ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ Ο

ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ ΟΠΕΡΙ ΟΔΗΓΟΥΜΕΝΩΝ ΑΠΟ ΤΟΝ ΚΥΡΙΟΝ
Ψαλμ. 5,9 Κύριε, ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου ἕνεκα τῶν ἐχθρῶν μου, κατεύθυνον ἐνώπιόν σου τὴν ὁδόν μου.
Ψαλμ. 24,4 Τὰς ὁδούς σου, Κύριε, γνώρισόν μοι, καὶ τὰς τρίβους σου δίδαξόν με.
Ψαλμ. 24,5 Ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειάν σου καὶ δίδαξόν με, ὅτι σὺ εἶ ὁ Θεὸς ὁ σωτήρ μου, καὶ σὲ ὑπέμεινα ὅλην τὴν ἡμέραν.
Ψαλμ. 24,9 Ὁδηγήσει πραεῖς ἐν κρίσει, διδάξει πραεῖς ὁδοὺς αὐτοῦ.
Ψαλμ. 26,11 Νομοθέτησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου καὶ ὁδήγησόν με ἐν τρίβῳ εὐθείᾳ ἕνεκα τῶν ἐχθρῶν μου.
Ψαλμ. 30,4 Ὅτι κραταίωμά μου καὶ καταφυγή μου εἶ σὺ καὶ ἕνεκεν τοῦ ὀνόματός σου ὁδηγήσεις με καὶ διαθρέψεις με·
Ψαλμ. 36,23 Παρὰ Κυρίου τὰ διαβήματα ἀνθρώπου κατευθύνεται, καὶ τὴν ὁδὸν αὐτοῦ θελήσει σφόδρα·
Ψαλμ. 39,2-3 Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου καὶ ἀνήγαγέ με ἐκ λάκκου ταλαιπωρίας καὶ ἀπὸ πηλοῦ ἰλύος καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου
Ψαλμ. 42,3 Ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου· αὐτά με ὡδήγησαν καὶ ἤγαγόν με εἰς ὄρος ἅγιόν σου καὶ εἰς τὰ σκηνώματά σου.
Ψαλμ. 72,23-24 κἀγὼ διαπαντὸς μετὰ σοῦ, ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου καὶ ἐν τῇ βουλῇ σου ὡδήγησάς με καὶ μετὰ δόξης προσελάβου με.
Ψαλμ. 76,21 Ὡδήγησας ὡς πρόβατα τὸν λαόν σου ἐν χειρὶ Μωϋσῆ καὶ Ἀαρών.
Ψαλμ. 77,14 Καὶ ὡδήγησεν αὐτοὺς ἐν νεφέλῃ ἡμέρας καὶ ὅλην τὴν νύκτα ἐν φωτισμῷ πυρός.
Ψαλμ. 85,11 Ὁδήγησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου, καὶ πορεύσομαι ἐν τῇ ἀληθείᾳ σου·
Ψαλμ. 89,16-17 Καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν, καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ᾿ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ᾿ ἡμᾶς καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.
Ψαλμ. 106,7 καὶ ὡδήγησεν αὐτοὺς εἰς ὁδὸν εὐθεῖαν τοῦ πορευθῆναι εἰς πόλιν κατοικητηρίου.
Ψαλμ. 106,30 καὶ εὐφράνθησαν, ὅτι ἡσύχασαν, καὶ ὡδήγησεν αὐτοὺς ἐπὶ λιμένα θελήματος αὐτοῦ.
Ψαλμ. 118,35 Ὁδήγησόν με ἐν τῇ τρίβῳ τῶν ἐντολῶν σου, ὅτι αὐτὴν ἠθέλησα. 
Ψαλμ. 138,24 Καὶ ἴδε εἰ ὁδὸς ἀνομίας ἐν ἐμοί, καὶ ὁδήγησόν με ἐν ὁδῷ αἰωνίᾳ.
Ψαλμ. 142,10 Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ.
ΠΕΡΙ ΟΔΩΝ ΑΓΑΘΩΝ ΚΑΙ ΠΟΝΗΡΩΝ
Β΄Πετ.2,15 Καταλιπόντες εὐθείαν ὁδὸν ἐπλανήθησαν, ἐξακολουθήσαντες τῇ ὁδῷ τοῦ Βαλαάμ τοῦ Βοσόρ, ὂς μισθὸν ἀδικίας ἠγάπησεν.
Ἰερ. 6,16 Τάδε λέγει Κύριος· στήτε επί ταις οδοίς και ίδετε, και ερωτήσατε τρίβους Κυρίου αιωνίους και ίδετε ποία εστίν η οδός η αγαθή, και βαδίζετε εν αυτη, και ευρήσετε αγνισμόν ταις ψυχαίς υμών.
Ἰώβ 28,4 Διακοπή χειμάρρου από κονίας, οι δε επιλανθανόμενοι οδόν δικαίαν ησθένησαν, εκ βροτών εσαλεύθησαν.
Λεϋιτ. 26,23-24 Καὶ ἐπὶ τούτοις εάν μη παιδευθήτε, αλλά πορεύησθε προς με πλάγιοι, πορεύσομαι καγώ μεθ’ ὑμῶν θυμῷ πλαγίῳ, και πατάξω υμάς καγώ επτάκις αντί των αμαρτιών υμών.
Ματθ-7,13 Εισέλθετε διὰ τῆς στενὴς πύλης ὅτι πλατεία ἠ πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι’ αὐτῆς.
Ματθ-7,14 Τί στενή καὶ τεθλιμένη ἡ ὀδός ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὁλίγοι εἰσιν οἱ εὐρίσκοντες αὐτήν.
Παρ. 2,13  Ὦ οἱ ἐγκαταλείποντες ὁδοὺς εὐθείας τοῦ πορεύεσθαι ἐν ὁδοῖς σκότους· οἱ εὐφραινόμενοι ἐπὶ κακοῖς καὶ χαίροντες ἐπὶ διαστροφῇ κακῆ· ὧν αἱ τρίβοι σκολίαι καὶ καμπύλαι αἱ τροχιαὶ αὐτῶν τοῦ μακράν σε ποιῆσαι ἀπὸ ὁδοῦ εὐθείας καὶ ἀλλότριον τῆς δικαίας γνώμης.
Παρ. 2,20 Εἰ γαρ επορεύοντο τρίβους αγαθάς, εύροσαν αν τρίβους δικαιοσύνης λείας.
Παρ. 4,26 Ὀρθὰς τροχιὰς ποίει σοῖς ποσὶ καὶ τὰς ὁδούς σου κατεύθυνε.
Παρ. 4,27 Μὴ ἐκκλίνῃς εἰς τὰ δεξιὰ μηδὲ εἰς τὰ ἀριστερά, ἀπόστρεψον δὲ σὸν πόδα ἀπὸ ὁδοῦ κακῆς· ὁδοὺς γὰρ τὰς ἐκ δεξιῶν οἶδεν ὁ Θεός, διεστραμμέναι δέ εἰσιν αἱ ἐξ ἀριστερῶν· αὐτὸς δὲ ὀρθὰς ποιήσει τὰς τροχιάς σου, τὰς δὲ πορείας σου ἐν εἰρήνῃ προάξει.
Παρ. 6,12 Ἀνὴρ ἄφρων και παράνομος πορεύεται οδούς ουκ αγαθάς·
Παρ.11,20 Βδέλυγμα Κυρίω διεστραμμέναι οδοί, προσδεκτοί δε αυτω πάντες άμωμοι εν ταις οδοίς αυτών.
Παρ.14,2 Ὁ πορευόμενος ορθώς φοβείται τον Κύριον, ο δε σκολιάζων ταις οδοίς αυτού ατιμασθήσεται.
Παρ. 14,12 Ἔστιν ὁδός, ἣ δοκεῖ παρὰ ἀνθρώποις ὀρθὴ εἶναι, τὰ δὲ τελευταῖα αὐτῆς ἔρχεται εἰς πυθμένα ᾄδου.
Παρ.16,7 Ἀρχή ὁδοῦ άγαθῆς τὸ ποιεῖν τὰ δίκαια, δεκτά δὲ παρὰ Θεῷ μάλλον ἢ θύειν θυσίας.
Παρ.16,17 Τρίβοι ζωής εκκλίνουσιν από κακών, μήκος δε βίου οδοί δικαιοσύνης.
Παρ.16,25 Εἰσίν οδοί δοκούσαι είναι ορθαί ανδρί, τα μέντοι τελευταία αυτών βλέπει εις πυθμένα άδου.
Παρ. 21,8 Πρὸς τους σκολιούς σκολιάς οδούς αποστέλλει ο Θεός, αγνά γαρ και ορθά τα έργα αυτού.
Παρ. 22,5 Τρίβολοι και παγίδες εν οδοίς σκολιαίς, ο δε φυλάσσων την εαυτού ψυχήν αφέξεται αυτών.
Σειρ-2,12 Ουαί καρδίας δειλαίς και χερσί παρειμέναις και αμαρτωλώ επιβαίνοντι επι δύο τρίβους.
ΠΕΡΙ ΟΛΙΓΟΧΡΟΝΙΩΝ ἢ ΟΛΙΓΟΒΙΩΝ
Σοφ.Σολ. 4,8 Γήρας γαρ τίμιον ου το πολυχρόνιον ουδέ αριθμω ετών μεμέτρηται·
Σοφ.Σολ. 4,10-11 Εὐάρεστος τῷ Θεῷ γενόμενος ηγαπήθη και ζων μεταξύ αμαρτωλών μετετέθη· ἠρπάγη, μη κακία αλλάξη σύνεσιν αυτού ή δόλος απατήση ψυχήν αυτού·
Σοφ.Σολ. 4,13-14 Τελειωθείς εν ολίγω επλήρωσε χρόνους μακρούς, ἀρεστή γαρ ἦν Κυρίω ἡ ψυχή αυτού· δια τούτο έσπευσεν εκ μέσου πονηρίας. οι δε λαοί ιδόντες και μη νοήσαντες, μηδέ θέντες επί διανοία το τοιούτον,
ΠΕΡΙ ΟΜΟΛΟΓΙΑΣ ΚΑΙ ΑΡΝΗΣΕΩΣ ΧΡΙΣΤΟΥ
Α Ιωάν. 4,2-3 ἐν τούτῳ γινώσκετε τὸ πνεῦμα τοῦ Θεοῦ· πᾶν πνεῦμα ὃ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, ἐκ τοῦ Θεοῦ ἔστι· καὶ πᾶν πνεῦμα ὃ μὴ ὁμολογεῖ τὸν Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, ἐκ τοῦ Θεοῦ οὐκ ἔστι· καὶ τοῦτό ἐστι τὸ τοῦ ἀντιχρίστου ὃ ἀκηκόατε ὅτι ἔρχεται, καὶ νῦν ἐν τῷ κόσμῳ ἐστὶν ἤδη.
Α Ιωάν. 4,15 ὃς ἂν ὁμολογήσῃ ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ, ὁ Θεὸς ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν τῷ Θεῷ.
Α Τιμ. 6,12 ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως· ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς, εἰς ἣν καὶ ἐκλήθης καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων.
Β Ιω. 1,7      ὅτι πολλοὶ πλάνοι εἰσῆλθον εἰς τὸν κόσμον, οἱ μὴ ὁμολογοῦντες Ἰησοῦν Χριστὸν ἐρχόμενον ἐν σαρκί· οὗτός ἐστιν ὁ πλάνος καὶ ὁ ἀντίχριστος.
Εβρ. 4,14 Ἔχοντες οὖν ἀρχιερέα μέγαν διεληλυθότα τοὺς οὐρανούς, Ἰησοῦν τὸν υἱὸν τοῦ Θεοῦ, κρατῶμεν τῆς ὁμολογίας.
Εβρ. 10,23 καὶ λελουμένοι τὸ σῶμα ὕδατι καθαρῷ κατέχωμεν τὴν ὁμολογίαν τῆς ἐλπίδος ἀκλινῆ· πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος· 
Εβρ. 13,15 δι᾿ αὐτοῦ οὖν ἀναφέρωμεν θυσίαν αἰνέσεως διὰ παντὸς τῷ Θεῷ, τοῦτ᾿ ἔστι καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ.
Ιωάν. 1,20 καὶ ὡμολόγησε, καὶ οὐκ ἠρνήσατο· καὶ ὡμολόγησεν ὅτι οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός.
Ιωάν. 9,22 ταῦτα εἶπον οἱ γονεῖς αὐτοῦ, ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους· ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι ἵνα, ἐάν τις αὐτὸν ὁμολογήσῃ Χριστόν, ἀποσυνάγωγος γένηται.
Ιωάν. 12,42 ὅμως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν, ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται·
Ματθ. 10,32  Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.
Ματθ-10,33 Ὅστις δ' ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.
Ματθ-26,34 Έφη αυτώ ο Ιησούς· αμήν λέγω σοι ότι εν ταύτη τη νυκτί πρίν αλέκτορα φωνήσαι τρίς απαρνήση με.
Ματθ-26,35 Λέγει αυτώ ο Πέτρος· κάν δέη με σύν σοί αποθάνειν, ού μη απαρνήσομαι. Ομοίως δε και πάντες οι μαθηταί είπον.
Ματθ.26,69 Ο δε Πέτρος εκάθετο εν τη αυλή· και προσήλθεν αυτώ μίαν παιδίσκη λέγουσα· και σύ ήσθα μετά Ιησού του Γαλιλαίου.
Ματθ-26,70 Ο δε ηρνήσατο έμπροσθεν αυτών πάντων λέγων· ουκ οίδα τι λέγεις.
Ματθ-26,71 Εξελθόντα δε αυτόν είς τον πυλώνα είδεν αυτόν άλλη και λέγει αυτοίς· εκεί και ούτος ην μετά Ιησού του Ναζωραίου.
Ματθ-26,72 Και πάλιν ηρνήσατο μεθ' όρκου ότι ούκ οίδα τον άνθρωπον.
Ματθ-26,73-74 Μετά μικρόν δε προσελθόντες οι εστώτες είπον τω Πέτρω· αληθώς και σύ εξ αυτόν εί· και γάρ η λαλιά σου δηλόν σε ποιεί. Τότε ήρξατο καταθεματίζειν και ομνύειν ότι ουκ οίδα τον άνθρωπον· και ευθέως αλέκτωρ εφώνησε.
Ματθ-26,75 Και εμνήσθη Πέτρος του ρήματος Ιησού ειρηκότος αυτώ ότι πρίν αλέκτορα φωνήσαι τρίς απαρνήση με· και εξέλθων έξω έκλαυσε πικρώς.
Ρωμ. 10,9 ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου Κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ·
Ρωμ. 10,10 καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.
Τιτ. 1,16  Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται, βδελυκτοὶ ὄντες καὶ ἀπειθεῖς καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι.
ΠΕΡΙ ΟΝΕΙΔΙΣΜΩΝ
Α Κορ. 4,12 Λοιδορούμενοι ευλογούμεν, διωκόμενοι ανεχόμεθα, βλασφημούμενοι παρακαλούμεν· ως περικαθάρματα του κόσμου εγενήθημεν, πάντων περίψημα ως άρτι.
Α Πετρ. 4,14 εἰ ὀνειδίζεσθε ἐν ὀνόματι Χριστοῦ, μακάριοι, ὅτι τὸ τῆς δόξης καὶ δυνάμεως καὶ τὸ τοῦ Θεοῦ Πνεῦμα ἐφ᾿ ὑμᾶς ἀναπαύεται· κατὰ μὲν αὐτοὺς βλασφημεῖται, κατὰ δὲ ὑμᾶς δοξάζεται.
Α Τιμ. 3,7 δεῖ δὲ αὐτόν καὶ μαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωθεν, ἵνα μὴ εἰς ὀνειδισμὸν ἐμπέσῃ καὶ παγίδα τοῦ διαβόλου.
Α Τιμ. 4,10 εἰς τοῦτο γὰρ καὶ κοπιῶμεν καὶ ὀνειδιζόμεθα, ὅτι ἠλπίκαμεν ἐπὶ Θεῷ ζῶντι, ὅς ἐστι σωτὴρ πάντων ἀνθρώπων...
Εβρ.10,33 τοῦτο μὲν ὀνειδισμοῖς τε καὶ θλίψεσι θεατριζόμενοι, τοῦτο δὲ κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες.
Εβρ.11,26 μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ· ἀπέβλεπε γὰρ εἰς τὴν μισθαποδοσίαν.
Εβρ. 13,13 τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες·
Ἡσ. 51,7. «Μὴ φοβήθητε ὀνειδισμὸν ἀνθρώπων, καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε· ὥσπερ γὰρ ἱμάτιον παλαιωθήσονται καὶ βρωθήσεται ὑπὸ σητός».
Ἰώβ 12,4 Δίκαιος γὰρ ἀνὴρ καὶ ἄμεμπτος ἐγεννήθη εἰς χλεύασμα·
Λουκ. 6,22 μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
Μαρκ. 15,32 ὁ Χριστὸς ὁ βασιλεὺς τοῦ Ἰσραὴλ καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ πιστεύσωμεν αὐτῷ. καὶ οἱ συνεσταυρωμένοι αὐτῷ ὠνείδιζον αὐτόν.
Ματθ. 5,11 μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ᾿ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ.
Ματθ. 27,44 τὸ δ᾿ αὐτὸ καὶ οἱ λῃσταὶ οἱ συσταυρωθέντες αὐτῷ ὠνείδιζον αὐτόν.
Παρ. 27,11 Σοφός γίνου, υιε, ίνα σου ευφραίνηται η καρδία, και απόστρεψον από σου επονειδίστους λόγους.
Ρωμ. 15,3 καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν, ἀλλὰ καθὼς γέγραπται, οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ᾿ ἐμέ.
Σειρ. 3.11 Ἡ γαρ δόξα ανθρώπου εκ τιμής πατρός αυτού, και όνειδος τέκνοις μήτηρ εν αδοξία.
Σειρ. 7,11 Μὴ καταγέλα άνθρωπον όντα εν πικρία ψυχής αυτού, έστι γαρ ο ταπεινών και ανυψών.
Σειρ-8,5 Μὴ ονείδιζε άνθρωπον αποστρέφοντα από αμαρτίας . μνήσθητι ότι πάντες εσμέν εν επιτιμίοις.
Σειρ-22,20 Βάλλων λίθον επί πετεινά αποσοβεί αυτά, και ο ονειδίζων φίλον διαλύσει φιλίαν.
Σειρ-22,22 Επί φίλον εάν ανοίξης στόμα, μη ευλαβηθής, έστι γάρ διαλλαγή . πλήν ονειδισμού και υπερηφανίας και μυστηρίου αποκαλύψεις και πληγής δολίας, εν τούτοις αποφεύξεται πάς φίλος.
Σειρ-23,15 Άνθρωπος συνεθιζόμενος λόγοις ονειδισμού εν πάσαις ταίς ημέραις αυτού ου μη παιδευθή.
Σειρ-27,28 Εμπαγμός και ονειδισμός υπερηφάνων, και η εκδίκησις ως λέων ενεδρεύσει αυτόν.
Σειρ-41,6 Τέκνων αμαρτωλών απολείται κληρονομία, και μετά του σπέρματος αυτών ενδελεχιεί όνειδος.
Σειρ-41,7 Πατρί ασεβεί μέμψεται τέκνα, ότι δι' αυτόν ονειδισθήσονται.
Σειρ-41,25 (Αισχύνεσθε) από φίλων περί λόγων ονειδισμού και μετά το δούναι μη ονείδιζε
Ψαλμ. 21,8-9 Πάντες οἱ θεωροῦντές με ἐξεμυκτήρισάν με, ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν κεφαλήν· ἤλπισεν ἐπὶ Κύριον, ῥυσάσθω αὐτόν· σωσάτω αὐτόν, ὅτι θέλει αὐτόν.
Ψαλμ. 78,4 Ἐγενήθημεν ὄνειδος τοῖς γείτοσιν ἡμῶν, μυκτηρισμὸς καὶ χλευασμὸς τοῖς κύκλῳ ἡμῶν.
Ψαλμ. 78,12 Ἀπόδος τοῖς γείτοσιν ἡμῶν ἑπταπλασίονα εἰς τὸν κόλπον αὐτῶν τὸν ὀνειδισμὸν αὐτῶν, ὃν ὠνείδισάν σε, Κύριε.
ΠΕΡΙ ΟΝΕΙΡΩΝ ΚΑΙ ΟΡΑΜΑΤΩΝ
Εκκλ-5,2 Ότι παραγίνεται ενύπνιον εν πλήθει πειρασμού και φωνή άφρονος έν πλήθει λόγων.
Ματθ. 1,20 Ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος Κυρίου κατ᾿ ὄναρ ἐφάνη αὐτῷ λέγων· Ἰωσὴφ υἱὸς Δαυΐδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν Ἁγίου.
Ματθ. 2,12 καὶ χρηματισθέντες κατ᾿ ὄναρ μὴ ἀνακάμψαι πρὸς Ἡρῴδην, δι᾿ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν
Ματθ. 2,13 Ἀναχωρησάντων δὲ αὐτῶν ἰδοὺ ἄγγελος Κυρίου φαίνεται κατ᾿ ὄναρ τῷ Ἰωσὴφ λέγων· ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ φεῦγε εἰς Αἴγυπτον, καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι· μέλλει γὰρ Ἡρῴδης ζητεῖν τὸ παιδίον τοῦ ἀπολέσαι αὐτό.
Ματθ. 2,22 ἀκούσας δὲ ὅτι Ἀρχέλαος βασιλεύει ἐπὶ τῆς Ἰουδαίας ἀντὶ Ἡρῴδου τοῦ πατρὸς αὐτοῦ, ἐφοβήθη ἐκεῖ ἀπελθεῖν· χρηματισθεὶς δὲ κατ᾿ ὄναρ ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας,
Ματθ. 17,9 καὶ καταβαινόντων αὐτῶν ἀπὸ τοῦ ὄρους ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς λέγων· μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.
Ματθ. 27,19 Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος ἀπέστειλε πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ λέγουσα· μηδέν σοι καὶ τῷ δικαίῳ ἐκείνῳ· πολλὰ γὰρ ἔπαθον σήμερον κατ᾿ ὄναρ δι᾿ αὐτόν.
Πραξ. 11,5 ἐγὼ ἤμην ἐν πόλει Ἰόππῃ προσευχόμενος, καὶ εἶδον ἐν ἐκστάσει ὅραμα, καταβαῖνον σκεῦός τι ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαῖς καθιεμένην ἐκ τοῦ οὐρανοῦ, καὶ ἦλθεν ἄχρις ἐμοῦ·
Πραξ. 16,9 καὶ ὅραμα διὰ τῆς νυκτὸς ὤφθη τῷ Παύλῳ· ἀνήρ τις ἦν Μακεδὼν ἑστώς, παρακαλῶν αὐτὸν καὶ λέγων· διαβὰς εἰς Μακεδονίαν βοήθησον ἡμῖν.
Πραξ. 18,9 Εἶπε δὲ ὁ Κύριος δι᾿ ὁράματος ἐν νυκτὶ τῷ Παύλῳ· μὴ φοβοῦ, ἀλλὰ λάλει καὶ μὴ σιωπήσῃς,
Σειρ-34,1 Κεναί ελπίδες και ψευδείς ασυνέτω ανδρί, και ενύπνια αναπτερούσιν άφρονας.
Σειρ-34,2 Ως δρασσόμενος σκιάς και διώκων άνεμον, ούτως ο επέχων ενυπνίοις.
Σειρ-34,3 Τούτο κατά τούτου όρασις ενυπνίων, κατέναντι προσώπου ομοίωμα προσώπου.
Σειρ-34,5 Μαντείαι και οιωνισμοί και ενύπνια μάταια εστι, και ως ωδινούσις φαντάζεται καρδία.
Σειρ-34,6 Εάν μη παρά Υψίστου αποσταλή εν επισκοπή, μη δώς είς αυτά την καρδία σου.
Σειρ-34,7 Πολλούς γάρ επλάνησε τα ενύπνια, και εξέπεσον ελπίζοντες επ' αυτοίς.
ΠΕΡΙ ΟΝΟΜΑΤΟΣ ΑΓΑΘΟΥ ΚΑΙ ΠΟΝΗΡΟΥ
Ἐκκλ. 7,1 Ἀγαθὸν ὄνομα ὑπὲρ ἔλαιον ἄγαθὸν καὶ ἡμέρα τοῦ θανάτου ὑπὲρ ἡμέραν γεννήσεως.
Παρ. 22,1 Αἰρετώτερον ὄνομα καλόν ἢ πλούτος πολύς, ὑπὲρ δὲ ἀργύριον καὶ χρυσίον χάρις ἀγαθή.
Σειρ. 6,1 Ὄνομα γαρ πονηρόν αισχύνην και όνειδος κληρονομήσει· ούτως ο αμαρτωλός ο δίγλωσσος.
Σειρ. 41,11 Πένθος ανθρώπων εν σώμασιν αυτών, όνομα δε αμαρτωλών ουκ αγαθόν εξαλειφθήσεται.
Σειρ. 41,12 Φρόντισον περί ονόματος, αυτό γαρ σοι διαμένει ἢ χίλιοι μεγάλοι θησαυροί χρυσίου.
ΠΕΡΙ ΟΡΓΗΣ ΘΕΟΥ
Α Θεσ. 1,10 καὶ ἀναμένειν τὸν υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, ὃν ἤγειρεν ἐκ τῶν νεκρῶν, Ἰησοῦν τὸν ῥυόμενον ἡμᾶς ἀπὸ τῆς ὀργῆς τῆς ἐρχομένης.
Α Θεσ. 2,16 κωλυόντων ἡμᾶς τοῖς ἔθνεσι λαλῆσαι ἵνα σωθῶσιν, εἰς τὸ ἀναπληρῶσαι αὐτῶν τὰς ἁμαρτίας πάντοτε. ἔφθασε δὲ ἐπ᾿ αὐτοὺς ἡ οργὴ εἰς τέλος.
Αποκ. 6,16-17 καὶ λέγουσι τοῖς ὄρεσι καὶ ταῖς πέτραις· πέσατε ἐφ᾿ ἡμᾶς καὶ κρύψατε ἡμᾶς ἀπὸ προσώπου τοῦ καθημένου ἐπὶ τοῦ θρόνου καὶ ἀπὸ τῆς ὀργῆς τοῦ ἀρνίου, ὅτι ἦλθεν ἡ ἡμέρα ἡ μεγάλη τῆς ὀργῆς αὐτοῦ, καὶ τίς δύναται σταθῆναι;
Αποκ. 11,18 καὶ τὰ ἔθνη ὠργίσθησαν, καὶ ἦλθεν ἡ ὀργή σου καὶ ὁ καιρὸς τῶν ἐθνῶν κριθῆναι καὶ δοῦναι τὸν μισθὸν τοῖς δούλοις σου τοῖς προφήταις καὶ τοῖς ἁγίοις τοῖς φοβουμένοις τὸ ὄνομά σου, τοῖς μικροῖς καὶ τοῖς μεγάλοις, καὶ διαφθεῖραι τοὺς διαφθείροντας τὴν γῆν.
Αποκ. 12,17 καὶ ὠργίσθη ὁ δράκων ἐπὶ τῇ γυναικί, καὶ ἀπῆλθε ποιῆσαι πόλεμον μετὰ τῶν λοιπῶν τοῦ σπέρματος αὐτῆς, τῶν τηρούντων τὰς ἐντολὰς τοῦ Θεοῦ καὶ ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ.
Αποκ. 14,10 καὶ αὐτὸς πίεται ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τοῦ Θεοῦ τοῦ κεκερασμένου ἀκράτου ἐν τῷ ποτηρίῳ τῆς ὀργῆς αὐτοῦ, καὶ βασανισθήσεται ἐν πυρὶ καὶ θείῳ ἐνώπιον τῶν ἁγίων ἀγγέλων καὶ ἐνώπιον τοῦ ἀρνίου.
Αποκ. 16,19 καὶ ἐγένετο ἡ πόλις ἡ μεγάλη εἰς τρία μέρη, καὶ αἱ πόλεις τῶν ἐθνῶν ἔπεσαν. καὶ Βαβυλὼν ἡ μεγάλη ἐμνήσθη ἐνώπιον τοῦ Θεοῦ δοῦναι αὐτῇ τὸ ποτήριον τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς αὐτοῦ.
Αποκ. 19,15 καὶ ἐκ τοῦ στόματος αὐτοῦ ἐκπορεύεται ῥομφαία ὀξεῖα δίστομος, ἵνα ἐν αὐτῇ πατάσσῃ τὰ ἔθνη· καὶ αὐτὸς ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· καὶ αὐτὸς πατεῖ τὴν ληνὸν τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς τοῦ Θεοῦ τοῦ παντοκράτορος.
Εβρ. 3,11 ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου·
Εφ. 5,6 Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις· διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.
Ιω. 3,36 ὁ πιστεύων εἰς τὸν υἱὸν ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶν τῷ υἱῷ οὐκ ὄψεται ζωήν, ἀλλ᾿ ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ᾿ αὐτόν.
Κολ. 3,6 δι᾿ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας,
Ματθ. 22,7 ἀκούσας δὲ ὁ βασιλεὺς ἐκεῖνος ὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ ἀπώλεσε τοὺς φονεῖς ἐκείνους καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησε.
Ρωμ. 1,18 Ἀποκαλύπτεται γὰρ ὀργὴ Θεοῦ ἀπ᾿ οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων,
Ρωμ. 2,5 κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ,
Ρωμ. 2,8 τοῖς δὲ ἐξ ἐριθείας, καὶ ἀπειθοῦσι μὲν τῇ ἀληθείᾳ, πειθομένοις δὲ τῇ ἀδικίᾳ, θυμὸς καὶ ὀργή·
Ρωμ. 3,5  εἰ δὲ ἡ ἀδικία ἡμῶν Θεοῦ δικαιοσύνην συνίστησι, τί ἐροῦμεν; μὴ ἄδικος ὁ Θεὸς ὁ ἐπιφέρων τὴν ὀργήν; κατὰ ἄνθρωπον λέγω.
Ρωμ. 5,9  πολλῷ οὖν μᾶλλον δικαιωθέντες νῦν ἐν τῷ αἵματι αὐτοῦ σωθησόμεθα δι᾿ αὐτοῦ ἀπὸ τῆς ὀργῆς.
Ρωμ. 9,22 εἰ δὲ θέλων ὁ Θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν,
ΠΕΡΙ ΟΡΚΩΝ ΚΑΙ ΕΠΙΟΡΚΙΑΣ
Αποκ. 10,6 καὶ ὤμοσεν ἐν τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὰ ἐν αὐτῷ καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτῇ καὶ τὴν θάλασσαν καὶ τὰ ἐν αὐτῇ, ὅτι χρόνος οὐκέτι ἔσται,
Εβρ. 3,11 ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου·
Εβρ. 3,18 τίσι δὲ ὤμοσε μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ εἰ μὴ τοῖς ἀπειθήσασι;
Εβρ. 6,13 Τῷ γὰρ Ἀβραὰμ ἐπαγγειλάμενος ὁ Θεός, ἐπεὶ κατ᾿ οὐδενὸς εἶχε μείζονος ὀμόσαι, ὤμοσε καθ᾿ ἑαυτοῦ,
Εβρ. 6,16-17 ἄνθρωποι μὲν γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσι, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὁ ὅρκος· ἐν ᾧ περι-σσότερον βουλόμενος ὁ Θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ, ἐμεσίτευσεν ὅρκῳ,
Εβρ. 7,21 ὁ δὲ μετὰ ὁρκωμοσίας διὰ τοῦ λέγοντος πρὸς αὐτόν· ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ·-
Εξοδ-20,7 Ου λήψει το όνομα Κυρίου του Θεού σου επί ματαίω· ου γάρ μη καθαρίση Κύριος ο Θεός σου τον λαμβάνοντα το όνομα αυτού επί ματαίω.
Ιακ. 5,12 Πρὸ πάντων δέ, ἀδελφοί μου, μὴ ὀμνύετε μήτε τὸν οὐρανὸν μήτε τὴν γῆν μήτε ἄλλον τινὰ ὅρκον· ἤτω δὲ ὑμῶν τὸ ναὶ ναί, καὶ τὸ οὒ οὒ, ἵνα μὴ εἰς ὑπόκρισιν πέσητε.
Λευτ-19,13 Και ούκ ομείσθε το ονοματί μου επ' αδίκω και ού βεβηλώσετε το όνομα το άγιον του Θεού υμών· εγώ ειμι Κύριος ο Θεός υμών.
Ματθ. 5,33 Πάλιν ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, οὐκ ἐπιορκήσεις, ἀποδώσεις δὲ τῷ Κυρίῳ τοὺς ὅρκους σου.
Ματθ. 5,34 Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως· μήτε ἐν τῷ οὐρανῷ, ὅτι θρόνος ἐστὶ τοῦ Θεοῦ.
Ματθ-5,35 μήτε ἐν τῇ γῆ, ὅτι ὐποπόδιον ἐστι τῶν ποδῶν αὐτοῦ μήτε εἰς Ἰεροσόλυμα, ὅτι πόλις ἔστι τοῦ μεγάλου βασιλέως.
Ματθ. 5,36 μήτε ἐν τῇ κεφαλῇ σου ὀμόσῃς, ὅτι οὐ δύνασαι μίαν τρίχα λευκὴν ἢ μέλαιναν ποιῆσαι.
Ματθ-5,37 Ἕστω δὲ ὀ λόγος ὑμῶν ναὶ ναὶ, οὐ οὐ, τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστίν.
Ματθ. 23,16-18 Οὐαὶ ὑμῖν, ὁδηγοὶ τυφλοί, οἱ λέγοντες ὃς ἂν ὀμόσῃ ἐν τῷ ναῷ, οὐδέν ἐστιν, ὃς δ᾿ ἂν ὀμόσῃ ἐν τῷ χρυσῷ τοῦ ναοῦ, ὀφείλει. καί· ὃς ἂν ὀμόσῃ ἐν τῷ θυσιαστηρίῳ, οὐδέν ἐστιν, ὃς δ᾿ ἂν ὀμόσῃ ἐν τῷ δώρῳ τῷ ἐπάνω αὐτοῦ, ὀφείλει.
Ματθ. 23,20 ὁ οὖν ὀμόσας ἐν τῷ θυσιαστηρίῳ ὀμνύει ἐν αὐτῷ καὶ ἐν πᾶσι τοῖς ἐπάνω αὐτοῦ·
Ματθ. 23,21 καὶ ὁ ὀμόσας ἐν τῷ ναῷ ὀμνύει ἐν αὐτῷ καὶ ἐν τῷ κατοικήσαντι αὐτόν·
Ματθ. 23,22 καὶ ὁ ὀμόσας ἐν τῷ οὐρανῷ ὀμνύει ἐν τῷ θρόνῳ τοῦ Θεοῦ καὶ ἐν τῷ καθημένῳ ἐπάνω αὐτοῦ.
Ματθ.14,6-9 Γενεσίων δὲ ἀγομένων τοῦ Ἠρώδου ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἠρωδιάδος ἐν τῷ μέσω καὶ ἤρεσε τῷ Ἠρώδη· ὅθεν μεθ’ ὅρκου ὡμολόγησεν αὐτὴ δούναι ὃ ἐὰν αἰτήσηται. ἡ δέ, προβιβασθείσα ὑπὸ τῆς μητρός αὐτῆς, δός μοι, φησίν, ὧδε ἐπὶ πίνακι τὴν κεφαλήν Ἰωάννου τοῦ βαπτιστοῦ. καὶ ἐλυπήθη ὁ βασιλεύς, διὰ δὲ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους ἐκέλευσε δοθήναι.
Πραξ. 2,30 προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ τὸ κατὰ σάρκα ἀναστήσειν τὸν Χριστὸν καθίσαι ἐπὶ τοῦ θρόνου αὐτοῦ,
Πραξ. 7,17 Καθὼς δὲ ἤγγιζεν ὁ χρόνος τῆς ἐπαγγελίας ἣν ὤμοσεν ὁ Θεὸς τῷ Ἀβραάμ, ηὔξησεν ὁ λαὸς καὶ ἐπληθύνθη ἐν Αἰγύπτῳ,
Σειρ-23,9 Όρκω μη εθίσης το στόμα σου καὶ ονομασία του αγίου μη συνεθισθής
Σειρ-23,10 Ώσπερ γάρ οικέτης εξεταζόμενος ενδελεχώς από μώλωπος ουκ ελαττωθήσεται, ούτως και ο ομνύων και ονομάζων διαπαντός από αμαρτίας ου μη καθαρισθή.
Σειρ-23,11 Ανήρ πολύορκος πλησθήσεται ανομίας, και ούκ αποστήσεται από του οίκου αυτού μάστιξ· εάν πλημμελήση, αμαρτία αὐ-τοῦ ἐπ' αυτώ, κάν υπερίδη, ήμαρτε δισσώς· και εί διακενής ώμοσεν, ού δικαιωσθήσεται πλησθήσεται γὰρ ἐπαγωγῶν ο οἶκος αὐτοῦ.
Σειρ. 27,14 Λαλιά πολυόρκου ὁρθώσει τρίχας, καὶ ἡ μάχη αὐτῶν ἐμφραγμός ὠτίων.
ΠΕΡΙ ΤΩΝ ΟΥΑΙ !!!
Α Κορ-9,16 Ουαί μοι έστιν εάν μη ευαγγελίζωμαι
Αμβακ-2,6 Ουαί ο πληθύνων εαυτώ τα ούκ όντα αυτού εώς τίνος; Και βαρύνων τον κλοιόν αυτού στιβαρώς.
Αμβακ-2,15 Ω ο ποτίζων τον πλησίον αυτού ανατροπή θολεράν και μεθύσκων
Αμβακ-2,12 Ουαί ο οικοδομών πόλιν εν αίμασι και ετοιμάζων πόλιν εν αδικίαις.
Αμως-6,4 Ουαί, οι καθεύδοντες επί κλινών ελεφαντίνων και κατασπαταλωντες επί ταις στρωμναίς αυτών.
Αμως-6,6 Και ουαί … τα πρώτα μύρα χριόμενοι.
Εκκλ-4,10 Ουαί αυτώ τώ ενί, όταν πέση και μη ή δεύτερος εγείραι αυτόν.
Εκκλ-10,16 Ουαί σοι, πόλις, ής ο βασιλεύς σου νεώτερος και οι αρχοντές σου πρωί εσθίουσι.
Ησ-3,11 Ουαί τω ανόμω . πονηρά κατά τα έργα των χειρών αυτού συμβήσεται αυτώ.
Ησ-5,8 Ουαί οι συνάπτοντες οικίαν προς οικίαν και αγρόν προς αγρόν εγγίζοντες, ίνα του πλησίον αφέλωνταί τι. Μη οικήσετε μόνοι επί της γής;
Ησ-5,11 Ουαί οι εγειρόμενοι το πρωί, και τα σίκερα διώκοντες, οι μένοντες το όψε, ο γάρ οίνος αυτούς συγκαύσει.
Ησ-5,18 Ουαί οι επισπώμενοι τας αμαρτίας ως σχοινίω μακρώ και ως ζυγού ιμάντι δαμάλεως τας ανομίας
Ησ-5,19 Ουαί … οι λέγοντες . το τάχος εγγίσατω ά ποιήσει, ίνα είδομεν, και ελθάτω η βουλή του αγίου Ισραήλ, ίνα γνώμεν.
Ησ-5,20 Ουαί οι λέγοντες το πονηρόν καλόν και το καλόν πονηρόν, οι τιθέντες το σκότος φώς και το φώς σκότος, οι τιθέντες το πικρόν γλυκύ και το γλυκύ πικρόν.
Ησ-5,21 Ουαί οί συνετοί εν εαυτοίς και ενώπιον αυτών επιστήμονες.
Ησ-5,22 Ουαί οι ισχύοντες ημών, οι πίνοντες τον οίνον και οι δυνάσται οι κεραννύντες τα σικερά
Ησ-5,23 Ουαί … οι δικαιούντες τον ασεβή ένεκεν δώρων και το δίκαιον του δικαίου άροντες.
Ησ-30,1 Ουαί τέκνα αποστάται, τάδε λέγει Κύριος . Εποιήσατε βουλήν ού δι' εμού και συνθήκας ού διά του πνευματός μου προσθείναι αμαρτίας εφ αμαρτίας.
Ησ-33,1 Ουαί τοίς ταλαιπωρούσιν υμάς, υμάς δε ουδείς ποιεί ταλαιπώρους, και ο αθετών υμάς ούκ αθετεί . αλώσονται οι αθετούντες και παραδοθήσονται και ως σής εφ' ιματίου, ούτως ηττηθήσονται.
Λουκ 6,24 Ουαί υμίν τοις πλουσίοις, ότι απέχετε την παράκληση ημών.
Λουκ 6,25 Ουαί υμίν οι εμπεπλησμένοι ότι πεινάσετε
Λουκ 6,25 Ουαί υμίν οι γελώντες νύν, ότι πενθήσετε και κλαύσετε
Λουκ 6,26 Ουαί όταν καλώς υμάς είπωσι πάντες οι άνθρωποι, κατά τα αυτά γάρ εποίουν τοις ψευδοπροφήταις οι πατέρες αυτών.
Λουκ-11,46 Και υμίν τοίς νομικοίς ουαί, ότι φορτίζετε τούς ανθρώπους φορτία δυσβάστακτα, και αυτοί ενί τών δακτύλων υμών ου προσψαύετε τοίς φορτίοις.
Λουκ-11,47 Ουαί υμίν, ότι οικοδομείτε τά μνημεία τών προφητών, οι δέ πατέρες υμών απέκτειναν αυτούς.
Λουκ-11,52 Ουαί υμίν τοίς νομικοίς ότι ήρατε τήν κλέιδα τής γνώσεως· αυτοί ουκ εισήλθητε, καί τούς εισερχομένους εκωλύσατε.
Ματθ-11,21 Ουαί σοι, Χοραζίν ουαί σοι, Βηθσαιδά ότι ει εν Τύρω και Σιδώνι εγενήθησαν αι δυνάμεις αι γενόμεναι εν υμίν, πάλαι αν εν σάκκω και σποδώ καθήμεναι μετενόησαν.
Ματθ-18,7 Ούαι τω κόσμω από των σκανδάλων, ανάγκη γαρ εστιν ελθείν τα σκάνδαλα πλήν ούαι τω ανθρώπω εκείνω δι ου το σκάνδαλον έρχεται.
Ματθ-23,13 Ουαί υμίν γραμματείς και Φαρισαίοι υποκριταί ότι κατεσθίετε τας οικίας των χήρων και προφάσει μακρά προσευχόμενοι διά τούτο λήψεσθε περισσότερον κρίμα.
Ματθ-23,14 Ουαί υμίν γραμματείς και Φαρισαίοι υποκριταί ότι κλείετε την βασιλεία των ουρανών έμπροσθεν των ανθρώπων υμείς γαρ ούκ εισέρχεσθε ουδέ τους εισερχόμενους αφίετε εισέλθειν.
Ματθ-23,15 Ουαί υμίν γραμματείς και Φαρισαίοι υποκριταί ότι περιάγετε την θάλασσαν και την ξηράν ποιήσαι ένα προσήλυτον και όταν γένηται ποιήτε αυτών υιόν γεέννης διπλότερον υμών.
Ματθ-23,16 Ουαί υμίν οδηγοί τυφλοί οι λέγοντες ος αν ομόση εν τω ναώ ουδέν εστιν, ος δ' αν ομόση εν τω χρυσώ του ναού, οφείλει.
Ματθ-23,23 Ουαί υμίν γραμματείς και Φαρισαίοι υποκριταί ότι αποδεκατούτε το ηδύοσμον και το άνηθον και το κύμινον και αφήκατε τα βαρύτερα του νόμου την κρίσιν και τον έλεον και την πίστην
Ματθ-23,25 Ουαί υμίν γραμματείς και Φαρισαίοι υποκριταί ότι καθαρίζετε το έξωθεν του ποτηρίου και της παροψίδος έσωθεν δε γέμουσιν εξ αρπαγής και αδικίας.
Ματθ-23,27 Ουαί υμίν γραμματείς και Φαρισαίοι υποκριταί ότι παρομοιάζετε τάφοις κεκονιαμένοις οίτινες έξωθεν μέν φαίνονται
ωραίοι έσωθεν δε γέμουσιν οστέων νεκρών και πάσης ακαθαρσίας
Ματθ-23,29 Ουαί υμίν γραμματείς και Φαρισαίοι υποκριταί ότι οικοδομείτε τους τάφους των προφητών και κοσμείτε τα μνημεία των δικαίων
Ματθ-24,19 Ουαί δε ταις εν γαστρί εχούσας και ταις θηλαζούσας εν εκείναις ταις ημέραις.
Ματθ-26,24 Ουαί δε τω ανθρώπω εκείνω δι' ου ο υιός του ανθρώπου παραδίδοται, καλόν ήν αυτώ ει ούκ εγεννήθη ο άνθρωπος εκείνος.
Παρ-2,13 Ω οι εγκαταλείποντες οδούς ευθείας του πορεύεσθε εν οδοίς σκότους.
Παρ-2,14 Ω οι ευφραινόμενοι επί κακοίς και χαιροντες επι διαστροφή κακή.
Σειρ-2,12 Ουαί καρδίας δειλαίς και χερσί παρειμέναις και αμαρτωλώ επιβαίνοντι επι δύο τρίβους.
Σειρ-2,13 Ουαί καρδία παρειμένη, ότι ού πιστεύει. δια τούτο ού σκεπασθήσεται.
Σειρ-2,14 Ουαί τοις απολωλεκόσι την υπομονήν. Και τι ποιήσετε όταν επισκέπτηται ο Κύριος;
Σειρ-41,8 Ουαί υμίν, άνδρες ασεβείς, οίτινες εγκατελίπετε νόμον Θεού Υψίστου
ΠΕΡΙ ΟΦΕΙΛΩΝ
Α Ιω. 2,6  Ὁ λέγων ἐν αὐτῷ μένειν ὀφείλει, καθὼς ἐκεῖνος περιεπάτησε, καὶ αὐτὸς οὕτω περιπατεῖν.
Α Ιω. 3,16 ἐν τούτῳ ἐγνώκαμεν τὴν ἀγάπην ὅτι ἐκεῖνος ὑπὲρ ἡμῶν τὴν ψυχὴν αὐτοῦ ἔθηκε· καὶ ἡμεῖς ὀφείλομεν ὑπὲρ τῶν ἀδελφῶν τὰς ψυχὰς τιθέναι.
Α Ιω. 4,11 Ἀγαπητοί, εἰ οὕτως ὁ Θεὸς ἠγάπησεν ἡμᾶς, καὶ ἡμεῖς ὀφείλομεν ἀλλήλους ἀγαπᾶν.
Α Κορ. 7,3 τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλομένην εὔνοιαν ἀποδιδότω, ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί.
Α Κορ. 11,7 ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλήν, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων· γυνὴ δὲ δόξα ἀνδρός ἐστι.
Α Κορ. 11,10 διὰ τοῦτο ὀφείλει ἡ γυνὴ ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγγέλους.
Β Θεσ. 1,3 Εὐχαριστεῖν ὀφείλομεν τῷ Θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοί, καθὼς ἄξιόν ἐστιν, ὅτι ὑπεραυξάνει ἡ πίστις ὑμῶν καὶ πλεονάζει ἡ ἀγάπη ἑνὸς ἑκάστου πάντων ὑμῶν εἰς ἀλλήλους,
Β Θεσ. 2,13 Ἡμεῖς δὲ ὀφείλομεν εὐχαριστεῖν τῷ Θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ Κυρίου, ὅτι εἵλετο ὑμᾶς ὁ Θεὸς ἀπ᾿ ἀρχῆς εἰς σωτηρίαν ἐν ἁγιασμῷ Πνεύματος καὶ πίστει ἀληθείας,
Β Κορ. 12,14 Οὐ γὰρ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσιν θησαυρίζειν, ἀλλ᾿ οἱ γονεῖς τοῖς τέκνοις.
Εβρ. 5,3 καὶ διὰ ταύτην ὀφείλει, καθὼς περὶ τοῦ λαοῦ, οὕτω καὶ περὶ ἑαυτοῦ προσφέρειν ὑπὲρ ἁμαρτιῶν.
Εβρ. 5,12 καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ, καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος καὶ οὐ στερεᾶς τροφῆς.
Εφ. 5,28 οὕτως ὀφείλουσιν οἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα. ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ·
Ιωάν. 13,14 εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας, ὁ Κύριος καὶ ὁ Διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας.
Λουκ. 11,4 καὶ ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν· καὶ γὰρ αὐτοὶ ἀφίεμεν παντὶ τῷ ὀφείλοντι ἡμῖν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Λουκ. 17,10 οὕτω καὶ ὑμεῖς, ὅταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν, λέγετε ὅτι δοῦλοι ἀχρεῖοί ἐσμεν, ὅτι ὃ ὠφείλομεν ποιῆσαι πεποιήκαμεν.
Ματθ. 18,28 ἐξελθὼν δὲ ὁ δοῦλος ἐκεῖνος εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ, ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια, καὶ κρατήσας αὐτὸν ἔπνιγε λέγων· ἀπόδος μοι εἴ τι ὀφείλεις.
Ματθ. 18,30 ὁ δὲ οὐκ ἤθελεν, ἀλλὰ ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς φυλακὴν ἕως οὗ ἀποδῷ τὸ ὀφειλόμενον.
Ματθ. 18,34 καὶ ὀργισθεὶς ὁ κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον αὐτῷ.
Ματθ. 23,16-18 Οὐαὶ ὑμῖν, ὁδηγοὶ τυφλοί, οἱ λέγοντες ὃς ἂν ὀμόσῃ ἐν τῷ ναῷ, οὐδέν ἐστιν, ὃς δ᾿ ἂν ὀμόσῃ ἐν τῷ χρυσῷ τοῦ ναοῦ, ὀφείλει. ... καί· ὃς ἂν ὀμόσῃ ἐν τῷ θυσιαστηρίῳ, οὐδέν ἐστιν, ὃς δ᾿ ἂν ὀμόσῃ ἐν τῷ δώρῳ τῷ ἐπάνω αὐτοῦ, ὀφείλει.
Ρωμ. 13,8 μηδενὶ μηδὲν ὀφείλετε εἰ μὴ τὸ ἀγαπᾶν ἀλλήλους. ὁ γὰρ ἀγαπῶν τὸν ἕτερον νόμον πεπλήρωκε·
Ρωμ. 15,1 Ὀφείλομεν δὲ ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν, καὶ μὴ ἑαυτοῖς ἀρέσκειν.
Ρωμ. 15,27 εὐδόκησαν γὰρ καὶ ὀφειλέται αὐτῶν εἰσιν· εἰ γὰρ τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη, ὀφείλουσι καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς.
ΠΕΡΙ ΟΦΘΑΛΜΩΝ, ΟΡΑΣΕΩΣ ΚΑΙ ΦΥΛΑΞΗΣ ΤΗΣ
Ἰώβ 31,1 Διαθήκην ἐθέμην τοῖς ὀφθαλμοῖς μου καὶ οὐ συνήσω ἐπὶ παρθένον.
Ματθ-5,29 Ει δε ό οφθαλμός σου ό δεξιός σκανδαλιζει σε έξελε αυτόν και βάλε από σου συμφερει γάρ σοι ίνα αποληται εν των μελων σου και μη ολόν το σωμα σου βληθεί εις γεενναν
Ματθ. 6,22-23 Ὁ λύχνος του σώματός εστιν ο οφθαλμός· εάν ουν ο οφθαλμός σου ἀπλοῦς ἦ, ὅλον τὸ σώμά σου φωτεινόν έσται· ἐὰν δε ο οφθαλμός σου πονηρός ή, όλον το σώμά σου σκοτεινόν έσται. ει ουν το φως το εν σοί σκότος εστί, το σκότος πόσον;
Παρ. 4,25 Οἱ ὀφθαλμοί σου ορθά βλεπέτωσαν, τα δε βλέφαρά σου νευέτω δίκαια.
Παρ-6,25 Μη σε νικήση καλλους επιθυμία μηδέ αγρευθής σοις οφθαλμοίς, μηδέ συναρπασθής από των αυτής βλεφάρων.
Παρ.15,30 Θεωρών ὀφθαλμός καλά εὐφραίνει καρδίαν.
Παρ-27,20α Βδέλυγμα Κυρίω στηρίζων οφθαλμόν
Σειρ-9,8 Απόστρεψον οφθαλμόν από γυναικός ευμόρφου και μη καταμάνθανε κάλλος αλλότριον εν κάλλει γυναικός πολλοί
επλανήθησαν και εκ τούτου φιλία ως πύρ ανακαίεται.
Σειρ.14,10 Ὀφθαλμός πονηρός φθονερός επ’ άρτω και ελλιπής επί της τραπέζης αυτού.
Σειρ-23,4 Κύριε, πάτερ και Θεέ της ζωής μου μετεωρισμόν οφθαλμόν μη μοι δώς μοι και επιθυμίαν απόστρεψον απ' εμού
Σειρ-26,9 Πορνεία γυναικός εν μετεωρισμοίς οφθαλμών, και εν της βλεφάροις αυτής γνωσθήσεται.
Σειρ. 31,13 Μνήσθητι ότι κακόν οφθαλμός πονηρός· πονηρότερον οφθαλμού τι έκτισται; δια τούτο από παντός προσώπου δακρύει.
Σειρ-41,22 (Αισχύνεσθε) από οράσεως γυναικός εταίρας και από αποστροφής προσώπου συγγενούς
Σειρ-42,12 Παντί ανθρώπω μη έμβλεπε εν κάλλει και εν μέσω γυναικών μη συνέδρευε.
Ψαλμ-118,37 Απόστρεψον γαρ τους οφθαλμους μου του μη ιδείν ματαιότητα.

Δεν υπάρχουν σχόλια: