ότι το φώς ελήλυθεν είς τον κόσμον, και ηγάπησαν οι άνθρωποι μάλλον το σκότος ή το φώς . ήν γάρ πονηρά αυτών τά έργα.
Ιωάν. 5,22 οὐδὲ γὰρ ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ υἱῷ,
Ιωάν. 5,24 ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ὁ τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῷ πέμψαντί με ἔχει ζωὴν αἰώνιον, καὶ εἰς κρίσιν οὐκ ἔρχεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν.
Ιωάν. 5,29 καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως.
Ιωάν. 5,30 οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ᾿ ἐμαυτοῦ οὐδέν. καθὼς ἀκούω κρίνω, καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν· ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με πατρός.
Ιωάν. 8,16 καὶ ἐὰν κρίνω δὲ ἐγώ, ἡ κρίσις ἡ ἐμὴ ἀληθής ἐστιν, ὅτι μόνος οὐκ εἰμί, ἀλλ᾿ ἐγὼ καὶ ὁ πέμψας με πατήρ.
Ιωαν-12,47 Και εάν τις μου ακούση των ρημμάτων και μη πιστεύση, εγώ ου κρίνω αυτόν . ου γάρ ήλθον ίνα κρίνω τον κόσμον, αλλ' ίνα σώσω τον κόσμον.
Ιωαν-12,48 Ο αθετών εμέ και μη λαμβάνων τά ρηματά μου, έχει τον κρίνοντα αυτόν . ο λόγος όν ελάλησα, εκείνος κρινεί αυτόν εν τη εσχάτη ημέρα.
Ιωάν. 16,8 καὶ ἐλθὼν ἐκεῖνος ἐλέγξει τὸν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως.
Μαρκ. 3,29 ὃς δ᾿ ἂν βλασφημήσῃ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα, ἀλλ᾿ ἔνοχός ἐστιν αἰωνίου κρίσεως·
Μαρκ-16,16 Ο πιστεύσας και βαπτισθείς σωθήσεται, ο δε απιστήσας κατακριθήσεται.
Ματθ-10,15 Αμήν λέγω υμίν, ανεκτότερον έσται γή Σοδόμων και Γομόρρας εν ημέρα κρίσεως ή τη πόλει εκείνη.
Ματθ-11,22 Πλήν λέγω υμίν, Τύρω και Σιδώνι ανεκτότερον έσται εν ημέρα κρίσεως ή υμίν.
Ματθ. 12,36 λέγω δὲ ὑμῖν ὅτι πᾶν ῥῆμα ἀργὸν ὃ ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι, ἀποδώσουσι περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως·
Ματθ. 12,41 ἄνδρες Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν, ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε.
Ματθ. 12,42 βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖ αὐτήν, ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶντος, καὶ ἰδοὺ πλεῖον Σολομῶντος ὧδε.
Ματθ. 23,33 ὄφεις, γεννήματα ἐχιδνῶν! πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεέννης;
Ρωμ. 2,5-6 Κατά δε την σκληρότητά σου και αμετανόητον καρδίαν θησαυρίζεις σεαυτω οργήν εν ημέρα οργής και αποκαλύψεως και δικαιοκρισίας του Θεού, ὅς αποδώσει εκάστω κατά έργα αυτού,
Σειρ.16,11-12 Ἔλεος γὰρ και οργή παρ’ αὐτῷ, δυνάστης ἐξιλασμῶν καὶ ἐκχέων ὁργήν. κατά το πολύ έλεος αυτού, ούτως και πολύς ο έλεγχος αυτού· άνδρα κατά τα έργα αυτού κρίνει.
Σοφ.Σολομ-6,6 Ο γάρ ελάχιστος συγνωστός εστιν ελέους, δυνατοί δε δυνατώς ετασθήσονται.
Σοφ.Σολομ-6,8 Τοίς δε κραταιοίς ισχυρά εφίσταται έρευνα.
Σοφ.Σολομ-11,16 Ἵνα γνώσιν ὅτι δι' ὣν τις ἁμαρτάνει, διὰ τούτων κολάζεται.
Ψαλμ-7,9 Κύριος κρίνει λαούς, κρίνον με, Κύριε, κατά την δικαιοσύνην μου και κατά την ακακία μου επ' εμοί.
ΠΕΡΙ ΚΡΥΠΤΩΝ ΚΑΙ ΦΑΝΕΡΩΝ
Α Ιω. 3,10 ἐν τούτῳ φανερά ἐστι τὰ τέκνα τοῦ Θεοῦ καὶ τὰ τέκνα τοῦ διαβόλου. πᾶς ὁ μὴ ποιῶν δικαιοσύνην οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, καὶ ὁ μὴ ἀγαπῶν τὸν ἀδελφόν αὐτοῦ.
Α Κορ.2,7 ἀλλὰ λαλοῦμεν σοφίαν Θεοῦ ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν Θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν
Α Κορ. 3,13 ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται· γὰρ ἡμέρα δηλώσει· ὅτι ἐν πυρὶ ἀποκαλύπτεται· καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει.
Α Κορ. 4,5 ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ Κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν, καὶ τότε ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ Θεοῦ.
Α Κορ. 11,19 δεῖ γὰρ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν.
Α Κορ. 14,25 καὶ οὕτω τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται· καὶ οὕτω πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ Θεῷ, ἀπαγγέλλων ὅτι Θεὸς ὄντως ἐν ὑμῖν ἐστι.
Αποκ. 6,15 καὶ οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ μεγιστᾶνες καὶ οἱ χιλίαρχοι καὶ οἱ πλούσιοι καὶ οἱ ἰσχυροὶ καὶ πᾶς δοῦλος καὶ ἐλεύθερος ἔκρυψαν ἑαυτοὺς εἰς τὰ σπήλαια καὶ εἰς τὰς πέτρας τῶν ὀρέων,
Αποκ. 6,16 καὶ λέγουσι τοῖς ὄρεσι καὶ ταῖς πέτραις· πέσατε ἐφ᾿ ἡμᾶς καὶ κρύψατε ἡμᾶς ἀπὸ προσώπου τοῦ καθημένου ἐπὶ τοῦ θρόνου καὶ ἀπὸ τῆς ὀργῆς τοῦ ἀρνίου,
Α Τιμ. 4,15 ταῦτα μελέτα, ἐν τούτοις ἴσθι, ἵνα σου ἡ προκοπὴ φανερὰ ᾖ ἐν πᾶσιν.
Α Τιμ. 5,25 ὡσαύτως καὶ τὰ καλὰ ἔργα πρόδηλά ἐστι, καὶ τὰ ἄλλως ἔχοντα κρυβῆναι οὐ δύνανται.
Β Κορ. 4,2 ἀλλ᾿ ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύνης, μὴ περιπατοῦντες ἐν πανουργίᾳ μηδὲ δολοῦντες τὸν λόγον τοῦ Θεοῦ, ἀλλὰ τῇ φανερώσει τῆς ἀληθείας συνιστῶντες ἑαυτοὺς πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων ἐνώπιον τοῦ Θεοῦ.
Β Κορ. 4,3-4 Εἰ δὲ καὶ ἔστι κεκαλυμμένον τὸ εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶ κεκαλυμμένον, ἐν οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων εἰς τὸ μὴ αὐγάσαι αὐτοῖς τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ.
Γαλ. 5,19 φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκός, ἅτινά ἐστι μοιχεία, πορνεία, ἀκαθαρσία, ἀσέλγεια,
Δαν-2,22 Αυτός αποκαλύπτει βαθέα και απόκρυφα, γινώσκων τα εν τω σκότει, και το φώς μετ' αυτού έστι.
Δευτ. 29,28 Τὰ κρυπτά Κυρίω τω Θεω ημών, τα δε φανερά ημίν και τοις τέκνοις ημών εις τον αιώνα, ποιείν πάντα τα ρήματα του νόμου τούτου.
Εβρ. 11,23 Πίστει Μωϋσῆς γεννηθεὶς ἐκρύβη τρίμηνον ὑπὸ τῶν πατέρων αὐτοῦ, διότι εἶδον ἀστεῖον τὸ παιδίον, καὶ οὐκ ἐφοβήθησαν τὸ διάταγμα τοῦ βασιλέως.
Εφεσ-5,12 Τα γάρ κρυφή γινόμενα υπ' αυτών αισχρόν εστι και λέγειν.
Εφεσ-5,13 τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται· πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστι.
Ιω. 3,21       ὁ δὲ ποιῶν τὴν ἀλήθειαν ἔρχεται πρὸς τὸ φῶς, ἵνα φανερωθῇ αὐτοῦ τὰ ἔργα, ὅτι ἐν Θεῷ ἐστιν εἰργασμένα.
Ιω. 7,4 οὐδεὶς γὰρ ἐν κρυπτῷ τι ποιεῖ καὶ ζητεῖ αὐτὸς ἐν παῤῥησίᾳ εἶναι. εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσμῳ.
Ιωάν. 7,10 Ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ, τότε καὶ αὐτὸς ἀνέβη εἰς τὴν ἑορτήν, οὐ φανερῶς, ἀλλ᾿ ὡς ἐν κρυπτῷ.
Ιωάν. 8,59 ἦραν οὖν λίθους ἵνα βάλωσιν ἐπ᾿ αὐτόν. Ἰησοῦς δὲ ἐκρύβη, καὶ ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ διελθὼν διὰ μέσου αὐτῶν, καὶ παρῆγεν οὕτως.
Ιω. 9,3 ἀπεκρίθη Ἰησοῦς· οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ᾿ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ.
Ιω.12,36 ἕως τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε. Ταῦτα ἐλάλησεν ὁ Ἰησοῦς, καὶ ἀπελθὼν ἐκρύβη ἀπ᾿ αὐτῶν.
Ιωάν. 18,20 ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς· ἐγὼ παῤῥησίᾳ ἐλάλησα τῷ κόσμῳ· ἐγὼ πάντοτε ἐδίδαξα ἐν συναγωγῇ καὶ ἐν τῷ ἱερῷ, ὅπου πάντοτε οἱ Ἰουδαῖοι συνέρχονται, καὶ ἐν κρυπτῷ ἐλάλησα οὐδέν.
Ιωάν. 19,38 Μετὰ δὲ ταῦτα ἠρώτησε τὸν Πιλᾶτον Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας, ὢν μαθητὴς τοῦ Ἰησοῦ, κεκρυμμένος δὲ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἵνα ἄρῃ τὸ σῶμα τοῦ Ἰησοῦ· καὶ ἐπέτρεψεν ὁ Πιλᾶτος. ἦλθεν οὖν καὶ ἦρε τὸ σῶμα τοῦ Ἰησοῦ.
Κολ. 1,26 Τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν, νυνὶ δὲ ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ,
Κολ. 3,3       ἀπεθάνετε γάρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ·
Λουκ. 8,17 οὐ γάρ ἐστι κρυπτὸν ὃ οὐ φανερὸν γενήσεται, οὐδὲ ἀπόκρυφον ὃ οὐ γνωσθήσεται καὶ εἰς φανερὸν ἔλθῃ.
Λουκ. 11,33 Οὐδεὶς δὲ λύχνον ἅψας εἰς κρυπτὴν τίθησιν οὐδὲ ὑπὸ τὸν μόδιον, ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν, ἵνα οἱ εἰσπορευόμενοι τὸ φέγγος βλέπωσιν.
Λουκ. 12,2 οὐδὲν δὲ συγκεκαλυμμένον ἐστὶν ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται·
Λουκ-12,3 ανθ' ών όσα εν τη σκοτία είπατε, έν τω φωτί ακουσθήσεται, και ό προς το ούς ελαλήσατε εν τοίς ταμείοις, κηρυχθήσεται επί των δωμάτων.
Λουκ. 18,34 καὶ αὐτοὶ οὐδὲν τούτων συνῆκαν, καὶ ἦν τὸ ῥῆμα τοῦτο κεκρυμμένον ἀπ᾿ αὐτῶν, καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα.
Μαρκ. 3,12 καὶ πολλὰ ἐπετίμα αὐτοῖς ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσι.
Μαρκ. 4,22 οὐ γάρ ἐστι κρυπτὸν ὃ ἐὰν μὴ φανερωθῇ, οὐδὲ ἐγένετο ἀπόκρυφον ἀλλ᾿ ἵνα ἔλθῃ εἰς φανερόν.
Ματθ. 5,14 Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη·
Ματθ-6,3 Σου δε ποιούντος ελεημοσύνην μη γνωτω η αριστερα σου τι ποιει η δεξια σου
Ματθ. 6,4 ὅπως ᾖ σου ἡ ἐλεημοσύνη ἐν τῷ κρυπτῷ, καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι ἐν τῷ φανερῷ.
Ματθ-6,6 Συ δε όταν προσεύχη, είσελθε είς το ταμείον σου, και κλείσας την θύραν σου πρόσευξαι τώ πατρί σου εν τω κρυπτώ και ο πατήρ σου ο βλέπων εν τω κρυπτώ αποδώσει εν τω φανερώ.
Ματθ. 6,18 ὅπως μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύων, ἀλλὰ τῷ πατρί σου τῷ ἐν τῷ κρυπτῷ, καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι ἐν τῷ φανερῷ.
Ματθ. 10,26 μὴ οὖν φοβηθῆτε αὐτούς· οὐδὲν γάρ ἐστι κεκαλυμμένον ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται.
Ματθ.11,25-26 Ἐν ἐκείνῳ τῷ καιρῷ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν· ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.
Ματθ. 12,16 καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μὴ φανερὸν ποιήσωσιν αὐτόν,
Ματθ. 13,35 ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος· ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς κόσμου.
Ματθ. 13,44 Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἔκρυψε, καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει καὶ πάντα ὅσα ἔχει πωλεῖ καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον.
Ματθ. 25,25 καὶ φοβηθεὶς ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ· ἴδε ἔχεις τὸ σόν.
Ρωμ. 1,19 διότι τὸ γνωστὸν τοῦ Θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς· ὁ γὰρ Θεὸς αὐτοῖς ἐφανέρωσε.
Ρωμ. 2,16 ἐν ἡμέρᾳ ὅτε κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ εὐαγγέλιόν μου διὰ Ἰησοῦ Χριστοῦ.
Ρωμ. 2,28 οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή,
Σειρ-3,22 ἃ προσετάγη σοι, ταύτα διανοού, ου γάρ εστί σοι χρεία των κρυπτών.
Ψαλμ-50,8 Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδηλωσάς μοι.
ΠΕΡΙ ΚΤΗΝΟΒΑΣΙΑΣ
Δευτ-27,21 Επικατάρατος ο κοιμώμενος μετά παντός κτήνους . και ερούσι πάς ο λαός γένοιτο.
Εξοδ-22,19 Πάν κοιμώμενον μετά κτήνους, θανάτω αποκτενείτε αυτούς.
Λευτ-18,23 Και προς πάν τετράπουν ού δώσεις την κοίτη σου είς σπερματισμόν, εκμιανθήναι προς αυτό. Και γυνή ου στήσεται προς πάν τετράπουν βιβασθήναι, μυσαρόν γάρ εστι.
Λευτ-20,15 Και ός άν δώ κοιτασίαν αυτού εν τετράποδι, θανάτω θανατούσθω, και το τετράπουν αποκτενείτε.
Λευτ-20,16 Και γυνή, ήτις προσελεύσεται προς πάν κτήνος βιβασθήναι αυτήν υπ' αυτού, αποκτενείτε την γυναίκα και το κτήνος . θανάτω θανατούσθωσαν, ένοχοι εισιν.

Δεν υπάρχουν σχόλια: