ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ Α

ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ ΑΠΕΡΙ ΑΓΑΘΩΝ
Ησ-1,20-21 Καὶ ἐὰν θέλητε καὶ εἰσακουσετέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσακούσητε μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα.
Ματθ. 7,11 Εἰ οὗν ὑμεῖς, πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν;
Σειρ. 11,23-25 Μὴ εἴπῃς· τίς ἐστί μου χρεία, καὶ τίνα ἀπὸ τοῦ νῦν ἔσται μου τὰ ἀγαθά; μὴ εἴπῃς· αὐτάρκη μοί ἐστι, καὶ τί ἀπὸ τοῦ νῦν κακωθήσομαι; ἐν ἡμέρᾳ ἀγαθῶν ἀμνησία κακῶν, καὶ ἐν ἡμέρᾳ κακῶν οὐ μνησθήσεται ἀγαθῶν·
Σειρ. 32,13 Εὐλόγησον τὸν ποιήσαντά σε καὶ μεθύσκοντά σε ἀπὸ τῶν ἀγαθῶν αὐτοῦ.
Σειρ. 39,26-27 Ἀρχή πάσης χρείας εἰς ζωὴν ἀνθρώπου, ὔδωρ, πύρ, καὶ σίδηρος καὶ ἄλας καὶ σεμίδαλις πυροὺ καὶ μέλι καὶ γάλα, αἶμα σταφυλής καὶ ἔλαιον καὶ ἰμάτιον. Ταύτα πάντα τοῖς εὐσεβέσιν εἰς ἀγαθά, οὔτως τοῖς ἀμαρτωλοῖς τραπήσεται εἰς κακά.
Ψαλμ. 15,2 Εἶπα τῷ Κυρίῳ· Κύριός μου εἶ σύ, ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις.
Ψαλμ. 26,13 Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῇ ζώντων.
Σειρ. 32,13 Εὐλόγησον τον ποιήσαντά σε και μεθύσκοντά σε από των αγαθών αυτού.
Ψαλμ. 33,11 Πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν, οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ.
Ψαλμ. 83,12. Κύριος οὐ στερήσει τὰ ἀγαθὰ τοῖς πορευομένοις ἐν ἀκακίᾳ.
ΠΕΡΙ ΑΓΑΠΗΣ ΤΟΥ ΘΕΟΥ
Α Ιωάν. 4,9 Ἐν τούτῳ ἐφανερώθη ἡ ἀγάπη τοῦ Θεοῦ ἐν ἡμῖν, ὅτι τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἀπέσταλκεν ὁ Θεὸς εἰς τὸν κόσμον ἵνα ζήσωμεν δι᾿ αὐτοῦ.
Α Ιωάν. 4,10-11 Ἐν τούτῳ ἐστὶν ἡ ἀγάπη, οὐχ ὅτι ἡμεῖς ἠγαπήσαμεν τὸν Θεόν, ἀλλ᾿ ὅτι αὐτὸς ἠγάπησεν ἡμᾶς καὶ ἀπέστειλε τὸν υἱὸν αὐτοῦ ἱλασμὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν. Ἀγαπητοί, εἰ οὕτως ὁ Θεὸς ἠγάπησεν ἡμᾶς, καὶ ἡμεῖς ὀφείλομεν ἀλλήλους ἀγαπᾶν.
Α Ιωάν. 4,19 Ἡμεῖς ἀγαπῶμεν αὐτόν, ὅτι αὐτὸς πρῶτος ἠγάπησεν ἡμᾶς.
Α Ιωάν. 4,20 Ἐάν τις εἴπῃ ὅτι ἀγαπῶ τὸν Θεόν, καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῇ, ψεύστης ἐστίν· ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν ὃν ἐώρακε, τὸν Θεόν ὃν οὐχ ἑώρακε πῶς δύναται ἀγαπᾶν;
Α Ἰωάν-4,21 Καὶ ταύτην τὴν ἐντολὴν ἔχομεν ἀπ' αὐτοῦ, ἵνα ὁ ἀγαπῶν τὸν Θεὸν ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ.
Α Ιωάν. 5,2 Ἐν τούτῳ γινώσκομεν ὅτι ἀγαπῶμεν τὰ τέκνα τοῦ Θεοῦ, ὅταν τὸν Θεὸν ἀγαπῶμεν καὶ τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν.
Α Ἰωάν-5,3 Αὔτη γάρ ἐστιν ἡ ἀγάπη τοῦ Θεοῦ, ἵνα τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν, καὶ οἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὔκ εἰσιν
Εφεσ. 5,1-2 Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ ὡς τέκνα ἀγαπητά, καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας.
Ἰωάν-3,16 Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πiστεύων εἰς αὐτὸν μὴ ἀπόλυται, ἀλλ' ἔχει ζωὴν αἰώνιον.
Ιωάν. 8,42 Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· εἰ ὁ Θεὸς πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμέ· ἐγὼ γὰρ ἐκ τοῦ Θεοῦ ἐξῆλθον καὶ ἥκω· οὐδὲ γὰρ ἀπ᾿ ἐμαυτοῦ ἐλήλυθα, ἀλλ᾿ ἐκεῖνός με ἀπέστειλε.
Ιωάν. 14,15 Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσατε,
Ἰωάν-14,21 Ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτάς, ἐκεῖνός ἐστι ὁ ἀγαπῶν με· ὁ δὲ ἀγαπῶν μὲ ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου, καὶ ἐγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτὸν ἐμαυτόν.
Ἰωάν-14,23 Ἐὰν τὶς ἀγαπᾷ με, τὸν λόγο μου τηρήσει, καὶ ὁ πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ' αὐτὼ ποιήσομεν.
Ἰωάν. 14,24 Ὁ μὴ ἀγαπῶν μὲ τοὺς λόγους μου οὑ τηρεῖ· καὶ ὁ λόγος ὂν ἀκούετε οὔκ ἐστιν ἐμός, ἀλλὰ τοῦ πεψαντὸς μὲ πατρός.
Ἰωάν. 15,9 Καθὼς ἠγάπησέ με ὁ πατήρ, κἀγὼ ἠγάπησα ὑμᾶς· μείνατε ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ.
Ἰωάν. 15,10 Ἐὰν τὰς ἐντολάς μου τηρήσητε μενεῖτε ἐν τῇ ἀγάπῃ μου, καθὼς ἐγὼ τάς ἐντολὰς τοῦ πατρός μου τετήρηκα καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ.
Ιωάν. 21,15-17 Ὅτε οὖν ἠρίστησαν, λέγει τῷ Σίμωνι Πέτρῳ ὁ Ἰησοῦς· Σίμων Ἰωνᾶ, ἀγαπᾷς με πλεῖον τούτων; λέγει αὐτῷ· ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· βόσκε τὰ ἀρνία μου. Λέγει αὐτῷ πάλιν δεύτερον· Σίμων Ἰωνᾶ, ἀγαπᾷς με; λέγει αὐτῷ· ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· ποίμαινε τὰ πρόβατά μου. Λέγει αὐτῷ τὸ τρίτον· Σίμων Ἰωνᾶ, φιλεῖς με; ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον, φιλεῖς με, καὶ εἶπεν αὐτῷ· Κύριε, σὺ πάντα οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ σε. λέγει αὐτῷ ὁ Ἰησοῦς· βόσκε τὰ πρόβατά μου.
Μαρκ. 12,32-33 Καὶ εἶπεν αὐτῷ ὁ γραμματεύς· καλῶς, διδάσκαλε, ἐπ᾿ ἀληθείας εἶπας ὅτι εἷς ἐστι καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ· καὶ τὸ ἀγαπᾶν αὐτὸν ἐξ ὅλης τῆς καρδίας καὶ ἐξ ὅλης τῆς συνέσεως καὶ ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς ἰσχύος, καὶ τὸ ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτὸν πλεῖόν ἐστι πάντων τῶν ὁλοκαυτωμάτων καὶ θυσιῶν.
Ματθ. 6,24 Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει. οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ.
Ματθ. 22,36-40 Διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ; ὁ δὲ Ἰησοῦς ἔφη αὐτῷ· ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐν ὅλῃ τῇ καρδίᾳ σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου. αὕτη ἐστὶ πρώτη καὶ μεγάλη ἐντολή. Δευτέρα δὲ ὁμοία αὐτῇ· ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. Ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται.
Παρ-3,12 Ὃν γὰρ ἀγαπᾷ Κύριος παιδεύει, μαστιγοὶ δὲ πάντα υἱὸν ὂν παραδέχεται.
Ρωμ. 8,28 Οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν·
ΠΕΡΙ ΑΓΑΠΗΣ ΤΟΥ ΠΛΗΣΙΟΝ
Α Ιωάν. 3,10-11 Ἐν τούτῳ φανερά ἐστι τὰ τέκνα τοῦ Θεοῦ καὶ τὰ τέκνα τοῦ διαβόλου. πᾶς ὁ μὴ ποιῶν δικαιοσύνην οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, καὶ ὁ μὴ ἀγαπῶν τὸν ἀδελφόν αὐτοῦ. ὅτι αὕτη ἐστὶν ἡ ἀγγελία ἣν ἠκούσατε ἀπ᾿ ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους,
Α Ἰωάν-3,14 μὴ ἀγαπῶν τὸν ἀδελφόν, μένει ἐν τῷ θανάτῳ.
Α Ἰωάν-3,18 Τεκνία μου, μὴ ἀγαπῶμεν λόγω μηδὲ τῇ γλώσσῃ, ἀλλ' ἐν ἔργῳ καὶ ἀληθεῖα.
Α Ιωάν. 3,23-24 καὶ αὕτη ἐστὶν ἡ ἐντολὴ αὐτοῦ, ἵνα πιστεύσωμεν τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ καὶ ἀγαπῶμεν ἀλλήλους καθὼς ἔδωκεν ἐντολήν. καὶ ὁ τηρῶν τὰς ἐντολὰς αὐτοῦ ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν αὐτῷ.
Α Ἰωάν. 4,7-8 Ἀγαπητοί, ἀγαπῶμεν ἀλλήλους, ὅτι ἡ ἀγάπη ἐκ τοῦ Θεοῦ ἐστι, καὶ πᾶς ὁ ἀγαπῶν ἐκ τοῦ Θεοῦ γεγέννηται καὶ γινώσκει τὸν Θεόν. ὁ μὴ ἀγαπῶν οὐκ ἔγνω τὸν Θεόν, ὅτι ὁ Θεὸς ἀγάπη ἐστίν.
Α Ιωάν. 4,12 Ἐὰν ἀγαπῶμεν ἀλλήλους, ὁ Θεὸς ἐν ἡμῖν μένει καὶ ἡ ἀγάπη αὐτοῦ τετελειωμένη ἐστὶν ἐν ἡμῖν.
Α Ἰωάν-4,18 Φόβος οὐκ ἐστιν ἐν τῇ ἀγάπῃ, ἀλλ' ἡ τελεία ἀγάπη ἔξω βαλεῖ τὸν φόβον, ὅτι ὁ φόβος κόλασιν ἔχει, ὁ δὲ φοβούμενος οὑ τετελείωται ἐν τῇ ἀγάπῃ.
Α Κορ-13,1 Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἣ κύμβαλον ἀλαλάζων.
Α Κορ-13,2 Καὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πάσαν τὴν γνώσιν, καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστην, ὤστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν εἰμι.
Α Κορ-13,3 Καὶ ἂν ψωμίσω πάντα τὰ ὑπαρχοντά μου καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι.
Α Κορ-13,4-8 Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύται, ἡ ἀγάπη οὐ ζηλοῖ, ἡ ἀγάπη οὐ περπερεύται, οὑ φυσιούται, οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακὸν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ, πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει. ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει. εἴτε δὲ προφητεῖαι, καταργηθήσονται· εἴτε γλῶσσαι, παύσονται· εἴτε γνῶσις, καταργηθήσεται.
Α Κορ-13,13 Νυνὶ δὲ μένει πίστις, ἐλπὶς, ἀγάπη, τὰ τρία ταῦτα μείζων δὲ τούτων ἡ ἀγάπη.
Α Πετρ-4,8 Πρὸ πάντων δὲ τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῇ ἔχοντες, ὅτι ἡ ἀγάπη καλύψει πλῆθος ἁμαρτιῶν
Εφ. 5,25 Οἱ ἄνδρες ἀγαπᾶτε τὰς γυναῖκας ἑαυτῶν, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς.
Εφ. 5,28-29 Οὕτως ὀφείλουσιν οἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα. ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ· οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλ᾿ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁ Κύριος τὴν ἐκκλησίαν·
Εφ. 5,33 Πλὴν καὶ ὑμεῖς οἱ καθ᾿ ἕνα ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν, ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα.
Ἰωάν-13,34 Ἐντολὴν καινὴν δίδωμι ὑμῖν ἵνα ἀγαπᾶτε ἀλλήλους καθὼς ἠγάπησα ὑμᾶς ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους.
Ἰωάν-13,35 Ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταὶ ἔστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις.
Ἰωάν-15,12 Αὔτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμή, ἵνα ἀγαπᾶτε ἀλλήλους καθὼς ἠγάπησα ἡμᾶς.
Λουκ-7,47 Οὐ χάριν λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησε πολὺ· ὢ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ.
Ματθ-7,12 Πάντα οὖν ὅσα ἂν θέλητε ἵνα ποιώσιν ὑμῖν οἱ ἄνθρωποι, οὕτω καὶ ὑμεῖς ποιῆτε αὐτοῖς οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται.
Ρωμ-12,9 Ἡ ἀγάπη ἀνυπόκριτος. Ἀποστυγοῦντες τὸ πονηρόν, κολλώμενοι τῷ ἀγαθῷ, τῇ φιλαδελφεία εἰς ἀλλήλους φιλόστοργοι, τῇ τιμῇ ἀλλήλους προηγούμενοι
Ρωμ-13,8 Μηδενὶ μηδὲν ὀφείλετε εἰ μὴ τὸ ἀγαπᾶν ἀλλήλους. ὁ γὰρ ἀγαπῶν τὸν ἕτερον νόμον πεπλήρωκε.
Ρωμ. 13,9 Τὸ γὰρ οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις, οὐκ ἐπιθυμήσεις, καὶ εἴ τις ἑτέρα ἐντολή, ἐν τούτῳ τῷ λόγῳ ἀνακεφαλαιοῦται, ἐν τῷ, ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.
Ρωμ-13,10 Ἡ ἀγάπη τῷ πλησίον κακὸν οὒκ ἐργάζεται πλήρωμα οὖν νόμου ἡ ἀγάπη.
Ρωμ-14,15 Εἰ δὲ διὰ βρώμα ὁ ἀδελφὸς σοῦ λυπεῖται, οὐκέτι κατὰ ἀγάπην περιπατεῖς.
ΠΕΡΙ ΑΓΑΠΗΣ ΤΩΝ ΕΧΘΡΩΝ
Λουκ. 6,27-30 Ἀλλὰ ὑμῖν λέγω τοῖς ἀκούουσιν· ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, εὐλογεῖτε τοὺς καταρωμένους ὑμῖν, προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς. τῷ τύπτοντί σε ἐπὶ τὴν σιαγόνα πάρεχε καὶ τὴν ἄλλην, καὶ ἀπὸ τοῦ αἴροντός σου τὸ ἱμάτιον καὶ τὸν χιτῶνα μὴ κωλύσῃς. Παντὶ δὲ τῷ αἰτοῦντί σε δίδου, καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει.
Λουκ. 6,35-36 πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ ἀγαθοποιεῖτε καὶ δανείζετε μηδὲν ἀπελπίζοντες, καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς, καὶ ἔσεσθε υἱοὶ ὑψίστου, ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς. Γίνεσθε οὖν οἰκτίρμονες, καθὼς καὶ ὁ πατὴρ ὑμῶν οἰκτίρμων ἐστί.
Ματθ. 5,38-40 Ἠκούσατε ὅτι ἐῤῥέθη, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος· Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ ἀλλ' ὅστις σὲ ῥαπῖσει ἐπὶ τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτὼ καὶ τὴν ἄλλην. Kαὶ τὸ θέλοντι σοὶ κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτὼ καὶ τὸ ἱμάτιον. Καὶ ὅστις ἀγγαρεύσει μίλλιον ἕν, ὕπαγε μετ' αὐτοῦ δύο.
Ματθ. 5,43-45 Ἠκούσατε ὅτι ἐῤῥέθη, ἀγαπήσεις τὸν πλησίον σου καὶ μισήσεις τὸν ἐχθρόν σου. Ἐγὼ δὲ λέγω ὑμῖν, ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, εὐλογείτε τοὺς καταρωμενους ὑμᾶς, καλῶς ποιῆτε τοῖς μισοῦσιν ὑμᾶς. Ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἓν οὐρανοῖς ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους.
Ματθ-5,46-48 Ἐὰν γὰρ ἀγαπήσετε τοὺς ἀγαπῶντας ὑμᾶς, τινὰ μισθὸν ἔχετε: Οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσι. Καὶ ἐὰν ἀσπάσησθε τοὺς φίλους ὑμῶν μόνον τι περισσὸν ποιεῖτε; Οὐχὶ καὶ οἱ τελῶναι οὕτω ποιοῦσιν; Ἔσεσθε οὖν ὑμεῖς τέλειοι, ὥσπερ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς τέλειός ἐστιν.
Β Θεσ. 3,14-15 ...καὶ μὴ συναναμίγνυσθε αὐτῷ, ἵνα ἐντραπῇ· καὶ μὴ ὡς ἐχθρὸν ἡγεῖσθε, ἀλλὰ νουθετεῖτε ὡς ἀδελφόν.
Παρ-3,30 Μὴ φιλεχθρήσῃς πρὸς ἄνθρωπον μάτην, μήτι σε ἐργάσηται κακόν.
Παρ. 15,28α Δεκταὶ παρὰ Κυρίῳ ὁδοὶ ἀνθρώπων δικαίων, διὰ δὲ αὐτῶν καὶ οἱ ἐχθροὶ φίλοι γίνονται.
Παρ.24,17 Ἐὰν πέση ο εχθρός σου, μη επιχαρής αυτω, εν δε τω υποσκελίσματι αυτού μη επαίρου·
Ρωμ. 12,20 ἐὰν οὖν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν, ἐὰν διψᾷ, πότιζε αὐτόν· τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.
Σειρ-28,6 Μνήσθητι τα έσχατα και παύσαι εχθραίνων, καταφθοράν και θάνατον, και έμμενε εντολαίς.
ΠΕΡΙ ΑΓΑΠΗΣ ΚΟΣΜΟΥ, ΣΑΡΚΟΣ ΚΑΙ ΔΟΞΑΣ
Α Ἰωάν. 2,15 Μὴ ἀγαπᾶτε τὸν κόσμον μηδὲ τὰ ἐν τῷ κόσμῳ.Ἐὰν τὶς ἀγαπᾷ τὸν κόσμον, οὔκ ἐστιν ἡ ἀγάπη τοῦ πατρὸς ἐν αὐτῷ.
Α Ἰωάν. 2,16 ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν καὶ ἡ ἀλαζονεία τοῦ βίου, οὐκ ἔστιν ἐκ τοῦ πατρός, ἀλλ᾿ ἐκ τοῦ κόσμου ἐστί.
Α Ἰωάν. 2,17 καὶ ὁ κόσμος παράγεται καὶ ἡ ἐπιθυμία αὐτοῦ· ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ Θεοῦ μένει εἰς τὸν αἰῶνα.
Α Κορ. 7,31 καὶ οἱ χρώμενοι τῷ κόσμῳ τούτῳ ὡς μὴ καταχρώμενοι· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου.
Ιακ. 4,4 μοιχοὶ καὶ μοιχαλίδες! οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ Θεοῦ ἐστιν; ὃς ἂν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ Θεοῦ καθίσταται.
Ιωάν. 3,19 Αὕτη δέ ἐστιν ἡ κρίσις, ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον, καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς· ἦν γὰρ πονηρὰ αὐτῶν τὰ ἔργα.
Ιωάν. 12,42-43 Ὅμως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν, ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται· ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἤπερ τὴν δόξαν τοῦ Θεοῦ.
Λουκ.11,43 Οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀγαπᾶτε τὴν πρωτοκαθεδρίαν ἐν ταῖς συναγωγαῖς καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς.
Ματθ. 16,26 τί γὰρ ὠφελεῖται ἄνθρωπος ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ;
ΠΕΡΙ ΑΓΓΕΛΩΝ
Β Πετρ. 2,4 Εἰ γὰρ ὁ Θεὸς ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο, ἀλλὰ σειραῖς ζόφου ταρταρώσας παρέδωκεν εἰς κρίσιν τηρουμένους,
Ἐξ. 23,20-21.- «Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ἵνα φυλάξῃ σε ἐν τῇ ὁδῷ, ὅπως εἰσαγάγῃ σε εἰς τὴν γῆν ἣν ἑτοίμασά σοι. Πρόσεχε σεαυτῷ, καὶ εἰσάκουε αὐτοῦ, καὶ μὴ ἀπειθήσῃ αὐτῷ· οὐ γὰρ μὴ ὑποστελεῖταί σε. Τὸ γὰρ ὄνομά μου ἐστιν ἐν αὐτῷ».
Δευτ. 32,8.- «Ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ».
Ιωαν.1,52 Καὶ λέγει αὐτῷ· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἀπ᾿ ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.
Ματθ. 13,41-42 Ἀποστελεῖ ὁ υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν, καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
Ματθ.13,49 Οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος. ἐξελεύσονται οἱ ἄγγελοι καὶ ἀφοριοῦσι τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων, Ματθ. 16,27 Μέλλει γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ, καὶ τότε ἀποδώσει ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ.
Ματθ. 18,10 Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων· λέγω γὰρ ὑμῖν ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν οὐρανοῖς διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.
Ψαλμ. 90,11-12 Ὅτι τοῖς ἀγγέλοις αὐτοῦ εντελείται περί σου του διαφυλάξαι σε εν πάσαις ταις οδοίς σου· επί χειρών αρούσί σε, μήποτε προσκόψης προς λίθον τον πόδα σου·
ΠΕΡΙ ΑΓΙΑΣΜΟΥ
Α Θεσ. 4,3-4 Τοῦτο γάρ ἐστι θέλημα τοῦ Θεοῦ, ὁ ἁγιασμὸς ὑμῶν, ἀπέχεσθαι ὑμᾶς ἀπὸ τῆς πορνείας, εἰδέναι ἕκαστον ὑμῶν τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι ἐν ἁγιασμῷ καὶ τιμῇ,
Α Θεσ. 4,7 οὐ γὰρ ἐκάλεσεν ἡμᾶς ὁ Θεὸς ἐπὶ ἀκαθαρσίᾳ, ἀλλ᾿ ἐν ἁγιασμῷ.
Α Κορ.1,30 ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις,
Α Τιμ. 2,14-15 Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἀπατηθεῖσα ἐν παραβάσει γέγονε· σωθήσεται δὲ διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῷ μετὰ σωφροσύνης.
Β Θεσ. 2,13 Ἡμεῖς δὲ ὀφείλομεν εὐχαριστεῖν τῷ Θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ Κυρίου, ὅτι εἵλετο ὑμᾶς ὁ Θεὸς ἀπ᾿ ἀρχῆς εἰς σωτηρίαν ἐν ἁγιασμῷ Πνεύματος καὶ πίστει ἀληθείας,
Εβρ. 12,14 Εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον,
Ρωμ. 6,19 ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν, οὕτω νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν.
Ρωμ. 6,22 Νυνὶ δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας δουλωθέντες δὲ τῷ Θεῷ ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον.
ΠΕΡΙ ΑΓΙΑΣ ΤΡΙΑΔΟΣ
Γεν. 1 ,26 καὶ εἶπεν ὁ Θεός· ποιήσωμεν ἄνθρωπον κατ᾿ εἰκόνα ἡμετέραν καὶ καθ᾿ ὁμοίωσιν,
Γεν. 3,22 καὶ εἶπεν ὁ Θεός· ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν, τοῦ γινώσκειν καλὸν καὶ πονηρόν·
Γεν. 11,7 δεῦτε καὶ καταβάντες συγχέωμεν αὐτῶν ἐκεῖ τὴν γλῶσσαν, ἵνα μὴ ἀκούσωσιν ἕκαστος τὴν φωνὴν τοῦ πλησίον.
Γαλ. 4,6 Ὅτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν, κρᾶζον· ἀββᾶ ὁ πατήρ.
Εφ. 4,4-6 ἓν σῶμα καὶ ἓν Πνεῦμα, καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν· εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα· εἷς Θεὸς καὶ πατὴρ πάντων, ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν ἡμῖν.
Ησ. 6,3 καὶ ἐκέκραγεν ἕτερος πρὸς τὸν ἕτερον καὶ ἔλεγον· ἅγιος, ἅγιος, ἅγιος Κύριος σαβαώθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ.
Ματθ. 3,16-17 καὶ βαπτισθεὶς ὁ Ἰησοῦς ἀνέβη εὐθὺς ἀπὸ τοῦ ὕδατος· καὶ ἰδοὺ ἀνεώχθησαν αὐτῷ οἱ οὐρανοί, καὶ εἶδε τὸ Πνεῦμα τοῦ Θεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν καὶ ἐρχόμενον ἐπ᾿ αὐτόν· καὶ ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα.
Ματθ. 28,19-20 πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν·
Α Κορ. 12,4-6 Διαιρέσεις δὲ χαρισμάτων εἰσί, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσι, καὶ ὁ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτός ἐστι Θεός, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν.
Α Πε. 1,1-2 Πέτρος, ἀπόστολος Ἰησοῦ Χριστοῦ, ... κατά πρόγνωσιν Θεοῦ πατρός, ἐν ἁγιασμῷ Πνεύματος, εἰς ὑπακοὴν καὶ ῥαντισμὸν αἵματος Ἰησοῦ Χριστοῦ· χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη.
Β Κορ. 1,21 ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστὸν καὶ χρίσας ἡμᾶς Θεός, ὁ καὶ σφραγισάμενος ἡμᾶς καὶ δοὺς τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν.
ΠΕΡΙ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ
Α Κορ. 3,16 Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν;
Α Κορ. 6,19 ἢ οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν Ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ, καὶ οὐκ ἐστὲ ἑαυτῶν;
Ἀποκ-4,5 καὶ ἑπτὰ λαμπάδες πυρὸς καιόμεναι ἐνώπιον τοῦ θρόνου, αἳ εἶσι τὰ ἑπτὰ πνεύματα τοῦ Θεοῦ.
Ἐφεσ-4,30 Καὶ μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ Ἅγιον τοῦ Θεοῦ, ἐν ὢ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως.
Ἡσ.11,2 Καὶ ἀναπαύσεται ἐπ' αὐτὸν πνεῦμα τοῦ Θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχῦος, πνεῦμα γνώσεως
καὶ εὐσεβείας
Ἡσ.11,3 ἐμπλήσει αὐτὸν πνεῦμα φόβου Θεοῦ, οὑ κατὰ τὴν δόξαν κρινεῖ οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει.
Ἰωάν-14,15-17 Ἐὰν ἀγαπᾶτε μέ, τάς ἐντολὰς τάς ἐμᾶς τηρήσατε, καὶ ἐγὼ ἐρωτήσω τὸν πατέρα καὶ ἄλλον παράκλητον δώσει ὑμῖν, ἵνα μένῃ μεθ' ὑμῶν εὶς τὸν αἰῶνα, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὑ δύναται λαβεῖν, ὅτι οὑ θεωρεῖ αὐτὸ οὐδὲ γινώσκει αὐτό· ὑμεῖς δὲ γινώσκεται αὐτό, ὅτι παρ' ὑμῖν μένει καὶ ἐν ὑμῖν ἔσται.
Ἰωάν-14,26 ὁ δὲ παράκλητος, τὸ Πνεῦμα τὸ Ἅγιον ὃ πέμψει ὁ πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα καὶ ὑπομνήσει ὑμᾶς πάντα ἃ εἶπον ὑμῖν.
Ἰωάν-16,7 Ἀλλ' ἐγὼ τὴν ἀλήθειαν λέγω ὑμῖν· συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω. Ἐὰν γὰρ ἐγὼ μὴ ἀπέλθω, ὁ παράκλητος οὐκ ἐλεύσεται πρὸς ἡμὰς· ἐὰν δὲ πορευθῶ, πέμψω αὐτὸν πρὸς ὑμᾶς
Ἰωάν-16,8 καὶ ἐλθὼν ἐκεῖνος ἐλέγξει τὸν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως.
Ἰωάν-16,13 Ὅταν δὲ ἔλθει ἐκεῖνος, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ἡμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν· οὑ γὰρ λαλήσει ἀφ' ἑαυτοῦ. Ἀλλ' ὅσα ἂν ἀκούση λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν.
Ἰωάν-16,14 Ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν. Πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμᾶ ἐστι· διὰ τοῦτο εἶπον ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν.
Λουκ-3,21-22 καὶ Ἰησοῦ βαπτισθέντος καὶ προσευχομένου ἀνεωχθήναι τὸν οὐρανὸν καὶ καταβήναι τὸ Πνεῦμα τὸ Ἅγιον σωματικὼ εἴδει ὡσεὶ περιστερὰν ἐπ' αὐτόν,
Ματθ-12,31 Πᾶσα ἁμαρτία καὶ βλασθημια ἁφεθήσεται τοῖς ἀνθρώποις ἡ δὲ τοῦ Πνεύματος βλασθημια οὒκ ἁφεθήσεται τοῖς ἀνθρώποις.
Ματθ-12,32 Καὶ ὃς ἐὰν εἴπῃ λόγον κατὰ τοῦ υἱοῦ τοῦ ἀνθρώπου, ἁφεθήσεται αὐτὼ ὃς δ' ἂν εἴπῃ κατὰ τοῦ Πνεύματος τοῦ Ἁγίου οὒκ ἁφεθήσεται αὐτὼ οὔτε ἐν τῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλλοντι.
Α Θεσ-5,19 Τὸ πνεῦμα μὴ σβέννυτε, προφητείας μὴ ἐξουθενεῖτε. Πάντα δὲ δοκιμάζετε τὸ καλὸν κατέχετε· ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.
Πραξ-1,5 Ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι Ἁγίῳ οὑ μετὰ πολλὰς ταύτας ἡμέρας.
Πραξ-2,38 Πέτρος δὲ ἔφη πρὸς αὐτοὺς· μετανοήσατε, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἳς ἄφεσιν ἁμαρτιῶν, καὶ λήψασθε τὴν δωρεὰν τοῦ Ἁγίου Πνεύματος.
Πραξ-5,3 Ἀνάνια, διατὶ ἐπλήρωσεν ὁ σατανᾶς τὴν καρδίαν σου, ψεύσασθαί σε τὸ Πνεῦμα τὸ Ἅγιον καὶ νοσφίσασθαι ἀπὸ τῆς τιμῆς τοῦ χωρίου;
Ψαλ. 50,13 Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ.
ΠΕΡΙ ΑΓΙΩΝ
Ψαλμ. 15,3 Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος, πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.
Ψαλμ. 33,10 Φοβήθητε τὸν Κύριον πάντες οἱ ἅγιοι αὐτοῦ, ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν.
Ψαλμ. 67,36 Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ· ὁ Θεὸς Ἰσραήλ, αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ.
Ψαλμ. 82,3-4 ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν, καὶ οἱ μισοῦντές σε ᾖραν κεφαλήν, ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην καὶ ἐβουλεύσαντο κατὰ τῶν ἁγίων σου·
Ψαλμ. 88,8 ὁ Θεὸς ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων, μέγας καὶ φοβερὸς ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ.
Ψαλμ. 105,16 καὶ παρώργισαν Μωυσῆν ἐν τῇ παρεμβολῇ, τὸν Ἀαρὼν τὸν ἅγιον Κυρίου·
Ψαλμ.109,3 μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου·
ΠΕΡΙ ΑΓΡΥΠΝΙΑΣ, ΕΓΡΗΓΟΡΣΗΣ ΚΑΙ ΝΗΨΗΣ
Α Θεσ-5,6 Άρα ούν μη καθεύδωμεν ως και οι λοιποί, αλλά γρηγορώμεν και νήφωμεν.
Α Πετρ-5,8 Νήψατε, γρηγορήσατε· ο αντίδικος υμών διάβολος ως λέων ωρυόμενος περιπατεί ζητών τίνα καταπίη
Αποκ. 3,3 μνημόνευε οὖν πῶς εἴληφας καὶ ἤκουσας, καὶ τήρει καὶ μετανόησον. ἐὰν οὖν μὴ γρηγορήσῃς, ἥξω ἐπὶ σὲ ὡς κλέπτης, καὶ οὐ μὴ γνώσῃ ποίαν ὥραν ἥξω ἐπὶ σέ.
Αποκ. 16,15 ᾿Ἰδοὺ ἔρχομαι ὡς κλέπτης· μακάριος ὁ γρηγορῶν καὶ τηρῶν τὰ ἱμάτια αὐτοῦ, ἵνα μὴ γυμνὸς περιπατῇ καὶ βλέπωσι τὴν ἀσχημοσύνην αὐτοῦ.
Ἄσμα 5,2 Ἐγὼ καθεύδω καὶ ἡ καρδία μου ἀγρυπνεῖ.
Β’ Τιμ 4,5 Σὺ δε νήφε εν πάσι, κακοπάθησον, έργον ποίησον ευαγγελιστού, την διακονίαν σου πληροφόρησον.
Εφεσ-6,18 Διά πάσης προσευχής και δεήσεως, προσευχόμενοι εν παντί καιρώ εν Πνεύματι, και είς τούτο αγρυπνούντες έν πάση προσκαρτερήσει και δεήσει περί πάντων των αγίων
Λουκ. 12,37 μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν ὁ κύριος εὑρήσει γρηγοροῦντας. ἀμὴν λέγω ὑμῖν ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτούς, καὶ παρελθὼν διακονήσει αὐτοῖς
Λουκ. 12,39 τοῦτο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν ἀφῆκε διορυγῆναι τὸν οἶκον αὐτοῦ.
Λουκ-21,36 Αγρυπνείτε ούν εν παντί καιρώ δεόμενοι ἵνα καταξιωθήτε ἐκφυγεῖν πάντα τα μέλλοντα γίνεσθαι και σταθήναι έμπροσθεν του υιού του ανθρώπου.
Μαρκ.13,33 Βλέπετε, αγρυπνείτε και προσεύχεστε . ουκ οίδατε γάρ πότε ο καιρός εστιν.
Μαρκ. 13,35 γρηγορεῖτε οὖν· οὐκ οἴδατε γὰρ πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται, ὀψὲ ἢ μεσονυκτίου ἢ ἀλεκτοροφωνίας ἢ πρωΐ·
Μαρκ. 13,37 ἃ δὲ ὑμῖν λέγω, πᾶσι λέγω· γρηγορεῖτε.
Μαρκ.14,37 Και έρχεται και ευρίσκει αυτούς καθεύοδοντας, και λέγει τῷ Πέτρω· Σίμων, καθεύδεις; Ουκ ισχύσατε μία ώραν γρηγορήσαι;
Ματθ. 24,42 Γρηγορείτε ούν, ότι ούκ οίδατε ποία ώρα ο Κύριος ημών έρχεται.
Ματθ. 24,44 Διά τούτο και υμείς γίνεσθε έτοιμοι, ότι η ώρα ου δοκείτε ο υιός του ανθρώπου έρχεται.
Ματθ. 25,13 γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν ἐν ᾗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
Ματθ. 26,41 Γρηγορείτε και προσεύχεσθε, ίνα μη εισέλθετε είς πειρασμόν, το μέν πνεύμα πρόθυμον η δε σάρξ ασθενής.
Παρ. 6,4-5 Μη δως ύπνον σοίς όμμασι, μηδέ επινυστάξης σοίς βλεφάροις, ἵνα σώζη ωσπερ δορκάς εκ βρόχων και ωσπερ όρνεον ἐκ παγίδος.
Πραξ. 20,7 Ο Παύλος διαλέγετο αυτοίς, μέλλων εξιέναι τη επαύριον, παρέτεινέ τε τον λόγον μέχρι μεσονυκτίου.
Ψαλμ.118,62 Μεσονύκτιον εξεγειρόμειν του εξομολογείσθαί σοι επί τα κρίματα της δικαιοσύνης σου.
Ψαλμ. 118,148 Προέφθασαν οι οφθαλμοί μου προς όρθρον του μελετάν τα λόγια σου.
ΠΕΡΙ ΑΓΩΝΟΣ ΚΑΙ ΑΓΩΝΙΖΟΜΕΝΩΝ
Α Τιμ. 6,12 Ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως· ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς, εἰς ἣν καὶ ἐκλήθης καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων.
Α Κορ. 9,25 Πᾶς δὲ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται, ἐκεῖνοι μὲν οὖν ἵνα φθαρτὸν στέφανον λάβωσιν, ἡμεῖς δὲ ἄφθαρτον.
Α Θεσ. 2,2 ἀλλὰ προπαθόντες καὶ ὑβρισθέντες, καθὼς οἴδατε, ἐν Φιλίπποις, ἐπαῤῥησιασάμεθα ἐν τῷ Θεῷ ἡμῶν λαλῆσαι πρὸς ὑμᾶς τὸ εὐαγγέλιον τοῦ Θεοῦ ἐν πολλῷ ἀγῶνι.
Β Τιμ. 4,7-8 Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ,
Εβρ. 12,1 Τοιγαροῦν καὶ ἡμεῖς, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, δι᾿ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα,
Κολασ. 2,1 Θέλω γὰρ ὑμᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχω περὶ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ καὶ ὅσοι οὐχ ἑωράκασι τὸ πρόσωπόν μου ἐν σαρκί,
Λουκ. 13,24 Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης· ὅτι πολλοί, λέγω ὑμῖν, ζητήσουσιν εἰσελθεῖν καὶ οὐκ ἰσχύσουσιν.
Φιλιπ. 1,30 Τὸν αὐτὸν ἀγῶνα ἔχοντες, οἷον εἴδετε ἐν ἐμοὶ καὶ νῦν ἀκούετε ἐν ἐμοί.
Φιλιπ. 3,13-14 Ἀδελφοί, ἐγὼ ἐμαυτὸν οὔπω λογίζομαι κατειληφέναι· ἑν δέ, τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος κατὰ σκοπὸν διώκω ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ.
ΠΕΡΙ ΑΔΙΚΙΑΣ, ΑΠΑΤΗΣ
Αμβακ-2,6 Ουαί ο πληθύνων εαυτώ τα ούκ όντα αυτού εώς τίνος; Και βαρύνων τον κλοιόν αυτού στιβαρώς.
Αμβακ-2,12 Ουαί ο οικοδομών πόλιν εν αίμασι και ετοιμάζων πόλιν εν αδικίαις.
Α Κορ. 6,7-8 ἤδη μὲν οὖν ὅλως ἥττημα ὑμῖν ἐστιν ὅτι κρίματα ἔχετε μεθ᾿ ἑαυτῶν. διατί οὐχὶ μᾶλλον ἀδικεῖσθε; διατί οὐχὶ μᾶλλον ἀποστερεῖσθε; ἀλλὰ ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ ταῦτα ἀδελφούς;
Α Κορ. 6,9 ἢ οὐκ οἴδατε ὅτι ἄδικοι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι; μὴ πλανᾶσθε· οὔτε πόρνοι οὔτε εἰδωλολάτραι οὔτε μοιχοὶ οὔτε μαλακοὶ οὔτε ἀρσενοκοῖται, οὔτε πλεονέκται οὔτε κλέπται οὔτε μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι.
Β Κορ. 7,2 Χωρήσατε ἡμᾶς· οὐδένα ἠδικήσαμεν, οὐδένα ἐφθείραμεν, οὐδένα ἐπλεονεκτήσαμεν.
Δευτ-27,17 Επικατάρατος ο μετατιθείς όρια του πλησίον· και ερούσι πάς ο λαός· γένοιτο.
Ἐξ. 23,1.- «Οὐ συγκαταθήσῃ μετὰ τοῦ ἀδίκου γενέσθαι μάρτυς ἄδικος».
Ησ-3,11 Ουαί τω ανόμω . πονηρά κατά τα έργα των χειρών αυτού συμβήσεται αυτώ.
Ἠσ. 56,2.- «Μακάριος ὁ διατηρῶν τὰς χεῖρας αὑτοῦ τοὺ μὴ ποιεῖν ἄδικα».
Ἰεζ. 25,9.- «Ἀδικίαν καὶ ταλαιπωρίαν ἀφέλεσθε· ἐξάρατε καταδυναστείαν ἐκ τοῦ λαοῦ μου, λέγει Κύριος».
Κολ-3,25 Ὁ δὲ ἀδικῶν κομιεῖται ὃ ἠδίκησε, καὶ οὐκ ἔστι προσωποληψία.
Λευτ-19,13 Ούκ αδικήσεις τον πλησίον και ούχ αρπάσεις και ου μη κοιμηθήσεται ο μισθός του μισθωτού σου παρά σοι έως πρωί.
Λευτ-19,35 Ού ποιήσετε άδικον εν κρίσει, εν μέτροις και εν σταθμοίς και εν ζυγοίς. Ζύγια δίκαια και στάθμια δίκαια και χούς δίκαιος έσται εν υμίν.
Λουκ-19,8 Σταθείς δε Ζακχαίος είπε προς τον Κύριον . ιδού τα ήμιση των υπαρχόντων μου, Κύριε δίδωμι τοίς πτωχοίς, και εί τίνος
εσυκοφάντησα, αποδίδωμι τετραπλούν.
Ματθ-21,13 Ο οίκος μου οίκος προσευχής κληθήσεται υμείς δε αυτόν εποιήσατε σπήλαιον ληστών.
Παρ-11,1 Ζυγοί δόλιοι βδέλυγμα ενώπιον Κυρίου, στάθμιον δε δίκαιον δεκτόν αυτώ.
Παρ-11,21 Χειρί χείρας εμβαλών αδίκως ούκ ατιμώρητος έσται, ο δε σπείρων δικαιοσύνην λήψεται μισθόν πιστόν.
Παρ-15,29α Κρείσσων ολίγη λήψις μετά δικαιοσύνης ή πολλά γεννήματα μετά αδικίας.
Πραξ. 25,11 Εἰ μὲν γὰρ ἀδικῶ καὶ ἄξιον θανάτου πέπραχά τι, οὐ παραιτοῦμαι τὸ ἀποθανεῖν· εἰ δὲ οὐδέν ἐστιν ὧν οὗτοι κατηγοροῦσί μου, οὐδείς με δύναται αὐτοῖς χαρίσασθαι· Καίσαρα ἐπικαλοῦμαι.
Σοφ. Σειρ. 4,9. Ἐξελοῦ ἀδικούμενον ἐκ χειρὸς ἀδικοῦντος καὶ μὴ ὀλιγοψυχήσῃς ἐν τῷ κρίνειν σε.
Σειρ-7,1,2 Μή ποιεί κακά καί ου μή σε καταλάβη κακόν . απόστηθι από αδίκου, και εκκλινεί από σού.
Σειρ-7,3 Υιέ, μη σπείρε επ' αύλακας αδικίας, και ου μη θερίσης αυτάς επταπλασίως.
Σειρ. 5,8 Μὴ ἔπεχε ἐπὶ χρήμασιν ἀδίκοις· οὐδὲν γὰρ ὠφελήσει σε ἐν ἡμέρα ἐπαγωγῆς.
Σειρ-20,12 Έστιν αγοράζων πολλά ολίγου και αποτίννύων αυτά επταπλάσιον.
Σειρ-21,8 Ὁ οικοδομών την οικίαν αυτού εν χρήμασιν αλλοτρίοις, ως ο συνάγων αυτού τους λίθους εις χειμώνα.
Σειρ-26,29 Μόλις εξελείται έμπορος από πλημμελείας, και ού δικαιωσθήσεται κάπηλος από αμαρτίας.
Σειρ. 34,18 Θυσιάζων εξ αδίκου, προσφορά μεμωκημένη, και ουκ εις ευδοκίαν δωρήματα ανόμων.
Ψαλμ-61,11 Μὴ ἐλπίζετε ἐπ᾿ ἀδικίαν καὶ ἐπὶ ἁρπάγματα μὴ ἐπιποθεῖτε· πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν.
Ψαλμ-118,29 Οδόν αδικίας απόστησον απ' εμού και τω νόμω σου ελεησόν με.
ΠΕΡΙ ΑΔΥΝΑΤΩΝ ΚΑΙ ΑΝΤΙΘΕΤΩΝ ΠΡΑΓΜΑΤΩΝ
Β΄ Κορ. 6,14-16. «Οὐ δύνασθε τραπέζης Κυρίου μετέχειν, καὶ τραπέζης δαιμονίων. Τίς μετοχὴ δικαιοσύνης καὶ ἀνομίας; Ἢ τίς
κοινωνία φωτὶ πρὸς σκότος; Τίς δὲ συμφώνησις Χριστῷ πρὸς Βελίαρ; Ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; Τἰς δὲ συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων;».
Ἠσ.10,15 Μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος, ὥστε κόπτειν ἐν αὐτῇ, ἤ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν;
Ἰερ.13,23 Εἰ ἀλλάξει Αἰθίοψ τὸ δέρμα αὑτοῦ καὶ πάρδαλις τὰ ποικίλματα αὑτῆς, καὶ ὑμεῖς δυνήσεσθε εὖ ποιῆσαι μεμαθηκότες κακά.
Ἰὼβ 8,11-12. «Μὴ θάλλει πάπυρος ἄνευ ὕδατος, ἢ ὑψωθήσεται βούτομον ἄνευ ποτοῦ, ἔτι ὢν ἐπὶ ρίζης;».
Λουκᾶ 12,2. «Οὐδέν ἐστι συγκεκαλυμμένον ὅ οὐκ ἀποκαλυφθήσεται καὶ κρυπτόν, ὅ οὐ γνωσθήσεται καὶ εἰς φανερὸν ἔλθῃ».
Ματθ. 5,14. «Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη».
Ματθ. 6,24. «Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν. Ἢ γὰρ τὸν ἕνα μισήσει, καὶ τὸν ἕτερον ἀγαπήσει· ἢ ἑνὸς ἀνθέξεται, καὶ τοῦ ἑτέρου καταφρονήσει.
Ματθ.6,27 Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ Μαμμωνᾷ. Τὶς ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα;
Ματθ. 7,16-18. «Μὴ τι συλλέγουσιν ἀπὸ ἀκανθῶν σταφυλήν, ἢ ἀπὸ τριβόλων σῦκα; Οὕτως οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ποιεῖν, οὐδὲ δένδρον σαπρὸν καρποὺς καλοὺς ποιεῖν».
Ματθ. 10,24. «Οὐκ ἔστιν μαθητὴς ὑπὲρ τὸν διδάσκαλον αὐτοῦ, οὐδὲ δοῦλος ὑπὲρ τὸν κύριον αὐτοῦ».
Ματθ. 3,7.- «Γεννήματα ἐχιδνῶν, πῶς δύνασθε ἀγαθὰ λαλεῖν, πονηροὶ ὄντες;».
Ματθ. 19,23. «Ἀμὴν λέγω ὑμῖν ὅτι δυσκόλως πλούσιος εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν!
Ματθ. 19,24. Πάλιν λέγω ὑμῖν· Εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυπήματος ραφίδος διελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν... (Ματθ 19,26) παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστι, παρὰ δὲ Θεῷ πάντα δυνατά ἐστι».
Ἰωαν. 3,3. «Ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ.
Ἰωαν. 3,5. Ἀμήν, ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ».
Σειρ. 13,17. «Τὶ κοινωνήσει λύκος ἀμνῷ; Οὕτως ἁμαρτωλὸς πρὸς εὐσεβῆ.
ΠΕΡΙ ΑΙΡΕΤΙΚΩΝ, ΑΠΙΣΤΩΝ ΚΑΙ ΠΛΑΝΩΝ
Α Ιωαν-4,1 Αγαπητοί, μη παντί πνεύματι πιστεύετε, αλλά δοκιμάζετε τα πνεύματα ει εκ του Θεού εστίν, ότι πολλοί ψευδοπροφήται εξεληλυθάσιν είς τον κόσμον.
Α Ιωαν-4,6 Ημείς εκ του Θεού έσμεν· ο γινώσκων τον Θεόν ακούει ημών· ός ουκ έστιν εκ του Θεού ούκ ακούει ημών· εκ τούτου γινώσκομεν το πνεύμα της αληθείας και το πνεύμα της πλάνης.
Α Θεσ-5,19 Το πνεύμα μη σβέννυτε, προφητείας μη εξουθενείτε. Πάντα δε δοκιμάζετε το καλόν κατέχετε . από παντός είδους πονηρού απέχεσθε.
Α Κορ-1,10 Παρακαλώ δε υμάς, αδελφοί, διά του ονόματος του Ιησού Χριστού, ίνα το αυτό λέγητε πάντες, και μη ή εν υμίν σχίσματα, ήτε δε κατηρτισμένοι εν τω αυτώ νο'ί' και εν τη αυτή γνώμη.
Α Κορ-1,12 Λέγω δε τούτο, ότι έκαστος υμών λέγει . εγώ μέν ειμι Παύλου, εγώ δε Απολλώ, εγώ δε Κηφά, εγώ δε Χριστού. Μεμέρισται ο Χριστός; Μη Παύλος εσταυρώθη υπέρ υμών; Ή είς το όνομα Παύλου εβαπτίσθητε;
Α Κορ-11,19 Δεί γάρ και αιρέσεις εν ημίν είναι, ίνα οι δόκιμοι φανεροί γένωνται εν υμίν.
Α Κορ-15,33 Μη πλανάσθε φθείρουσιν ήθη χρηστά ομιλίαι κακαί.
Β Ιωαν-7 Οί μη ομολογούντες Ιησού Χριστόν ερχόμενον εν σαρκί ούτος έστιν ο πλανος και ο αντίχριστος.
Β Ιωαν-9 Πας ο παραβαίνων και μη μενων εν τη διδαχη του Χριστου Θεόν ούκ έχει.
Β Ιωαν-10 Ει τις έρχεται προς υμάς και ταύτην την διδαχήν ού φέρει μη λανβάνετε αυτόν εις οικίαν και χαίρειν αυτώ μη λέγετε. Ο γάρ λέγειν αυτού χαίρειν κοινωνεί τοίς έργοις αυτού τοις πονηροίς..
Β Κορ-6,14 Μη γίνεσθε ετεροζυγούντες απίστοις, τις γάρ μετοχή δικαιοσύνη και ανομία; Τις δε κοινωνία φωτί προς σκότος;
Β Κορ-6,15 τις δε συμφώνησις Χριστώ προς Βελίαλ; ή τι μερίς πιστώ μετά απίστου; Τις δε συγκατάθεσις ναώ θεού μετά ειδώλων;
Β Κορ-6,17 Διό εξέλθετε εκ μέσου αυτών και αφορισθήτε, λέγει Κύριος, και ακαθάρτου μην άπτεσθε, καγώ εισδέξομαι υμάς
Β Πετρ-2,1 Εγένοντο δε και ψευδοπροφήται εν τω λαώ, ως και εν υμίν έσονται ψευδοδιδάσκαλοι, οίτινες παρισάξουσιν αιρέσεις απωλείας, και τον αγοράσαντα αυτούς δεσπότην αρνούμενοι
Εφεσ-5,7-8 Μη ούν γίνεσθε συμμέτοχοι αυτών.Ητε γάρ ποτε σκότος, νύν δε φώς εν Κυρίω, ως τέκνα φωτός περιπατείτε.
Γαλ-1,8 Αλλά και εάν ημείς ή άγγελος εξ ουρανού ευαγγελίζεται υμίν παρ' ό ευαγγελισάμεθα υμίν, ανάθεμα έστω.
Γαλ-1,9 ως προειρήκαμεν, και άρτι πάλιν λέγω : ει τις υμάς ευαγγελίζεται παρ' ό παραλάβατε, ανάθεμα έστω.
Ιακ-5,20 Γινωσκέτω ότι ο επιστρέψας αμαρτωλόν εκ πλάνης οδού αυτού σώσει ψυχήν εκ θανάτου και καλύψει πλήθος αμαρτιών.
Λουκ-21,14 Θέσθε ούν είς τάς καρδίας υμών μη προμελετάν απολογηθήναι . εγω γαρ δώσω υμίν στόμα και σοφίαν ή ού δυνήσονται αντειπείν ούδε αντιστήναι παντές οι αντικείμενοι υμίν.
Ματθ-7,15 Προσεχετε δε από των ψευδοπροφητων, οίτινες έρχονται προς ημάς έν ενδύμασι προβατων, εσωθεν δε είσι λυκοι άρπαγες.
Ματθ-7,19 Παν δενδρον μη ποιουν καρπον καλον εκκοπτεται και εις πυρ βαλλεται αραγε από των καρπών αυτών επιγνώσεσθε αυτούς.
Ματθ-7,22 Πολλοί ερούσί μοι εν εκείνη την ημέρα . Κύριε Κύριε, ού τώ σώ ονόματι προεφητεύσαμέν, και τώ σώ ονόματι δαιμόνια εξεβάλομεν, και τώ σώ ονοματί δυνάμεις πολλάς εποιήσαμέν;
Ματθ-7,23 Και τότε ομολογήσω αυτοίς ότι ουδέποτε έγνων υμάς . Αποχωρείτε απ' εμού οι εργαζόμενοι την ανομίαν.
Ματθ-13,58 Και ούκ εποιήσεν εκεί δυνάμεις πολλάς διά την απιστίαν αυτών.
Ματθ-16,6 Οράτε και προσέχετε από της ζύμης των Φαρισαίων και Σαδουκαίων.
Ματθ-22,29 Αποκριθείς δε ο Ιησούς είπεν αυτοίς . πλανάσθε μη ειδότες τας γραφάς μηδέ την δύναμη του Θεού.
Ματθ-24,4 Και αποκριθείς ο Ιησούς είπεν αυτοίς . βλέπετε μη τις υμάς πλανήση. Πολλοί γάρ ελεύσονται επί τω ονοματί μου
λέγοντες, εγώ ειμί ο Χριστός, και πολλούς πλανήσουσι.
Ματθ-24,11 Και πολλοί ψευδοπροφήται εγερθήσονται και πλανήσουσιν πολλούς.
Ματθ-24,24 Εγερθήσονται γάρ ψευδόχριστοι και ψευδοπροφήται και δώσουσι σημεία μεγάλα και τέρατα ώστε πλανήσαι ει δυνατόν και τους εκλεκτούς.
Ρωμ-16,17 Παρακαλώ δε υμάς, αδελφοί, σκοπείν τους τάς διχοστασίας και τα σκάνδαλα παρά την διδαχήν ήν υμείς εμάθατε ποιούντας, και εκκλίνατε απ' αυτών
Β Τιμ. 3,13 Πονηροὶ δέ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι.
Τίτον-1,14 Μη προσέχοντες ιουδα'ι'κοίς μύθοις και εντολαίς ανθρώπων αποστρεφομένων την αλήθειαν.
Τιτον-3,10 Αιρετικόν άνθρωπον μετα μίαν και δευτέραν νουθεσίαν παραιτού.Ειδώς ότι εξέστραπται ο τοιούτος και αμαρτάνει ών αυτοκατάκριτος.
Φιλιπ-3,2 Βλέπετε τους κύνας, βλέπετε τους κακούς εργάτας, βλέπετε την κατανομήν
Ψαλμ-25,5 Εμίσησα εκκλησίαν πονηρευομένων και μετά ασεβών ου μη καθίσω.
Ψαλμ-63,3 Σκέπασόν με από συστροφής πονηρευομένων, από πλήθους εργαζομένων αδικίαν
Ψαλ-118,115 Εκκλίνατε απ' εμού, πονηρευόμενοι, και εξερευνήσω τας εντολάς του Θεού μου
ΠΕΡΙ ΑΙΜΟΜΙΞΙΑΣ
Λευτ-20,11 Και εάν τις κοιμηθή μετά γυναικός του πατρός αυτού, ασχημοσύνην του πατρός αυτού απεκάλυψε, θανάτω θανατούστωσαν, αμφότεροι ένοχοι εισι.
Λευτ-20,12 Και εάν τις κοιμηθή μετά νύμφης αυτού, θανάτω θανατούσθωσαν αμφότεροι . Ησεβήκασι γάρ, ένοχοι εισι.
Λευτ-20,14 Ός αν λάβη γυναίκα και την μητέρα αυτής, ανόμημα εστιν, εν πυρί κατακαύσουσιν αυτόν και αυτάς, και ουκ έσται ανομία εν υμίν.
Λευτ-20,17 Ός αν λάβη την αδελφήν αυτού εκ πατρός αυτού ή εκ μητρός αυτού και ίδη την ασχημοσύνην αυτής και αυτή ίδη την ασχημοσύνην αυτού, όνειδος εστιν, εξολοθρευθήσονται ενώπιον υιών γένους αυτών
Λευτ-20,18 Και ανήρ, ός αν κοιμηθή μετά γυναικός αποκαθημένης και αποκαλύψη την ασχημοσύνην αυτής, την πηγήν αυτής απεκάλυψε, και αυτή απεκάλυψε την ρύση του αίματος αυτής . εξολοθευθήσονται αμφότεροι
Λευτ-20,19 Και ασχημοσύνην αδελφής πατρός σου και αδελφής μητρός σου ουκ αποκαλύψεις . την γάρ οικειότητα απεκάλυψεν, αμαρτίαν αποισονται.
Λευτ-20,20 Ός αν κοιμηθή μετά της συγγενούς αυτού, ασχημοσύνην της συγγενείας αυτού απεκάλυψεν, άτεκνοι αποθανούνται.
Λευτ-20,21 Ός εάν λάβη γυναίκα του αδελφού αυτού, ακαθαρσίαν εστίν . ασχημοσύνην του αδελφού αυτού απεκάλυψεν, άτεκνοι αποθανούνται.
ΠΕΡΙ ΑΙΣΧΡΟΛΟΓΙΑΣ ΚΑΙ ΥΒΡΙΣΜΟΥ
Α΄ Κορ. 15,33.- «Μὴ πλανάσθε φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί».
Εφεσ-4,29 Πας λόγος σαπρός εκ του στόματος ημών μη εκπορευέσθω, αλλ' εί τις αγαθός προς οικοδομήν της χρείας ίνα δώ χάριν τοίς ακούουσι.
Ματθ-5,22 Ὃς δ' ἂν εἴπη τῶ ἀδελφῶ αὐτοῦ ρακά ἔνοχος ἔσται τῶ συνεδρίω· ὃς δ' ἂν εἴπη μωρέ ἔνοχος ἔσται εἰς τὴν γέεναν τοῦ πυρός.
Κολασ-3,8 Νυνί δε απόθεσθε και υμείς τα πάντα, οργήν, θυμόν, κακίαν, βλασφημίαν, αισχρολογίαν εκ του στόματος υμών
Σειρ-8,11 Μη εξαναστής από προσώπου υβριστού, ίνα μη εγκαθίση ως ένεδρον τω στοματί σου.
ΠΕΡΙ ΑΙΣΧΥΝΗΣ ΚΑΛΗΣ, ΚΑΚΗΣ ΚΑΙ ΑΝΑΙΣΧΥΝΤΙΑΣ
Παρ. 9,13 Γυνὴ ἄφρων καὶ θρασεῖα ἐνδεὴς ψωμοῦ γίνεται, ἣ οὐκ ἐπίσταται αἰσχύνην.
Παρ. 26,11α Ἔστιν αἰσχύνη ἐπάγουσα ἁμαρτίαν, καί ἐστιν αἰσχύνη δόξα καὶ χάρις.
Σειρ. 4,20-21. Περὶ τῆς ψυχῆς σου μὴ αἰσχυνθῇς. Ἔστι γὰρ αἰσχύνη ἐπάγουσα ἁμαρτίαν, καὶ ἔστιν αἰσχύνη δόξα καὶ χάρις·   
Σειρ. 4,22. μὴ λάβῃς πρόσωπον κατὰ τῆς ψυχῆς σου, καὶ μὴ ἐντραπῇς εἰς πτῶσίν σου».
Σειρ. 4,26. μὴ αἰσχυνθῆς ὁμολογήσαι ἐφ’ ἁμαρτίαις σου καὶ μὴ βιάζου ροῦν ποταμοῦ.
Σειρ. 6,1 Καὶ ἀντὶ φίλου μὴ γίνου ἐχθρός· ὄνομα γὰρ πονηρὸν αἰσχύνην καὶ ὄνειδος κληρονομήσει· οὕτως ὁ ἁμαρτωλὸς ὁ δίγλωσσος.
Σειρ. 20,22 Ἔστιν ἀπολλύων τὴν ψυχὴν αὐτοῦ δι᾿ αἰσχύνην, καὶ ἀπὸ ἄφρονος προσώπου ἀπολεῖ αὐτήν.
Σειρ. 20,23. «Ἔστι χάριν αἰσχύνης ἐπαγγελλόμενος φίλῳ, καὶ ἐκτήσατο αὐτὸν ἐχθρόν».
Σειρ. 20,26 Ἦθος ἀνθρώπου ψευδοῦς ἀτιμία, καὶ ἡ αἰσχύνη αὐτοῦ μετ᾿ αὐτοῦ ἐνδελεχῶς.
Σειρ. 22,3 Αἰσχύνη πατρὸς ἐν γεννήσει ἀπαιδεύτου, θυγάτηρ δὲ ἐπ᾿ ἐλαττώσει γίνεται.
Σειρ. 25,22. «Ὀργὴ καὶ ἀναίδεια καὶ αἰσχύνη μεγάλη, ἐὰν γυνὴ ἐπιχορηγῇ τῷ ἀνδρὶ αὑτῆς».
Σειρ. 29,14 Ἀνὴρ ἀγαθὸς ἐγγυήσεται τὸν πλησίον, καὶ ὁ ἀπολωλεκὼς αἰσχύνην καταλήψει αὐτόν.
Σειρ. 32,10. «Πρὸ βροντῆς κατασπεύδει ἀστραπή, καὶ πρὸ αἰσχυντηροῦ προελεύσεται χάρις».
Σειρ. 41,16 Τοιγαροῦν ἐντράπητε ἐπὶ τῷ ῥήματί μου· οὐ γάρ ἐστι πᾶσαν αἰσχύνην διαφυλάξαι καλόν, καὶ οὐ πάντα πᾶσιν ἐν πίστει εὐδοκιμεῖται.
Ψαλμ. 6,11 Αἰσχυνθείησαν καὶ ταραχθείησαν σφόδρα πάντες οἱ ἐχθροί μου, ἀποστραφείησαν καὶ καταισχυνθείησαν σφόδρα διὰ τάχους.
Ψαλμ. 34,26 Αἰσχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ἐπιχαίροντες τοῖς κακοῖς μου, ἐνδυσάσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ μεγαλοῤῥημονοῦντες ἐπ᾿ ἐμέ.
Ψαλμ. 39,15-16 Καταισχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ζητοῦντες τὴν ψυχήν μου τοῦ ἐξᾶραι αὐτήν· ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθείησαν οἱ θέλοντές μοι κακά· κομισάσθωσαν παραχρῆμα αἰσχύνην αὐτῶν οἱ λέγοντές μοι· εὖγε, εὖγε.
Ψαλμ. 43,16 Ὅλην τὴν ἡμέραν ἡ ἐντροπή μου κατεναντίον μού ἐστι, καὶ ἡ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέ με
Ψαλμ. 68,20 Σὺ γὰρ γινώσκεις τὸν ὀνειδισμόν μου καὶ τὴν αἰσχύνην μου καὶ τὴν ἐντροπήν μου· ἐναντίον σου πάντες οἱ θλίβοντές με.
Ψαλμ. 69,3 Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου· ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθήτωσαν οἱ βουλόμενοί μου κακά·
Ψαλμ. 70,13 Αἰσχυνθήτωσαν καὶ ἐκλιπέτωσαν οἱ ἐνδιαβάλλοντες τὴν ψυχήν μου, περιβαλλέσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ ζητοῦντες τὰ κακά μοι.
Ψαλμ. 108,29 Ἐνδυσάσθωσαν οἱ ἐνδιαβάλλοντές με ἐντροπὴν καὶ περιβαλέσθωσαν ὡς διπλοΐδα αἰσχύνην αὐτῶν.
ΠΕΡΙ ΑΙΤΗΜΑΤΩΝ
Α Ιωαν-3,21 Εάν η καρδια ημων μη καταγινώσκη ημων παρρησίαν έχομεν προς τον Θεόν και ο εάν αιτώμεν λαμβάνομεν παρ' αυτου.
Α Ιωαν-5,14 Καὶ αὔτη ἐστίν ἡ παρρησία ἢν ἔχομεν πρὸς αὐτόν, ὅτι ἐὰν τι αἰτώμεθα κατὰ τὸ θέλημα αὐτοῦ, ἀκούει ἡμῶν.
Α Ιωαν-5,15 Και εάν οίδαμεν ότι ακούει ημών ό αν αιτώμεθα, οίδαμεν ότι έχομεν τα αιτήματα ά ητήκαμεν παρ' αυτού.
Ιακ-4,3 Αιτείτε και ού λαμβάνετε, διοτι κακώς αιτείσθε ινα εν ταις ηδονάς υμων δαπανήσετε.
Ιωαν-9,31 Οιδαμεν ότι αμαρτωλων ο Θεός ούκ ακούει αλλ'εάν τις θεοσεβής ή και το θελημα αυτού ποιή τούτου ακούει.
Ιωαν-14,13-14 Και ό, τι αν αιτήσητε εν τώ ονόματί μου, τούτο ποιήσω, ίνα δοξασθή ο πατήρ εν τώ υιώ. Εάν τι αιτήσητε εν τώ ονόματί μου, εγώ ποιήσω.
Ιωαν-15,7 Εάν μείνητε εν εμοί και τά ρήματά μου εν υμίν μείνη, ό εάν θέλητε αιτήσασθε, και γενήσεται υμίν.
Ιωαν-16,23 Αμήν αμήν λέγω υμίν ότι όσα αν αιτήσητε τον πατέρα εν τώ ονόματί μου, δώσει υμίν.
Ιωαν-16,24 Έως άρτι ουκ ητήσατε ουδέν εν τώ ονόματί μου . αιτέιτε καί λήψεσθε, ίνα ή χαρά υμών ή πεπληρωμένη.
Ιωαν-16,26 Εν εκείνη τη ημέρα εν τώ ονόματί μου αιτήσεσθε . και ου λέγω υμίν ότι εγώ ερωτήσω τον πατέρα περί υμών .
Μαρκ-11,24 Διά τούτο λέγω υμίν, πάντα όσα αν προσευχόμενοι αιτείσθε, πιστεύετε ότι λαμβάνετε, και έσται υμίν.
Ματθ-6,8 Μη ούν ομοιωθήτε αυτοίς . οίδε γάρ ο πατήρ ημών ών χρείαν έχετε πρό του υμάς αιτήσαι αυτόν.
Ματθ-6,33 Ζητείτε δε πρώτον την βασιλείαν του Θεού και την δικαιοσύνην αυτού και ταύτα πάντα προστεθήσεται υμίν.
Ματθ-7,7 Αιτείτε, και δοθήσεται υμίν, ζητείτε, και ευρήσετε, κρούετε, και ανοιγήσεται υμίν .
Ματθ-7,8 πάς γάρ ο αιτών λαμβάνει και ο ζητών ευρίσκει και τω κρούοντι ανοιγήσεται.
Ματθ-7,9-10 ή τις εστιν εξ υμών άνθρωπος, όν εάν αιτήση ο υιός αυτού άρτον, μη λίθον επιδώσει αυτώ; Και εάν ιχθύν αιτήση, μη όφιν επιδώσει αυτώ;
Ματθ-7,11 Ει ούν υμείς, πονηροί όντες, οίδατε δόματα αγαθά διδόναι τοίς τέκνοις υμών, πόσω μάλλον ο πατήρ υμών ο εν τοίς ουρανοίς δώσει αγαθά τοίς αιτούσιν αυτόν;
Ματθ-18,19 Πάλιν αμήν λέγω υμίν ότι εάν δύο υμών συμφωνήσωσιν επί της γής περί παντός πράγματος ού εάν αιτήσωνται γενήσεται αυτοίς παρά του πατρός μου του εν ουρανοίς.
Ματθ. 20,20-23. Τότε προσῆλθεν αὐτῷ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίιου μετὰ τῶν υἱῶν αὑτῆς, προσκυνοῦσα καὶ αἰτοῦσά τι παρ’ αὐτοῦ. Ὁ δὲ εἶπεν αὐτῇ· Τί θέλεις; Ἡ δὲ εἶπεν· ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου, εἷς ἐκ δεξιῶν σου καὶ εἷς ἐξ εὐωνύμων σου ἐν τῇ βασιλείᾳ σου. ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Οὐκ οἴδατε τί αἰτεῖσθε. Δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω πίνειν, ἢ τὸ βάπτισμα, ὃ ἐγὼ βαπτίζομαι, βαπτισθῆναι; Λέγουσιν αὐτῷ· Δυνάμεθα. καὶ έγει αὐτοῖς· Τὸ μὲν ποτήριόν μου πίεσθε, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτιζομαι βαπτισθήσεσθε· τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων μου οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοιμάσθη ὑπὸ τοῦ Πατρός μου».
Ματθ-21,22 Και πάντα όσα εάν αιτήσητε εν τη προσευχή πιστεύοντες λήψεσθε.
Φιλιπ-4,6 Μηδέν μεριμνάτε, αλλ’ ἐν παντί τῇ προσευχή και τη δεήσει μετά ευχαριστίας τα αιτήματα υμών γνωριζέσθω προς τον Θεόν.
Ψαλμ. 2,8 Αἴτησαι παρ᾿ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.
Ψαλμ. 36,4 Κατατρύφησον τοῦ Κυρίου, καὶ δώσει σοι τὰ αἰτήματα τῆς καρδίας σου.  
ΠΕΡΙ ΑΚΑΘΑΡΤΩΝ ΚΑΙ ΘΝΗΣΙΜΑΙΩΝ ΖΩΩΝ ΚΑΙ ΠΕΡΙ ΠΝΙΚΤΩΝ ΒΡΩΜΑΤΩΝ
Λευτ-11,2 Λαλήσατε τοίς υιοίς Ισραήλ λέγοντες . ταύτα τα κτήνη, ά φάγεσθε από πάντων των κτηνών των επί της γής
Λευτ-11,3 Παν κτήνος διχηλούν οπλήν και ονυχιστήρας ονυχίζον δύο χηλών και ανάγον μηρυκισμόν εν τοίς κτήνεσι, ταύτα φάγεσθε.
Λευτ-11,4 Πλήν από τούτων ού φάγεσθε, από των αναγόντων μηρυκισμόν και από των διχηλούντων τας οπλάς και ονυχιζόντων ονυχιστήρας τον κάμηλον, ότι ανάγει μηρυκισμόν τούτο, οπλήν δε ού διχηλεί, ακάθαρτον τούτο υμίν
Λευτ-11,5 Και τον δασύποδα, ότι ουκ ανάγει μηρυκισμόν τούτο, και οπλήν ου διχηλεί, ακάθαρτον τούτο υμίν
Λευτ-11,6 Και τον χοιρόγρύλλιον, ότι ουκ ανάγει μηρυκισμόν τούτο, και οπλήν ού διχηλεί, ακάθαρτον τούτον υμίν
Λευτ-11,7 Και τον ύν, ότι διχηλεί οπλήν τούτο, και ονυχίζει όνυχας οπλής, και τούτο ουκ ανάγει μηρυκισμόν, ακάθαρτον τούτο υμίν
Λευτ-11,8 Από των κρεών αυτών ού φάγεσθε και των θνησιμαίων αυτών ουχ άψεσθε, ακάθαρτα ταύτα υμίν.
Λευτ-11,9 Και ταύτα, ά φάγεσθε από πάντων των εν ύδασι . πάντα όσα εστίν αυτοίς πτερύγια και λεπίδες εν τοίς ύδασι και εν ταίς θαλάσσαις και εν τοίς χειμάρροις, ταύτα φάγεσθε.
Λευτ-11,10 Και πάντα όσα ουκ έστιν αυτοίς πτερύγια, ουδέ λεπίδες εν τώ ύδατι, ή εν ταίς θαλάσσαις και εν τοίς χειμάρροις,
από πάντων, ών ερεύγεται τα ύδατα, και από πάσης ψυχής της ζώσης εν τω ύδατι, βδέλυγμα έστι
Λευτ-11,11 Και βδελύγματα έσονται υμίν . από των κρεών αυτών ουκ έδεσθε και τα θνησιμαία αυτών βδελύξεσθε.
Λευτ-11,12 Και πάντα όσα ουκ έστιν αυτοίς πτερύγια, ουδέ λεπίδες, των εν τοίς ύδασι, βδέλυγμα τούτο έστιν υμίν.
Λευτ-11,13 Και ταύτα, ά βδελύξεσθε από των πετεινών, και ού βρωθήσεται, βδέλυγμα εστι . τον αετόν και τον γρύπα και τον αλιαίετον
Λευτ-11,14 και τον γύπα και τον ίκτινον και τα όμοια αυτώ και στρουθόν και γλαύκα και λάρον και τα όμοια αυτώ
Λευτ-11,16 και πάντα κόρακα και τα όμοια αυτώ και ιέρακα και τα όμοια αυτώ και νυχτικόρακα και καταρράκτην και ίβιν
Λευτ-11,18 και πορφυρίωνα και πελεκάνα και κύκνον και ερωδίον και χαραδριόν, και τα όμοια αυτώ και έποπα και νυκτερίδα και πάντα τα ερπετά των πετεινών, ά πορεύται επί τέσσαρα, βδελύγματά εστιν υμίν.
Λευτ-11,21 Αλλά ταύτα φάγεσθε από των ερπετών των πετεινών, ά πορεύεται επί τέσσαρα, ά έχει σκέλη ανώτερον των ποδών αυτού, πηδάν εν αυτοίς επί της γής.
Λευτ-11,22 Και ταύτα φάγεσθε απ' αυτών . τον βρούχον και τα όμοια αυτώ και τον αττάκην και τα όμοια αυτώ και οφιομάχην και τα όμοια αυτώ και την ακρίδα και τα όμοια αυτή.
Λευτ-11,23 Πάν ερπετόν από των πετεινών, οίς εισι τέσσαρες πόδες, βδελύγματά εστιν υμίν.
Λευτ-11,24 Και εν τούτοις μιανθήσεσθε. Πάς ο απτόμενος των θνησιμαίων αυτών ακάθαρτος έσται έως εσπέρας
Λευτ-11,25 και πάς ο αίρων των θνησιμαίων αυτών πλυνεί τα ιμάτια αυτού, και ακάθαρτος έσται έως εσπέρας.
Λευτ-11,26 Και εν πάσι τοίς κτήνεσιν, ό εστι διχηλούν οπλήν, και ονυχιστήρας ονυχίζει και μηρυκισμόν ου μηρυκάται, ακάθαρτα έσονται υμίν . πάς ο απτόμενος των θνησιμαίων αυτών ακάθαρτος έσται έως εσπέρας.
Λευτ-11,27 Και πάς ός πορεύεται επί χειρών εν πάσι τοίς θηρίοις, ά πορεύται επί τέσσαρα, ακάθαρτα εστιν υμίν . πάς ο απτόμενος των θνησιμαίων αυτών ακάθαρτος έσται έως εσπέρας
Λευτ-11,28 και ο αίρων των θνησιμαίων αυτών πλυνεί τα ιμάτια αυτού, και ακάθαρτος έσται έως εσπέρας· ακάθαρτα ταύτα εστιν υμίν.
Λευτ-11,29 Και ταύτα υμίν ακάθαρτα από των ερπετών των επί της γής . η γαλή και ο μύς και ο κορκόδειλος ο χερσαίος, μυγάλη και χαμαιλέων και χαλαβώτης και σαύρα και ασπάλαξ.
Λευτ-11,31 Ταύτα ακάθαρτα υμίν από παντών των ερπετών των επί της γής  . πάς ο απτόμενος αυτών τεθνηκότων ακάθαρτος έσται έως εσπέρας.
Λευτ-11,33 Και πάν σκεύος οστράκινον, είς ό εάν πέση από τούτων ένδον, όσα εάν ένδον ή, ακάθαρτα έσται, και αυτό συντριβήσεται.
Λευτ-11,34 Και πάν βρώμα, ό έσθεται, είς ό αν επέλθη επ' αυτό ύδωρ, ακάθαρτον έστι . και πάν ποτόν, ό πίνεται εν παντί αγγείω, ακάθαρτον έσται.
Λευτ-11,35 Και πάν, ό εάν επιπέση από των θνησιμαίων αυτών επ' αυτό, ακάθαρτον έσται . κλίβανοι και χυτρόποδες καθαιρεθήσονται . ακάθαρτα ταύτα εστι και ακάθαρτα ταύτα υμίν έσονται
Λευτ-11,36 πλήν πηγών υδάτων και λάκκου και συναγωγής ύδατος, έσται καθαρόν . ο δε απτόμενος των θνησιμαίων αυτών ακάθαρτος έσται.
Λευτ-11,37 Εάν δε επιπέση από των θνησιμαίων αυτών επί πάν σπέρμα σπόριμον, ό σπαρήσεται, καθαρόν έσται.
Λευτ-11,38 Εάν δε επιχυθή ύδωρ επί πάν σπέρμα και επιπέση των θνησιμαίων αυτών επ' αυτό, ακάθαρτον εστιν υμίν.
Λευτ-11,39 Εάν δε αποθάνει των κτηνών, ό εστιν υμίν φάγειν τούτο, ο απτόμενος των θνησιμαίων αυτών ακάθαρτος έσται έως εσπέρας
Λευτ-11,40 και ο εσθίων από των θνησιμαίων τούτων πλυνεί τα ιμάτια και ακάθαρτος έσται έως εσπέρας . και ο αίρων από των θνησιμαίων αυτών πλυνεί τα ιμάτια και λούσεται ύδατι και ακάθαρτος έσται έως εσπέρας.
Λευτ-11,41 Και πάν ερπετόν, ό έρπει επί της γής, βδέλυγμα έσται τούτο υμίν ού βρωθήσεται.
Λευτ-11,42 Και πάς ο πορευόμενος επί κοιλίας και πάς ο πορευόμενος επί τέσσαρα διαπαντός, ό πολυπληθεί ποσίν εν πάσι τοίς ερπετοίς τοίς έρπουσιν επί της γής, ού φάγεσθε αυτό, ότι βδέλυγμα υμίν εστι.
Λευτ-11,43 Και ού μη βδελύξητε τας ψυχάς υμών εν πάσι τοίς ερπετοίς τοίς έρπουσιν επί της γής και ού μιανθήσεσθε εν τούτοις και ουκ ακάθαρτοι έσεσθε εν αυτοίς.
Γεν-9,3-4 Και πάν ερπετόν, ό έστι ζών, υμίν έσται είς βρώσιν . ως λάχανα χόρτου δέδωκα υμίν τα πάντα. Πλήν κρέας εν αίματι ψυχής ού φάγεσθε.
Λευτ-17,12 Διά τούτο είρηκα τοις υιοίς Ισραήλ . πάσα ψυχή εξ' υμών ού φάγεται αίμα, και ο προσήλυτος ο προσκείμενος εν υμίν ού φάγεται αίμα.
Λευτ-17,14 Και είπα τοις υιοίς Ισραήλ . αίμα πάσης σαρκός ού φάγεσθε, ότι η ψυχή πάσης σαρκός αίμα αυτού έστι . πάς ο έσθων
αυτό εξολοθρευθήσεται.
Λευτ-17,15 Και πάσα ψυχή, ήτις φάγεται θνησιμαίον ή θηριάλωτον εν τοίς αυτόχθοσιν ή εν τοις προσηλύτοις, πλύνει τα ιμάτια
αυτού και λούσεται ύδατι και ακάθαρτος έσται εώς εσπέρας …
Πραξ-10,13 Και εγένετο φωνή προς αυτόν . αναστάς, Πέτρε, θύσον και φάγε. Ο δε Πέτρος είπε . μηδαμώς, Κύριε . ότιι ουδέποτε έφαγον πάν κοινόν ή ακάθαρτον.
Πραξ-10,15 Και φωνή πάλιν εκ δευτέρου προς αυτόν . ά ο Θεός εκαθάρισε σύ μη κοίνου.
Πραξ-15,29 Απέχεσθαι ειδωλοθύτων και αίματος και πνικτού και πορνείας εξ ών διατηρούντες εαυτούς ευ πράξετε.
Τίτον-1,15 Πάντα μέν καθαρά τοίς καθαροίς . τοίς δε μεμμιαμένοις και απίστοις ουδέν καθαρόν, αλλά μεμίανται αυτών και ο νούς και η συνείδησις.
ΠΕΡΙ ΑΚΑΚΙΑΣ ΚΑΙ ΑΚΑΚΩΝ
Ἰὼβ 36,5.- «Ὁ Κύριος μὴ ἀποίσεται τὸν ἄκακον».
Παρ. 1,22 Ὅσον ἂν χρόνον ἄκακοι ἔχωνται τῆς δικαιοσύνης, οὐκ αἰσχυνθήσονται· οἱ δὲ ἄφρονες, τῆς ὕβρεως ὄντες ἐπιθυμηταί, ἀσεβεῖς γενόμενοι ἐμίσησαν αἴσθησιν
Παρ. 2,21.- «Χρηστοὶ ἔσονται οἰκήτορες γῆς, ἄκακοι δὲ ὑπολειφθήσονται ἐν αὐτῇ, ὅτι εὐθεῖς κατασκηνώσουσιν ἐν αὐτῇ».
Παρ. 8,5 νοήσατε, ἄκακοι, πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν.
Παρ. 14,15. Ἄκακος πιστεύει παντὶ λόγῳ, πανοῦργος δὲ ἔρχεται εἰς μετάνοιαν.
Παρ. 15,10 Παιδεία ἀκάκου γνωρίζεται ὑπὸ τῶν παριόντων, οἱ δὲ μισοῦντες ἐλέγχους τελευτῶσιν αἰσχρῶς.
Παρ. 21,11 Ζημιουμένου ἀκολάστου πανουργότερος γίνεται ὁ ἄκακος, συνίων δὲ σοφὸς δέξεται γνῶσιν.
Ψαλμ. 7,9 Κύριος κρινεῖ λαούς. κρῖνόν με, Κύριε, κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν ἀκακίαν μου ἐπ᾿ ἐμοί.
Ψαλμ. 25,1 Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην καὶ ἐπὶ τῷ Κυρίῳ ἐλπίζων, οὐ μὴ ἀσθενήσω.
Ψαλμ. 36,37.- «Φύλασσε ἀκακίαν καὶ ἴδε εὐθύτητας, ὅτι ἐστὶν ἐγκατάλειμμα ἀνθρώπῳ εἰρηνικῷ».
Ψαλμ. 40,13 Ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου, καὶ ἐβεβαίωσάς με ἐνώπιόν σου εἰς τὸν αἰῶνα.
Ψαλμ. 67,7. «Ὁ Θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ».
Ψαλμ. 83,12. «Κύριος οὐ στερήσει τὰ ἀγαθὰ τοῖς πορευομένοις ἐν ἀκακίᾳ».
Ψαλμ. 100,2 Ψαλῶ καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ· πότε ἥξεις πρός με; διεπορευόμην ἐν ἀκακίᾳ καρδίας μου ἐν μέσῳ τοῦ οἴκου μου.
ΠΕΡΙ ΑΚΟΥΣΙΩΝ ΚΑΙ ΕΚΟΥΣΙΩΝ ΑΜΑΡΤΗΜΑΤΩΝ
Α΄Τιμ.1,12-13 Και χάριν έχω τω ενδυναμώσαντί με Χριστω Ιησού τω Κυρίω ημών, ότι πιστόν με ηγήσατο, θέμενος εις διακονίαν, τον πρότερον όντα βλάσφημον και διώκτην και υβριστήν· αλλ' ηλεήθην, ότι αγνοών εποίησα εν απιστία.
Ἐβρ. 10,26-29 Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία, φοβερά δε τις εκδοχή κρίσεως και πυρός ζήλος εσθίειν μέλλοντος τους υπεναντίους. Ἀθετήσας τις νόμον Μωϋσέως χωρίς οικτιρμών επί δυσίν ή τρισί μάρτυσιν αποθνήσκει· πόσω δοκείτε χείρονος αξιωθήσεται τιμωρίας ο τον υιόν του Θεού καταπατήσας και το αίμα της διαθήκης κοινόν ηγησάμενος, εν ω ηγιάσθη, και το Πνεύμα της χάριτος ενυβρίσας;
Ἐξοδ. 21,12 Εάν δε πατάξη τις τινα, και αποθάνη, θανάτω θανατούσθω· ο δε ουχ εκών, αλλ’ ο Θεός παρέδωκεν εις τας χείρας αυτού, δώσω σοι τόπον, ου φεύξεται εκεί ο φονεύσας.
Λουκᾷ 12,47-48 Εκείνος δε ο δούλος, ο γνούς το θέλημα του κυρίου εαυτού και μη ετοιμάσας μηδέ ποιήσας προς το θέλημα αυτού, δαρήσεται πολλάς· ο δε μη γνούς, ποιήσας δε άξια πληγών, δαρήσεται ολίγας. παντί δε ω εδόθη πολύ, πολύ ζητηθήσεται παρ’ αυτού, και ω παρέθεντο πολύ, περισσότερον αιτήσουσιν αυτόν.
ΠΕΡΙ ΑΚΤΗΜΟΣΥΝΗΣ
Λουκ-5,11 Και καταγαγόντες τα πλοία επί την γήν, αφέντες άπαντα ηκολούθησαν αυτώ.
Λουκ. 14,33 οὕτως οὖν πᾶς ἐξ ὑμῶν, ὃς οὐκ ἀποτάσσεται πᾶσι τοῖς ἑαυτοῦ ὑπάρχουσιν, οὐ δύναται εἶναί μου μαθητής.
Ματθ-8,20 Και λέγει αυτώ ο Ιησούς . αι αλώπεκες φωλεούς έχουσι και τα πετεινά του ουρανού κατασκηνώσεις, ο δε υιός του ανθρώπου ουκ έχει που την κεφαλήν κλίνη.
Ματθ. 19,21 ἔφη αὐτῷ ὁ Ἱησοῦς· εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι.
Ματθ-19,27 Τότε αποκριθείς ο Πέτρος είπεν αυτώ . Ιδού ημείς αφήκαμεν πάντα και ηκουλουθήσαμέν σοι . τι άρα έσται ημίν;
Ματθ-19,29 Και πάς ός αφήκεν οικίας ή αδελφούς ή αδελφάς ή πατέρα ή μητέρα ή γυναίκα ή τέκνα ή αγρούς ένεκεν του ονόματός μου, εκατονταπλασίονα λήψεται και ζωήν αιώνιον κληρονομήσει.
Μαρκ-10,29 Αμήν λέγω υμίν, ουδείς εστιν ός άφηκεν οικίαν ή αδελφούς ή αδελφάς ή πατέρα ή μητέρα ή γυναίκα ή τέκνα ή αγρούς ένεκεν εμού και ένεκεν του ευαγγελίου,
Μαρκ-10,30 εάν μη λάβη εκαντοπλασίονα νυν εν τω καιρώ τούτω οικίας και αδελφούς και αδελφάς και πατέρα και μητέρα και τέκνα και αγρούς μετά διωγμών, και εν τω αιώνι το ερχομένω ζωήν αιώνιον.
Παρ.28,14 Μακάριος ανήρ, ος καταπτήσσει πάντα δι’ ευλάβειαν, ο δε σκληρός την καρδίαν εμπεσείται κακοίς.
Πραξ. 2,44 Πάντες δὲ οἱ πιστεύοντες ἦσαν ἐπὶ τὸ αὐτὸ καὶ εἶχον ἅπαντα κοινά.
Πραξ. 4,32 Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία, καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι, ἀλλ᾿ ἦν αὐτοῖς ἅπαντα κοινά.
ΠΕΡΙ ΑΛΗΘΕΙΑΣ
Α΄ Ἔσδρ. 4,39. «Καὶ οὐκ ἔστι παρ‘ αὐτὴν (τὴν ἀλήθειαν) λαμβάνειν πρόσωπα, οὐδέ διάφορα».
Α Τιμ-2,4. Ὃς πάντας ανθρώπους θέλει σωθήναι και είς επίγνωσιν αληθείας ελθείν.
Β Κορ.13,8 Οὐ γὰρ δυνάμεθά τι κατὰ τῆς ἀληθείας, ἀλλ᾿ ὑπὲρ τῆς ἀληθείας.
Β Τιμ. 2,15 Σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῷ Θεῷ, ἐργάτην ἀνεπαίσχυντον, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας.
Β Τιμ. 2,25 Ἐν πρᾳότητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους, μήποτε δῷ αὐτοῖς ὁ Θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας,
Β Τιμ. 3,8 Ὃν τρόπον δὲ Ἰαννῆς καὶ Ἰαμβρῆς ἀντέστησαν Μωΰσεῖ, οὕτω καὶ οὗτοι ἀνθίστανται τῇ ἀληθείᾳ, ἄνθρωποι κατεφθαρμένοι τὸν νοῦν, ἀδόκιμοι περὶ τὴν πίστιν.
Γ΄ Ἰωαν. 4. «Μείζονα ταύτης οὐκ ἔχω χαράν, ἵνα ἀκούω τὰ ἐμὰ τέκνα ἐν ἀληθείᾳ περιπατοῦντα».
Γαλ. 3,1       Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκανε τῇ ἀληθείᾳ μὴ πείθεσθαι, οἷς κατ᾿ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐν ὑμῖν ἐσταυρωμένος;
Εβρ.10,26 Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία,
Ἐφ. 4,25. Διὸ ἀποθέμενοι τὸ ψεῦδος λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ· ὅτι ἐσμὲν ἀλλήλων μέλη.
Εφεσ-6,14. Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης,
Ζαχ. 8,16. «Λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ, τὴν ἀλήθειαν καὶ τὴν εἰρήνην, λέγει Κύριος παντοκράτωρ».
Ιακ. 3,14      Εἰ δὲ ζῆλον πικρὸν ἔχετε καὶ ἐριθείαν ἐν τῇ καρδίᾳ ὑμῶν, μὴ κατακαυχᾶσθε καὶ ψεύδεσθε κατὰ τῆς ἀληθείας.
Ιωαν-3,21 Ο δε ποιών την αλήθειαν έρχεται προς το φώς, ίνα φανερωθή αυτού τα έργα, ότι εν θεώ έστιν ειργασμένα.
Ιωαν-8,32 Καὶ γνώσεσθε τὴν ἀλήθειαν καὶ ἡ ἀλήθεια ἐλευθερώσει ἡμᾶς.
Ιωαν-8,45-46 Εγώ δε την αλήθειαν λέγω, ου πιστεύετέ μοι. Τις εξ υμών ελέγχει με περί αμαρτίας; Ει δε αλήθεια λέγω διατί υμείς ου πιστεύετέ μοι;
Ιωαν-14,6 Ἐγὼ εἰμὶ ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή· οὐδεῖς ἔρχεται πρὸς τὸν πατέρα εἰ μὴ δι’ ἐμοῦ.
Ιωαν-16,13 Όταν δε έλθει εκείνος, το Πνεύμα της αληθείας, οδηγήσει ημάς εις πάσαν την αλήθειαν· ου γάρ λαλήσει αφ' εαυτού. Αλλ' όσα αν ακούση λαλήσει, και τα ερχόμενα αναγγελεί υμίν.
Ἰὼβ 8,21.- «Ἀληθινὸν στόμα ἐμπλησθήσεται γέλωτος, καὶ τὰ χείλη αὐτοῦ ἀγαλλιάσεται».
Ματθ-22,16 Και αποστέλλουσιν αυτώ τους μαθητάς αυτών μετά των Ηρωδιανών λέγοντες διδάσκαλε, οίδαμεν ότι αληθής εί και την οδόν του Θεού εν αληθεία διδάσκεις και ου μέλει σοι περί ουδενος . ου γάρ βλέπεις είς πρόσωπον ανθρώπου.
Παρ-8,7 Ότι αλήθειαν μελετήσει ο φάρυγξ μου, εβδελυγμένα δε εναντίον εμού χείλη ψευδή.
Παροιμ. 21,3.- «Ποιεῖν δίκαια καὶ ἀληθεύειν, ἀρεστὰ παρὰ Θεῷ, ἤ θυσιῶν αἷμα».
Ρωμ. 2,8 Τοῖς δὲ ἐξ ἐριθείας, καὶ ἀπειθοῦσι μὲν τῇ ἀληθείᾳ, πειθομένοις δὲ τῇ ἀδικίᾳ, θυμὸς καὶ ὀργή·
Σειρ-4,25 Μη αντίλεγε τη αληθεία και περί της απαιδευσίας σου εντράπηθι
Σειρ 4,28 «Ἕως θανάτου ἀγώνισαι περὶ τῆς ἀληθείας, καὶ Κύριος ὁ Θεὸς πολεμήσει ὑπὲρ σοῦ».
Τιτ. 1,13      -14 Ἡ μαρτυρία αὕτη ἐστὶν ἀληθής. δι᾿ ἣν αἰτίαν ἔλεγχε αὐτοὺς ἀποτόμως, ἵνα ὑγιαίνωσιν ἐν τῇ πίστει, μὴ προσέχοντες Ἰουδαϊκοῖς μύθοις καὶ ἐντολαῖς ἀνθρώπων ἀποστρεφομένων τὴν ἀλήθειαν.
Ψαλμ. 24,5 Ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειάν σου καὶ δίδαξόν με, ὅτι σὺ εἶ ὁ Θεὸς ὁ σωτήρ μου, καὶ σὲ ὑπέμεινα ὅλην τὴν ἡμέραν.
Ψαλμ. 24,10.- «Πᾶσαι αἱ ὁδοὶ Κυρίου ἔλεος καὶ ἀλήθεια τοῖς ἐκζητοῦσι τὴν διαθήκην αὐτοῦ».
Ψαλμ-11,7 Τά λόγια Κυρίου λόγια αγνά, αργύριον πεπυρωμένον δοκίμιον τη γή, κεκαθαρισμένον επταπλασίως.
ΠΕΡΙ ΑΛΛΗΛΟΒΟΗΘΕΙΑΣ
Α Κορ-10,24 Μηδείς το εαυτού ζητήτω αλλά το του ετέρου έκαστος.
Γαλ-6,1 Αδελφοί εάν και προληφθή άνθρωπος έν τινι παραπτώματι, υμείς οι πνευματικοί καταρτίζετε τον τοιούτον εν πνεύματι
πραότητος σκοπών σεαυτόν, μη και συ πειρασθείς.
Γαλ-6,2 Αλλήλων τα βάρη βαστάζετε, και ούτως αναπληρώσατε τον νόμον του Χριστού.
Εκκλ-4,9 Αγαθοί οι δύο υπέρ τόν ένα, οίς εστιν αυτοίς μισθός αγαθός εν μόχθω αυτών· ότι εάν πέσωσιν ο είς εγείρει τόν μέτοχον αυτού,
Εκκλ-4,10 και ουαί αυτώ τώ ενί, όταν πέση καί μή ή δεύτερος εγείρε αυτόν.
Ματθ-5,40 και το θέλοντί σοι κριθηναι και τον χιτωνα σου λάβειν, άφες αυτώ και το ιμάτιον. Και όστις αγγαρεύσει μίλλιον έν, ύπαγε μετ' αυτού δύο.
Ματθ-5,42 Τώ αιτούντι σε δίδου και τον θέλοντα από σού δανείσασθαι μη αποστραφής.
Ματθ-10,42 Και ός εάν ποτίση ένα των μικρών τούτων ποτήριον ψυχρού μόνον είς όνομα μαθητού, αμήν λέγω ημίν, ού μη απολέση τον μισθόν αυτού.
Ματθ-25,35 Επείνασα γάρ, και εδώκατε μοι φάγειν, εδίψασα και εποτισατέ με, ξένος ήμην, και συναγάγετέ με.
Ματθ-25,36 Γυμνός και περιεβάλετέ με, ησθένησα και επισκέψασθέ με, εν φυλακή ήμην και ήλθατε προς με.
Παρ-18,19 Αδελφός υπο αδελφού βοηθούμενος ως πόλις οχυρά και υψηλή, ισχύει δε ώσπερ τεθεμελιωμένον βασίλειον.
Ρωμ-15,1 Οφείλομεν δε ημείς οι δυνατοί τα ασθενήματα των αδυνάτων βαστάζειν, και μη εαυτοίς αρέσκειν.
Ρωμ-15,7 Διό προσλαμβάνεσθε αλλήλους, καθώς και ο Χριστός προσελάβετο ημάς είς δόξαν Θεού.
Ψαλμ. 132,1.- «Ἰδοὺ δὴ τὶ καλὸν ἤ τί τερπνόν, ἀλλ’ ἤ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό;».
ΠΕΡΙ ΑΜΑΡΤΙΑΣ
Α Ιωαν-1,8 Εάν είπωμεν ότι αμαρτίαν ουκ έχομεν, εαυτούς πλανώμεν και η αλήθεια ουκ εστιν εν ημίν.
Α Ιωαν-1,9 Εάν ομολογώμεν τάς αμαρτίας ημών, πιστός εστι και δίκαιος, ίνα αφή ημίν τάς αμαρτίας και καθαρίση ημάς από πάσης αδικίας.
Α Ιωαν-3,4 Πάς ο ποιών τήν αμαρτίαν καί τήν ανομίαν ποιεί, και η αμαρτία εστιν η ανομία.
Α Ιωαν-3,5 Και οίδατε ότι εκείνος εφανερώθη ίνα τάς αμαρτίας ημών άρη, και αμαρτία εν αυτώ ουκ έστι.
Α Ιωαν-3,6 Πάς ο εν αυτώ μένων ουχ αμαρτάνει . πάς ο αμαρτάνων ουχ εώρακε αυτόν ουδέ έγνωκεν αυτόν.
Α Ιωαν-3,8 Ο ποιών τήν αμαρτίαν εκ τού διαβόλου εστίν, ότι απ' αρχής ο διάβολος αμαρτάνει. Είς τούτο εφανερώθει ο υιός τού Θεού, ίνα λύση τά έργα τού διαβόλου.
Α Ιωαν-3,9 Πάς ο γεγεννημένος εκ τού Θεού αμαρτίαν ού ποιεί, ότι σπέρμα αυτού εν αυτώ μένει . καί ου δύναται αμαρτάνειν, ότι εκ του Θεού γεγέννηται.
Α Ιωαν-5,16 Εάν τις ίδη τον αδελφόν αυτού αμαρτάνοντα αμαρτίαν μη προς θάνατον, αιτήσει, και δώσει αυτώ ζωήν, τοίς αμαρτάνουσι μη προς θάνατον.
Α Ιωαν-5,17 Έστιν αμαρτία προς θάνατον . ου περί εκείνης έγω ίνα ερωτήση. Πάσα αδικία αμαρτία εστί . και έστιν αμαρτία ου προς θάνατον.
Α Ιωαν-5,18 Οίδαμεν ότι πάς ο γεγεννημένος εκ του Θεού ουχ αμαρτάνει, αλλ' ο γεννηθείς εκ του Θεού τηρεί εαυτόν, και ο πονηρός ούχ άπτεται αυτού.
Γεν-2,17 Από δε του ξύλου του γινώσκειν καλόν και πονηρόν, ού φάγεσθε απ' αυτού· ή δ' αν ημέρα φάγητε απ' αυτού, θανάτω αποθανείσθε.
Ιακ-1,15 είτα η επιθυμία συλλαβούσα τίκτει αμαρτίαν, η δε αμαρτία αποτελεσθείσα αποκύει θάνατον.
Ρωμ-2,23 Ός εν νόμω καυχάσαι, διά της παραβάσεως του νόμου τον Θεόν ατιμάζεις;
Ρωμ-5,12 Διά τούτο ώσπερ δι' ενός ανθρώπου ή αμαρτία είς τον κόσμον εισήλθε και διά της αμαρτίας ο θάνατος, και ούτως είς πάντας ανθρώπους ο θάνατος διήλθεν, εφ' ώ πάντες ήμαρτον
Ρωμ-5,13 Άχρι γάρ νόμου αμαρτία  ήν εν κόσμω, αμαρτία δε ούκ ελλογείται μη εντός νόμου
Ρωμ-5,20 Νόμος δε παρεισήλθεν ίνα πλεονάση το παράπτωμα. Ού δε επλεόνασεν η αμαρτία, υπερεπερίσσευεν η χάρις
Ρωμ-6,1-2 Τι ούν ερούμεν; Επιμένουμεν τη αμαρτία ίνα η χάρις πλεονάση; Μη γένοιτο. Οίτινες απεθάνομεν τη αμαρτία, πώς έτι ζήσομεν εν αυτή;
Ρωμ-6,12 Μη ουν βασιλευέτω η αμαρτία εν τω θνητώ ημών σώματι είς το υπακούειν αυτή εν ταις επιθυμίας αυτού
Ρωμ-6,14 Αμαρτία γάρ υμών ού κυριεύσει . ού γαρ έστε υπό νόμον, αλλ' υπό χάριν.
Ρωμ-6,15 Τι ούν; Αμαρτήσομεν ότι ουκ έσμεν υπό νόμον, αλλ' υπό χάριν; Μη γένοιτο.
Ρωμ-6,22 Νύνι δε ελευθερωθέντες από της αμαρτίας δουλωθέντες δε τω Θεώ έχετε τον καρπόν ημών είς αγιασμόν, το δε τέλος ζωήν αιώνιον.
Ρωμ-6,23 Τα γάρ οψώνια της αμαρτίας θάνατος, το δε χάρισμα του Θεού ζωή αιώνιος εν Χριστώ Ιησού τω Κυρίω ημών.
Σειρ-21,1 Τέκνον, ήμαρτες, μη προσθής μηκέτι και περί των προτέρων σου δεήθητι.
Σειρ-21,2 Ως από προσώπου όφεως φεύγε από αμαρτίας, εάν γάρ προσέλθης, δήξεταί σε . οδόντες λέοντος οι οδόντες αυτής αναιρούντες ψυχάς ανθρώπων.
Σειρ-25,24 Από γυναικός αρχή αμαρτίας, και δι' αυτήν αποθνήσκομεν πάντες.
Ψαλμ-49,21 ελέγξω σε και παραστήσω κατά πρόσωπόν σου τας αμαρτίας σου.
Ψαλμ-50,7 Ιδού γάρ εν ανομίας συνελήφθην, και εν αμαρτίαις εκίσσησε με η μήτηρ μου.
ΠΕΡΙ ΑΜΑΡΤΩΛΩΝ ΚΑΙ ΑΤΑΚΤΩΝ
Α Ιωαν-1,9 Πας ο παραβαίνων και μη μένων εν τη διδαχή του Χριστου Θεόν ούκ έχει.
Α Ιωαν-1,10 Ει τις έρχεται προς υμάς και ταύτην την διδαχήν ού φέρει μη λανβάνετε αυτόν εις οικίαν και χαίρειν αυτώ μη λέγετε. Ο γάρ λέγειν αυτού χαίρειν κοινωνεί τοίς έργοις αυτού τοις πονηροίς..
Α Θεσ-5,14 Νουθετητε τους ατάκτους, παραμυθείσθε τους ολιγόψυχους, αντέχεσθε των ασθενών, μακροθυμείτε προς πάντας.
Α Κορ-15,33 Μη πλανάσθε φθείρουσιν ήθη χρηστά ομιλίαι κακαί.
Α Κορ-5,11 Μη συναναμίγνυσθαι εάν τις αδελφος ονομαζόμενος ή πόρνος ή πλεονέκτης ή ειδωλολατρης ή λοίδορος ή μέθυσος ή αρπαξ, τω τοιούτο μηδε συνεσθίειν.
Β Θεσ-3,6 Στελλεσθαι υμάς από παντός αδελφού ατάκτως περιπατούντος και μη κατά την παράδοσην ήν παρέλαβον παρ' ημών.
Β Θεσ-3,11 Ακούομεν γάρ τινας περιπατούντας εν υμίν ατάκτως, μηδέν εργαζομένους, αλλά περιεργαζομένους
Β Θεσ-3,12 τοις δε τοιούτοις παρακαλούμεν διά του Κυρίου ημών Ιησού Χριστού, ίνα μετά ησυχίας εργαζόμενοι τον εαυτών άρτον εσθίωσιν.
Β Θεσ-3,14 Ει δε τις ουχ υπακούει τω λόγω ημών διά της επιστολής, τούτον σημειούσθε, και μη συναναμίγνυσθε αυτώ, ίνα
εντραπή, και μη ως εχθρόν ηγείσθε, αλλά νουθετείτε ως αδελφόν.
Εφεσ-5,7-8 Μη ούν γίνεσθε συμμέτοχοι αυτών. Ητε γάρ ποτε σκότος, νύν δε φώς εν Κυρίω, ως τέκνα φωτός περιπατείτε.
Ιακ-5,20 Γινωσκέτω ότι ο επιστρέψας αμαρτωλόν εκ πλάνης οδού αυτού σώσει ψυχήν εκ θανάτου και καλύψει πλήθος αμαρτιών.
Ιωαν-9,31 Οίδαμεν δε ότι αμαρτωλών ο Θεός ουκ ακούει, αλλ' εάν τις θεοσεβής ή και το θέλημα αυτού ποιή, τούτου ακούει.
Παρ-12,13 Δι' αμαρτίαν χειλέων εμπίπτει είς παγίδας αμαρτωλός, εκφεύγει δε εξ αυτών δίκαιος.
Παρ. 21,8 Πρὸς τοὺς σκολιοὺς σκολιὰς ὁδοὺς ἀποστέλλει ὁ Θεός, ἁγνὰ γὰρ καὶ ὀρθὰ τὰ ἔργα αὐτοῦ.
Παρ. 21,10 Ψυχὴ ἀσεβοῦς οὐκ ἐλεηθήσεται ὑπ᾿ οὐδενὸς τῶν ἀνθρώπων.
Παρ-23,17 Μη ζηλούτω η καρδία σου αμαρτωλούς, αλλά εν φόβω Κυρίου ίσθι όλην την ημέραν.
Ρωμ. 16,17 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, σκοπεῖν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδαχὴν ἣν ὑμεῖς ἐμάθετε ποιοῦντας, καὶ ἐκκλίνατε ἀπ᾿ αὐτῶν·
Σειρ-12,4 Δός τώ ευσεβεί και μη αντιλάβη του αμαρτωλού.
Σειρ-12,7 Δός τώ αγαθώ και μη αντιλάβου του αμαρτωλού.
Σειρ-15,9-10 Ουχ ωραίος αίνος εν στόματι αμαρτωλού, ότι ου παρά Κυρίου απεστάλη· εν γάρ σοφία ρηθήσεται αίνος, και ο Κύριος ευoδώσει αυτόν.
Σειρ-21,10 Οδός αμαρτωλών ωμαλισμένη εκ λίθων, και επ' εσχάτω αυτής βόθρος άδου.
Σειρ-28,9 Και ανήρ αμαρτωλός ταράξει φίλους και ανά μέσον ειρηνευόντων εμβάλλει διαβολήν.
Σειρ-32,17 Άνθρωπος αμαρτωλός εκκλίνει ελεγμόν και κατά το θέλημα αυτού ευρήσει σύγκριμα.
Σειρ. 39,25 Ἀγαθὰ τοῖς ἀγαθοῖς ἔκτισται ἀπ᾿ ἀρχῆς, οὕτως τοῖς ἁμαρτωλοῖς κακά.
Σειρ-41,6 Τέκνων αμαρτωλών απολείται κληρονομία, και μετά του σπέρματος αυτών ενδελεχιεί όνειδος.
Ψαλμ-9,18 Αποστραφήτωσαν οι αμαρτωλοί είς τον άδην, πάντα τα έθνη τα επιλανθανόμενα του Θεού
Ψαλμ-10,6 Επιβρέξει επι αμαρτωλούς παγίδας, πύρ και θείον και πνεύμα καταιγίδος η μερίς του ποτηρίου αυτών.
Ψαλμ. 17 ,26-27 Μετὰ ὁσίου ὅσιος ἔσῃ, καὶ μετὰ ἀνδρὸς ἀθῴου ἀθῷος ἔσῃ, καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ καὶ μετὰ στρεβλοῦ διαστρέψεις.
Ψαλμ-31,10 Πολλαί αι μάστιγες του αμαρτωλού, τον δε ελπίζοντα επι Κύριον έλεος κυκλώσει.
ΠΕΡΙ ΑΜΕΛΕΙΑΣ, ΟΚΝΗΡΙΑΣ ΚΑΙ ΑΝΑΒΟΛΗΣ
Β Θεσ-3,10 Ει τις ού θέλει εργάζεσθαι, μηδέ εσθιέτω. Ακούομεν γάρ τινας περιπατούντας εν υμίν ατάκτως, μηδέν εργαζομένους, αλλά περιεργαζομένους
Β Θεσ-3,12 τοις δε τοιούτοις παρακαλούμεν διά του Κυρίου ημών Ιησού Χριστού, ίνα μετά ησυχίας εργαζόμενοι τον εαυτών άρτον εσθίωσιν.
Γεν-3,19 Εν ιδρώτι του προσώπου σου, φάγη τον άρτον σου
Εκκλ-10,18 Εν οκνηρίαις ταπεινωθήσεται η δόκωσις, και εν αργία χειρών στάζει η οικία.
Ἠσ. 35,3.- «Ἰσχύσατε, χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα. Ἰσχύσατε, μὴ φοβεῖσθε. Ἰδοὺ ὁ Θεὸς ἡμῶν».
Ιερεμ-31,10 Επικατάρατος ο ποίων τα έργα Κυρίου αμελώς.
Ματθ-11,12 Η βασιλεία των ουρανων βιάζεται και βιασταί αρπαζουσιν αυτήν.
Ματθ-11,28 Δεύτε προς με πάντες οι κοπιώντες και πεφορτισμένοι και εγώ αναπαύσω ημας
Ματθ-11,30 Ο γάρ ζυγός μου χρηστός και το φορτίον μου ελαφρόν εστι.
Ματθ-13,19 Παντός ακούοντος τον λόγον της Βασιλείας και μη συνιέντος, έρχεται ο πονηρός και αίρει το εσπαρμένον εν τη καρδία αυτού.
Ματθ-22,5 Και παντα έτοιμα δεύτε εις τους γαμους. Οι δε αμελήσαντες απήλθον, ο μεν εις τον ίδιον αγρον, ο δε εις την εμπορια αυτου.
Ματθ-24,42 Γρηγορείτε ούν, ότι ούκ οίδατε ποία ώρα ο Κύριος ημών έρχεται.
Ματθ-25,26 Αποκριθείς δε ο Κύριος αυτού είπεν αυτώ, πονηρέ δούλε και οκνηρε! Εδει ούν βαλείν το αργύριον μου τοίς τραπεζίταις, και ελθών εγώ εκομισάμην αν το εμόν συν τόκω.
Ματθ-25,29 Τω γαρ εχοντι παντί δοθησεται και περισσευθησεται, από δε του μη έχοντος και ο έχει αρθησεται απ' αυτού.
Ματθ-25,30 Και τον αχρείον δούλον εκβάλετε είς το σκότος το εξώτερον εκεί έσται ο κλαυθμός και ο βρυγμός των οδόντων.
Παρ-13,4 Εν επιθυμίαις εστί πας άεργος χείρες ανδρείων, εν επιμελεία.
Παρ-6,6-8 Ἴθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρέ, καὶ ζήλωσον ἰδὼν τὰς ὁδοὺς αὐτοῦ καὶ γενοῦ ἐκείνου σοφώτερος· ἐκείνῳ γὰρ γεωργίου μὴ ὑπάρχοντος, μηδὲ τὸν ἀναγκάζοντα ἔχων, μηδὲ ὑπὸ δεσπότην ὤν, ἑτοιμάζεται θέρους τὴν τροφὴν πολλήν τε ἐν τῷ ἀμητῷ ποιεῖται τὴν παράθεσιν.
Παρ-6,8α ἢ πορεύθητι πρὸς τὴν μέλισσαν καὶ μάθε ὡς ἐργάτις ἐστὶ τήν τε ἐργασίαν ὡς σεμνὴν ποιεῖται·
Παρ-6,9-11 Ἕως τίνος, ὀκνηρέ, κατάκεισαι; πότε δὲ ἐξ ὕπνου ἐγερθήσῃ; ὀλίγον μὲν ὑπνοῖς, ὀλίγον δὲ κάθησαι, μικρὸν δὲ νυστά-ζεις, ὀλίγον δὲ ἐναγκαλίζῃ χερσὶ στήθη· εἶτ᾿ ἐμπαραγίνεταί σοι ὥσπερ κακὸς ὁδοιπόρος ἡ πενία καὶ ἡ ἔνδεια ὥσπερ ἀγαθὸς δρομεύς.
Παρ-11,16 Πλούτου οκνηροί ενδεείς γίνονται, οι δε ανδρείοι ερείδονται πλούτω.
Παρ-15,19 Οδοί αεργών εστρωμέναι ακάνθαις, οι δε των ανδρείων τετριμμέναι.
Παρ-18,8 Οκνηρούς καταβάλλει φόβος, ψυχαί δε ανδρογύνων πεινάσουσιν.
Παρ-18,9 μὴ ἰώμενος ἑαυτὸν ἐν τοῖς ἔργοις αὑτοῦ ἀδελφός ἐστι τοῦ λυμαινομένου ἑαυτόν.
Παρ.19,15 Δειλία κατέχει ἀνδρόγυνον, ψυχῆ δὲ ἀεργοῦ πεινάσει.
Παρ-20,4 Ὁνειδιζόμενος ὁκνηρός οὐκ αἰσχύνεται, ὠσαύτως καὶ ὁ δανειζόμενος σίτον ἐν ἀμήτω.
Παρ-21,25 Επιθυμίαι οκνηρόν αποκτείνουσιν, ού γάρ προαιρούνται αι χείρες αυτού ποιείν τι.
Παρ. 23.21 Πᾶς γὰρ μέθυσος και πορνοκόπος πτωχεύσει, και ενδύσεται διερρηγμένα και ρακώδη πας υπνώδης.
Παρ-26,13 Λέγει οκνηρός αποστελλόμενος είς οδόν, λέων εν τας οδοίς, εν δε τας πλατείαις φονευταί.
Παρ-26,14 Ώσπερ θύρα στρέφεται επι του στρόφιγγος, ούτως οκνηρός επί της κλίνης αυτού.
Παρ-26,15 Κρύψας οκνηρός την χείρα εν τώ κόλπω αυτού, ού δυνήσεται επενεγκείν επι στόμα.
Ρωμ-12,11 τη σπουδή μη οκνηροί, τω πνεύματι ζέοντες, τω Κυρίω δουλεύοντες.
Σειρ-4,29 Μη γίνου ταχύς εν γλώσση σου και νωθρός και παρειμένος εν τοις έργοις σου.
Σειρ-7,15 Μη μισήσεις επιπονον εργασίαν και γεωργίαν υπό υψίστου εκτισμένην
Σειρ-22,1 Λίθω ηρδαλωμένω συνεβλήθη οκνηρός, και πάς εκσυριεί επί τη ατιμία αυτού.
Σειρ-22,2 Βολβίτω κοπρίων συνεβλήθη οκνηρός, πάς ο αναιρούμενος αυτόν εκτινάξει χείρα.
Σειρ-33,28 Έμβαλε αυτόν είς εργασίαν, ίνα μη αργή, πολλήν γάρ κακίαν εδίδαξεν η αργία.
Ψαλμ. 60,3.-  «Ἐν τῷ ἀκηδιᾶσαι τὴν καρδίαν μου, ἐν πέτρᾳ ὕψωσάς με».
Ψαλμ-118,28 Ενύσταξεν η ψυχή μου από ακηδίας, βεβαίωσόν με έν τοις λόγοις σου.
ΠΕΡΙ ΑΝΑΒΟΛΗΣ ΤΗΣ ΜΕΤΑΝΟΙΑΣ
Ησ-5,18 Ουαί οι επισπώμενοι τας αμαρτίας ως σχοινίω μακρώ και ως ζυγού ιμάντι δαμάλεως τας ανομίας
Λουκ-12,47 Εκείνος δε ο δούλος, ο γνούς το θέλημα του κυρίου εαυτού και μη ετοιμάσας μηδέ ποιήσας προς το θέλημα αυτού, δαρήσεται πολλάς.
Λουκ-12,48 Ο δε μη γνούς, ποιήσας δε άξια πληγών, δαρήσεται ολίγας.Παντί δε ώ εδόθη πολύ, πολύ ζητηθήσεται παρ' αυτού, και ώ παρέθεντο πολύ, περισσότερον αιτήσουσιν αυτόν.
Σειρ. 5,4 Μη είπης, ήμαρτον, και τι μοί εγένετο; Ο γάρ Κύριος εστι μακρόθυμος.
Σειρ. 5,5 Περί εξιλασμού μη άφοβος γίνου, προσθείναι αμαρτίαν εφ ‘ αμαρτίαις·
Σειρ. 5,6 και μη είπης· ο οικτιρμός αυτού πολύς, το πλήθος των αμαρτιών μου εξιλάσεται· έλεος γαρ και ὁργή παρ‘ αυτού, και επί αμαρτωλούς καταπαύσει ο θυμός αυτού.
Σειρ. 5,7 Μὴ ἀνάμενε επιστρέψαι προς Κύριον και μη υπερβάλλου ημέραν εξ ημέρας· εξάπινα γαρ εξελεύσεται οργή Κυρίου, και εν καιρω εκδικήσεως εξολή.
Σειρ.21,1 Τέκνον, ἥμαρτες, μη προσθής μηκέτι και περί των προτέρων σου δεήθητι.
ΠΕΡΙ ΑΝΑΓΝΩΣΕΩΣ ΤΩΝ ΓΡΑΦΩΝ
Αποκ-1,3 Μακάριος ο αναγινώσκων και οι ακούοντες τους λόγους της προφητείας και τηρούντες τα εν αυτή γεγραμένα, ο γάρ καιρός εγγύς.
Αποκ-22,7 Και ιδού έρχομαι ταχύ. Μακάριος ο τηρών τους λόγους της προφητείας του βιβλίου τούτου.
Α Θεσ-5,19 Το πνεύμα μη σβέννυτε, προφητείας μη εξουθενείτε. Πάντα δε δοκιμάζετε το καλόν κατέχετε . από παντός είδους πονηρού απέχεσθε.
Β Πετρ-1,20 Τούτο πρώτον γινώσκοντες, ότι πάσα προφητεία γραφής ιδίας επιλύσεως ού γίνεται.
Β Τιμ-3,15 Και ότι από βρέφους τα ιερά γράμματα οίδας, τα δυνάμενα σε σοφίσαι είς σωτηρίαν δια πίστεως της εν Χριστώ Ιησού.
Β Τιμ-3,16 Πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, πρὸς ἔλεγχον, πρὸς ἐπανόρθωσιν, πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ.
Ιωαν-5,39 Ερευνάτε τάς γραφάς ότι υμείς δοκείτε εν αυταίς ζωήν αιώνιον έχειν, και εκείναι είσιν αι μαρτυρούσαι περί εμού.
Λουκ-24,45 Τότε διήνοιξεν αυτών τον νούν του σινιέναι τας γραφάς
Ματθ-22,29 Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ.
Πραξ-8,30 Προσδραμών δε ο Φίλιππος ήκουσεν αυτού αναγινώσκοντος τον Προφήτην Ησαϊαν, και είπεν· ἄρα γε γινώσκεις ἂ αναγινώσκεις;
Ρωμ-15,4 Ὅσα γὰρ προεγράφη, εἰς τὴν ἡμετέραν διδασκαλίαν προεγράφη, ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν γραφῶν τὴν ἐλπίδα ἔχωμεν.
Σειρ-32,15 Ο ζητών νόμον εμπλησθήσεται αυτού, και ο υποκρινόμενος σκανδαλισθήσεται εν αυτώ.
Ψαλμ-11,7 Τά λόγια Κυρίου λόγια αγνά, αργύριον πεπυρωμένον δοκίμιον τη γή, κεκαθαρισμένον επταπλασίως.
Ψαλμ-118,2 Μακάριοι οί εξερευνώντες τα μαρτύρια αυτού εν όλη καρδία εκζητήσουσιν αυτόν.
Ψαλμ-118,24 Και γάρ τα μαρτυριά σου μελέτη μου έστι, και αι συμβουλίαι μου τα δικαιώματά σου.
Ψαλμ-118,79 Επιστρεψάτωσάν με οι φοβούμενοί σε και οι γινώσκοντες τα μαρτύρια σου.
Ψαλμ-118,92 Ει μη ότι ο νόμος σου μελέτη μου έστι, τότε αν απωλόμην εν τη ταπεινώσει μου.
Ψαλμ-118,97 Ως ηγάπησα τον νόμον σου, Κύριε όλην την ημέραν μελέτη μου έστιν.
Ψαλμ-118,99 Υπέρ πάντας τους διδασκοντάς με συνήκα, ότι τα μαρτυριά σου μελέτη μου έστιν.
Ψαλμ-118,129 Θαυμαστά τα μαρτυριά σου δια τούτο εξηρεύνησεν αυτά η ψυχή μου.
Ψαλμ-118,143 θλίψεις και ανάγκαι εύροσαν με. αί εντολές σου μελέτη μου.
Ψαλμ-118,152 Κατ' αρχάς έγνων εκ των μαρτυρίων σου, ότι εις των αιώνα εθεμελίωσας αυτά.
ΠΕΡΙ ΑΝΑΘΕΜΑΤΩΝ
Α Κορ-16,22 Εί τις ού φιλεί τον Κύριον Ιησούν Χριστόν, ήτω ανάθεμα.
Δευτ. 7,26.- «Οὐκ εἰσοίσεις βδέλυγμα εἰς τὸν οἶκόν σου, καὶ ἔσῃ ἀνάθεμα ὥσπερ τοῦτο. Προσοχθίσματι προσοχθιεῖς, καὶ βδελύγματι βδελύξῃ, ὅτι ἀνάθεμά ἐστιν». «Οὐχ εὑρεθήσεται ἐν τῇ χειρί σου οὐδὲν ἀπὸ τοῦ ἀναθέματος».
Ἰη. Ναυῆ 7,12-25.- «Εἶπε Κύριος πρὸς Ἰησοῦν· Οὐ δύνανται υἱοὶ Ἰσραὴλ ὑποστῆναι κατὰ πρόσωπον τῶν ἐχθρῶν αὐτῶν, ὅτι ἐγενήθησαν ἀνάθεμα. Οὐ προσθήσω ἔτι μεθ’ ὑμῶν εἶναι, ἐὰν μὴ ἐξάρητε τὸ ἀνάθεμα ἐξ ὑμῶν αὐτῶν».
Γαλ-1,8 Αλλά και εάν ημείς ή άγγελος εξ ουρανού ευαγγελίζεται υμίν παρ' ό ευαγγελισάμεθα υμίν, ανάθεμα έστω.
Γαλ-1,9 ως προειρήκαμεν, και άρτι πάλιν λέγω : ει τις υμάς ευαγγελίζεται παρ' ό παραλάβατε, ανάθεμα έστω.
Μάρκ-14,71 Ο δε ήρξατο αναθεματίζειν και ομνύναι ότι ούκ οίδα τον άνθρωπον τούτον όν λέγετε.
Πραξ-23,14 Οίτινες προσέλθοντες τοίς αρχιερεύσι και τοίς πρεσβυτέροις είπον . αναθέματι αναθεματίσαμεν εαυτούς μηδενός γεύσασθαι εώς ού αποκτείνωμεν τον Παύλον.
Ρωμ-9,3 Ηυχόμην γάρ αυτός εγώ ανάθεμα είναι από του Χριστού υπέρ των αδελφών μου, των συγγενών μου κατά σάρκα.
ΠΕΡΙ ΑΝΑΣΤΑΣΕΩΣ
Α Κορ. 15,12 Εἰ δὲ Χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσί τινες ἐν ὑμῖν ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν;
Α Κορ. 15,13-14 Εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν, οὐδὲ Χριστὸς ἐγήγερται· Εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, κενὸν ἄρα τὸ κήρυγμα ἡμῶν, κενὴ δὲ καὶ ἡ πίστις ὑμῶν.
Α Κορ. 15,16-18 Εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται. εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, ματαία ἡ πίστις ὑμῶν· ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν. ἄρα καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ ἀπώλοντο. εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐσμὲν ἐν Χριστῷ μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν.
Α Κορ. 15,20-21 Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο. ἐπειδὴ γὰρ δι᾿ ἀνθρώπου ὁ θάνατος, καὶ δι᾿ ἀνθρώπου ἀνάστασις νεκρῶν.
Α Κορ.15,32 Εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν Ἐφέσῳ, τί μοι τὸ ὄφελος; εἰ νεκροὶ οὐκ ἐγείρονται, φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκομεν.
Α Κορ-15,42-43 Ούτω και η ανάστασις των νεκρών, σπείρεται εν φθορά, εγείρεται εν αφθαρσία . σπείρεται εν ατιμία, εγείρεται εν δόξη . σπείρεται εν ασθενεία, εγείρεται εν δυνάμει .
Α Κορ-15,51-52 Ιδού μυστήριον υμίν λέγω . πάντες μέν ού κοιμηθησόμεθα, πάντες δέ αλλαγησόμεθα εν ατόμω, εν ριπή οφθαλμού, εν τη εσχάτη σάλπιγγι· σαλπίσει γάρ, και οι νεκροί εγερθήσονται άφθαρτοι, και ημείς αλλαγησόμεθα.
Αποκ. 20,5 Καὶ οἱ λοιποὶ τῶν νεκρῶν οὐκ ἔζησαν ἕως τελεσθῇ τὰ χίλια ἔτη. αὕτη ἡ ἀνάστασις ἡ πρώτη.
Αποκ. 20,6 Μακάριος καὶ ἅγιος ὁ ἔχων μέρος ἐν τῇ ἀναστάσει τῇ πρώτῃ· ἐπὶ τούτων ὁ δεύτερος θάνατος οὐκ ἔχει ἐξουσίαν, ἀλλ᾿ ἔσονται ἱερεῖς τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ, καὶ βασιλεύσουσι μετ᾿ αὐτοῦ χίλια ἔτη.
Β Κορ-4,14 Ειδότες ότι ο εγείρας τον Κύριον Ιησούν και ημάς διά Ιησού εγερεί και παραστήσει σύν υμίν.
Ιωαν-5,21 Ώσπερ γάρ ο πατήρ εγείρει τους νεκρούς και ζωοποιεί, ούτω και ο υιός ούς θέλει ζωοποιεί.
Ιωαν-5,25 Αμήν αμήν λέγω υμίν ότι έρχεται ώρα, και νύν εστιν, ότε οι νεκροί ακούσονται της φωνής του υιού του Θεού, και οι ακούσαντες ζήσονται.
Ἰωάν-5,29 καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως.
Ιωαν-6,39 Τούτο δε εστι το θέλημα του πέμψαντός με πατρός, ίνα πάν ό δέδωκέ μοι μη απολέσω εξ αυτού, αλλά αναστήσω αυτό εν τη εσχάτη ημέρα.
Ιωαν-6,40 Τούτο δε εστι το θέλημα του πέμψαντός με, ίνα πάς ο θεωρών τον υιόν και πιστεύων είς αυτόν έχη ζωήν αιώνιον, και αναστήσω αυτόν εγώ εν τη εσχάτη ημέρα.
Ιωαν-6,44 Ουδείς δύναται ελθείν προς με, εάν μη ο πατήρ ο πέμψας με ελκύσει αυτόν, και εγώ αναστήσω αυτόν τη εσχάτη ημέρα.
Ιωάν. 11,23-24 λέγει αὐτῇ ὁ Ἰησοῦς· ἀναστήσεται ὁ ἀδελφός σου. λέγει αὐτῷ Μάρθα· οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.
Ιωάν. 11,25-26 εἶπεν αὐτῇ ὁ Ἰησοῦς· ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή. ὁ πιστεύων εἰς ἐμέ, κἂν ἀποθάνῃ, ζήσεται· καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα. πιστεύεις τοῦτο;
Λουκ. 2,34 καὶ εὐλόγησεν αὐτοὺς Συμεὼν καὶ εἶπε πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ· ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον.
Λουκ. 14,13-14 ἀλλ᾿ ὅταν ποιῇς δοχήν, κάλει πτωχούς, ἀναπήρους, χωλούς, τυφλούς, καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταπο-δοῦναί σοι· ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων.
Λουκ-20,34-36 ...είπεν αυτοίς ο Ιησούς· οι υιοί του αιώνος τούτου γαμούσι και εκγαμίζονται· οι δε καταξιωθέντες του αιώνος εκείνου τυχείν και της αναστάσεως της εκ νεκρών ούτε γαμούσιν ούτε γαμίζονται, ούτε γάρ αποθανείν έτι δύνανται· ισάγγελοι γάρ εισι και υιοί εισι του Θεού, της αναστάσεως υιοί όντες.
Ματθ. 22,31-32 περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ Θεοῦ λέγοντος, ἐγώ εἰμι Θεὸς Ἀβραὰμ καὶ Θεὸς Ἰσαὰκ καὶ Θεὸς Ἰακώβ; οὐκ ἔστιν Θεὸς Θεὸς νεκρῶν, ἀλλὰ ζώντων.
Πραξ. 2,30-32 προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ Θεὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ τὸ κατὰ σάρκα ἀνα-στήσειν τὸν Χριστὸν καθίσαι ἐπὶ τοῦ θρόνου αὐτοῦ, προϊδὼν ἐλάλησε περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ ὅτι οὐ κατελείφθη ψυχὴ αὐτοῦ εἰς ᾅδου οὐδὲ σὰρξ αὐτοῦ εἶδε διαφθοράν. τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν Θεός, οὗ πάντες ἡμεῖς ἐσμεν μάρτυρες.
Ρωμ. 6,8-9 Εἰ δὲ ἀπεθάνομεν σὺν Χριστῷ, πιστεύομεν ὅτι καὶ συζήσομεν αὐτῷ, εἰδότες ὅτι Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνήσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει.
ΠΕΡΙ ΑΝΔΡΕΙΑΣ ΚΑΙ ΜΕΓΑΛΟΨΥΧΙΑΣ
Α Κορ.16,13 Γρηγορείτε, στήκετε εν τη πίστει, ανδρίζεσθε, κραταιούσθε.
Α Παραλ. 28,20 Και είπε Δαυίδ Σαλωμών τω υιω αυτού· ίσχυε και ανδρίζου και ποίει, μη φοβού μηδέ πτοηθής, ότι Κύριος ο Θεός
μου μετά σου, ου ανήσει σε και ου μη σε εγκαταλίπη έως του συντελέσαι σε πάσαν εργασίαν λειτουργίας οίκου Κυρίου.
Δευτ. 31,6 Ἀνδρίζου καὶ ἴσχυε, μὴ φοβοῦ μηδὲ δειλιάσης μηδὲ πτοηθῆς ἀπὸ προσώπου αὐτῶν, ὅτι Κύριος ὁ Θεός σου ὁ προπορευόμενος μέθ’ ὑμῶν ἐν ὑμῖν, οὔτε μὴ σὲ ἀνή, οὔτε μὴ σὲ ἐγκαταλίπη.
Ἰησ. Ναυῆ 1,6 Ἴσχυε καὶ ἀνδρίζου, συ γαρ αποδιελείς τω λαω τούτω την γην, ην ώμοσα τοις πατράσιν υμών δούναι αυτοίς.
Ματθ.10,28 Καὶ μὴ φοβηθήτε από των αποκτεννόντων το σώμα, την δε ψυχήν μη δυναμένων αποκτείναι· φοβήθητε δε μάλλον τον δυνάμενον και ψυχήν και σώμα απολέσαι εν γεέννη.
Ψαλμ. 26,1 Κύριος φωτισμός μου καὶ σωτήρ μου· τίνα φοβηθήσομαι; Κύριος υπερασπιστής της ζωής μου· από τίνος δειλιάσω;
Ψαλμ. 90,5-7 Οὐ φοβηθήση από φόβου νυκτερινού, από βέλους πετομένου ημέρας, από πράγματος εν σκότει διαπορευομένου, από συμπτώματος και δαιμονίου μεσημβρινού. πεσείται εκ του κλίτους σου χιλιάς και μυριάς εκ δεξιών σου, προς σε δε ουκ εγγιεί·
Ψαλμ. 90,11-13 Ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελείται περί σου του διαφυλάξαι σε εν πάσαις ταις οδοίς σου· επί χειρών αρούσί σε, μήποτε προσκόψης προς λίθον τον πόδα σου· ἐπὶ ασπίδα και βασιλίσκον επιβήση και καταπατήσεις λέοντα και δράκοντα.
ΠΕΡΙ ΑΝΘΡΩΠΑΡΕΣΚΙΑΣ
Α Θεσ.2,4 Ἀλλὰ καθὼς δεδοκιμάσμεθα ὑπὸ τοῦ Θεοῦ πιστευθῆναι τὸ εὐαγγέλιον, οὕτω λαλοῦμεν, οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες, ἀλλὰ τῷ Θεῷ τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν.
Α Θεσ.2,6 οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφ᾿ ὑμῶν οὔτε ἀπὸ ἄλλων, δυνάμενοι ἐν βάρει εἶναι ὡς Χριστοῦ ἀπόστολοι,
Γαλ.1,10ρτι γὰρ ἀνθρώπους πείθω ἢ τὸν Θεόν; ἢ ζητῶ ἀνθρώποις ἀρέσκειν; εἰ γὰρ ἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην.
Ιωάν.5,44 πῶς δύνασθε ὑμεῖς πιστεῦσαι, δόξαν παρὰ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητεῖτε;
Ἰωάν. 7,18 ὁ ἀφ᾿ ἑαυτοῦ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ, ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτόν, οὗτος ἀληθής ἐστι, καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν.
Ἰωάν. 12,43 Ἡγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μάλλον ὑπὲρ τὴν δόξαν τοῦ Θεοῦ.
Ματθ. 6,2 Ὅταν οὖν ποιῇς ἐλεημοσύνην, μὴ σαλπίσῃς ἔμπροσθέν σου, ὥσπερ οἱ ὑποκριταὶ ποιοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς ῥύμαις, ὅπως δοξασθῶσιν ὑπὸ τῶν ἀνθρώπων· ἀμὴν λέγω ὑμῖν, ἀπέχουσι τὸν μισθὸν αὐτῶν.
Ρωμ-15,1 Ὀφείλομεν δὲ ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν, καὶ μὴ ἑαυτοῖς ἀρέσκειν.
Ρωμ. 15,2 ἕκαστος ἡμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν·
Ρωμ-15,3 Καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν, ἀλλὰ καθὼς γέγραπται, οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ᾿ ἐμέ.
Σειρ. 37,20 Ἔστι σοφιζόμενος εν λόγοις μισητός, ούτος πάσης τροφής καθυστερήσει·
Ψαλμ. 52,6 Ὁ Θεὸς διεσπόρπισεν ὁστά ἀνθρωπαρέσκων·
ΠΕΡΙ ΑΝΘΡΩΠΟΥ
Γεν-1,26 Και είπεν ο Θεός, ποιήσομεν άνθρωπον κατ' εικόνα ημετέραν και καθ' ομοίωσιν,
Γεν-1,26 και αρχέτωσαν των ιχθύων της θαλάσσης και των πετεινών του ουρανού και των κτηνών και πάσης της γής και πάντων των ερπετών των ερπόντων επί της γής.
Γεν-1,27 Και εποίησεν ο Θεός τον άνθρωπον, κατ' εικόνα Θεού εποίησεν αυτόν, άρσεν και θήλυ εποίησεν αυτούς.
Γεν-1,28 Και ευλόγησεν αυτούς ο Θεός, λέγων, αυξάνεσθε και πληθύνεσθε και πληρώσατε την γήν και κατακυριεύσατε αυτής
Γέν-1,28 και άρχετε των ιχθύων της θαλάσσης και των πετεινών του ουρανού και πάντων των κτηνών και πάσης της γής και πάντων των ερπετών των ερπόντων επί της γής.
Γεν-2,7 Και έπλασεν ο Θεός τον άνθρωπον, χούν από της γής και ενεφύσησεν είς το πρόσωπον αυτού πνοήν ζωής, και εγένετο ο άνθρωπος εις ψυχήν ζώσαν.
Γεν-2,21 Και επέβαλεν ο Θεός έκστασιν επι τον Αδάμ και ύπνωσε και έλαβε μίαν των πλευρών αυτού και αναπλήρωσε σάρκα αντ' αυτής
Γεν-2,22 Και οικοδόμησεν ο Θεός την πλευράν ήν έλαβεν από του Αδάμ, είς γυναίκα και ήγαγε αυτήν προς τον Αδάμ.
Γεν-2,23-24 Και είπεν Αδάμ, τούτο νύν οστούν εκ των οστέων μου και σάρξ εκ της σαρκός μου, αυτή κληθήσεται γυνή, ότι εκ του ανδρός αυτής ελήφθη αυτή. Ενεκεν τούτου καταλείψει άνθρωπος τον πατέρα αυτού και την μητέρα και κολληθήσεται τη γυναικί αυτού, και έσονται οι δύο εις σαρκα μίαν
Γέν-2,25 Και ήσαν οι δύο γυμνοί, ό τε Αδάμ και η γυνή αυτού, και ούκ ησχύνοντο.
Γέν. 3,22. Καὶ εἶπεν ὁ Θεός· Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν, τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν·
Ἰὼβ 10,8-9.- «Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασεν· δέρμα καὶ κρέας ἐνέδυσας, ὀστέοις δὲ καὶ νεύροις με ἐνεῖρας. Μνήσθητι ὅτι πηλὸν με ἔπλασας, εἰς δὲ γῆν με πάλιν ἀποστρέφεις».
Σειρ-32,10 Και άνθρωποι πάντες από εδάφους, και εκ γής εκτίσθη Αδάμ.
Σοφ. Σολ. 2,23.- «Ὁ Θεὸς ἔκτισε τὸν ἄνθρωπον ἐπὶ ἀφθαρσίᾳ, καὶ κατ’ εἰκόνα τῆς ἰδίας ἀϊδιότητος ἐποίησεν αὐτόν».
Σοφ. Σολ. 9,1-2.- «Ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου καὶ τῇ σοφίᾳ σου κατασκευάσας ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, καὶ ἐν εὐθύτητι κρίσιν κρίνῃ».
Σοφ. Σειρ. 17,1ε. «Κύριος ἔκτισε ἐκ γῆς ἄνθρωπον· ἡμέρας ἀριθμοὺς καὶ καιρὸν ἔδωκεν αὐτῷ, καὶ ἔδωκεν αὐτῷ ἐξουσίαν ἐπ’ αὐτῆς. Κατ’ εἰκόνα αὐτοῦ ἐποίησεν αὐτόν, καὶ ἔθηκε τὸν φόβον αὐτοῦ ἐπὶ πάσης σαρκός, κατακυριεύειν θηρίων καὶ ἑρπετῶν.
διαβούλιον καὶ δόξαν καὶ ὀφθαλμοὺς καὶ ἐπιστήμην συνέσεως ἐνέπλησεν αὐτόν, καὶ ἀγαθὰ καὶ κακὰ ὑπέδειξεν αὐτῷ».
Ψαλμ-102,14 Ότι αυτός έγνω το πλάσμα ημών, εμνήσθη ότι χούς έσμεν.
Ψαλμ-102,15 Άνθρωπος ωσεί χόρτος αι ημέραι αυτού ωσεί άνθος του αγρού, ούτως εξανθήσει
ΠΕΡΙ ΑΝΤΑΠΟΔΩΣΕΩΣ ΚΑΤΑ ΤΩΝ ΕΡΓΩΝ ΜΑΣ
Ἀποκ. 22,11-12 Ὁ ἀδικῶν ἀδικησάτω ἔτι, καὶ ὁ ῥυπαρὸς ῥυπαρευθήτω ἔτι, καὶ ὁ δίκαιος δικαιοσύνην ποιησάτω ἔτι, καὶ ὁ ἅγιος ἁγιασθήτω ἔτι. Ἰδοὺ ἔρχομαι ταχύ, καὶ ὁ μισθός μου μετ᾿ ἐμοῦ, ἀποδοῦναι ἑκάστῳ ὡς τὸ ἔργον ἔσται αὐτοῦ.
Γαλ.6,7 Μη πλανάσθε, Θεός ου μυκτηρίζεται· ό γαρ εάν σπείρη άνθρωπος, τούτο και θερίσει· ότι ο σπείρων εις την σάρκα εαυτού εκ της σαρκός θερίσει φθοράν, ο δε σπείρων εις το πνεύμα εκ του πνεύματος θερίσει ζωήν αιώνιον.
Ἐφεσ.6,7-8 μετ' ευνοίας δουλεύοντες ως τω Κυρίω και ουκ ανθρώποις, ειδότες ότι ό εάν τι έκαστος ποιήση αγαθόν, τούτο κομιείται παρά του Κυρίου, είτε δούλος είτε ελεύθερος.
Ἰερεμ. 17,10 Ἐγὼ Κύριος ετάζων καρδίας και δοκιμάζων νεφρούς του δούναι εκάστω κατά τας οδούς αυτού και κατά τους καρπούς των επιτηδευμάτων αυτού.
Ἰώβ 4,8 Καθ΄ ὂν τρόπον είδον τους αροτριώντας τα άτοπα, οι δε σπείροντες αυτά οδύνας θεριούσιν εαυτοίς.
Λουκ. 6,37-38 Και μη κρίνετε, και ου μη κριθήτε· μη καταδικάζετε, και ου μη καταδικασθήτε· απολύετε, και απολυθήσεσθε· δίδοτε, και δοθήσεται υμίν· μέτρον καλόν, πεπιεσμένον και σεσαλευμένον και υπερεκχυνόμενον δώσουσιν εις τον κόλπον υμών· τω γαρ αυτω μέτρω ω μετρείτε, αντιμετρηθήσεται υμίν.
Ὀβδίου 1,15 Διότι εγγύς ημέρα Κυρίου επί πάντα τα έθνη· ὃν τρόπον εποίησας, ούτως έσται σοι· το ανταπόδομά σου ανταποδοθήσεται εις κεφαλήν σου.
Παρ,12,14  Ἀπὸ καρπών στόματος ψυχή ανδρός πλησθήσεται αγαθών, ανταπόδομα δε χειλέων αυτού δοθήσεται αυτω.
Παρ. 21,8 Πρὸς τοὺς σκολιοὺς σκολιὰς ὁδοὺς ἀποστέλλει ὁ Θεός, ἁγνὰ γὰρ καὶ ὀρθὰ τὰ ἔργα αὐτοῦ.
Παρ. 22,8 Ὁ σπείρων φαῦλα θερίσει κακά, πληγὴν δὲ ἔργων αὐτοῦ συντελέσει.
Παρ.24,12 Γίνωσκε ότι Κύριος καρδίας πάντων γινώσκει, και ο πλάσας πνοήν πάσιν, αυτός οίδε πάντα, ος αποδίδωσιν εκάστω κατά τα έργα αυτού.
Σειρ.16,14 Πάση ελεημοσύνη ποιήσει τόπον, έκαστος κατά τα έργα αυτού ευρήσει.
Σειρ. 27,25 Ὁ βάλλων λίθον εις ύψος επί κεφαλήν αυτού βάλλει, και πληγή δολία διελεί τραύματα.
Σειρ. 27,26 Ὁ ορύσσων βόθρον εις αυτόν εμπεσείται, και ο ιστών παγίδα εν αυτη αλώσεται.
Σειρ. 27,27 Ὁ ποιών πονηρά εις αυτόν κυλισθήσεται, και ου μη επιγνὼ πόθεν ήκει αυτω.
Σοφ. Σολομ. 11,16  Ἵνα γνώσιν ότι δι’ ὧν τις αμαρτάνει, δια τούτων κολάζεται.
Ψαλμ. 17,21 Καὶ ἀνταποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἀνταποδώσει μοι,
Ψαλμ. 27,4 Δὸς αὐτοῖς, Κύριε, κατὰ τὰ ἔργα αὐτῶν καὶ κατὰ τὴν πονηρίαν τῶν ἐπιτηδευμάτων αὐτῶν· κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτῶν δὸς αὐτοῖς, ἀπόδος τὸ ἀνταπόδομα αὐτῶν αὐτοῖς.
ΠΕΡΙ ΑΝΤΙΛΟΓΙΑΣ, ΙΣΧΥΡΟΓΝΩΜΟΣΥΝΗΣ ΚΑΙ ΑΠΕΙΘΕΙΑΣ
Α Πετρ. 2,7-8 ὑμῖν οὖν ἡ τιμὴ τοῖς πιστεύουσιν, ἀπειθοῦσι δὲ λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας καὶ λίθος προσκόμματος καὶ πέτρα σκανδάλου. οἳ προσκόπτουσι τῷ λόγῳ ἀπειθοῦντες, εἰς ὃ καὶ ἐτέθησαν.
Α Πετρ. 3,1-2 Ὁμοίως αἱ γυναῖκες ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ἵνα καὶ εἴ τινες ἀπειθοῦσι τῷ λόγῳ, διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσονται, ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν.
Α Πε. 4,17-18 ὅτι ὁ καιρὸς τοῦ ἄρξασθαι τὸ κρῖμα ἀπὸ τοῦ οἴκου τοῦ Θεοῦ· εἰ δὲ πρῶτον ἀφ᾿ ἡμῶν, τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ Θεοῦ εὐαγγελίῳ; καὶ εἰ ὁ δίκαιος μόλις σῴζεται ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται;
Γαλ-3,1 Ω ανόητοι Γαλάται, τις ημάς εβάσκανε τη αληθεία μη πείθεσθαι, οίς κατ' οφθαλμούς Ιησούς Χριστός προεγράφη εν ημίν εσταυρωμένος;
Εβρ. 4,11 Σπουδάσωμεν οὖν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν, ἵνα μὴ ἐν τῷ αὐτῷ τις ὑποδείγματι πέσῃ τῆς ἀπειθείας.
Εφ. 5,6 Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις· διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.
Λουκ. 2,34 καὶ εὐλόγησεν αὐτοὺς Συμεὼν καὶ εἶπε πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ· ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον.
Ματθ-10,14 Και ός εάν μη δέξηται υμάς μηδέ ακούση τους λόγους υμών, εξερχόμενοι έξω της οικίας ή της πόλεως εκείνης εκτινάξατε τον κονιορτόν των ποδών υμών.
Ματθ-10,15 Αμήν λέγω υμίν, ανεκτότερον έσται γή Σοδόμων και Γομόρρας εν ημέρα κρίσεως ή τη πόλει εκείνη.
Παρ-13,15 Σύνεσις αγαθή δίδωσι χάρι, το δε γνώναι νόμον διάνοιας εστι αγαθής, οδοί καταφρονούντων εν απωλεία,
Παρ,15,10 Παιδεία ακάκου γνωρίζεται υπό των παριόντων, οι δε μισούντες ελέγχους τελευτώσιν αισχρώς.
Παρ-15,12 Ουκ αγαπήσει απαίδευτος τους ελέγχοντας αυτόν, μετά δε σοφών ουχ ομιλήσει.
Παρ-17,11 Αντιλογίας εγείρει πας κακός, ο δε Κύριος άγγελον ανελεήμονα εκπέψει αυτώ.
Παρ-17,16α ο δε σκολιάζων του μάθειν εμπεσείται εις κακά.
Παρ-18,13 Ος αποκρίνεται λόγον πρίν ακούσαι, αφροσύνη αυτώ εστι και όνειδος.
Παρ-18,18 Αντιλογίας παύει σιγηρός, εν δε δυναστείαις ορίζει.
Παρ-21,8 Προς τους σκολιούς σκολίας αποστέλλει ο Θεός, αγνά γάρ και ορθά τα έργα αυτού.
Παρ-28,13 Ο επικαλύπτων ασέβειαν εαυτού ούκ ευοδωθήσεται, ο δε εξηγούμενος ελέγχους αγαπηθήσεται.
Πραξ. 13,45 Ἰδόντες δὲ οἱ Ἰουδαῖοι τοὺς ὄχλους ἐπλήσθησαν ζήλου καὶ ἀντέλεγον τοῖς ὑπὸ τοῦ Παύλου λεγομένοις ἀντιλέγοντες καὶ βλασφημοῦντες.
Πραξ. 28,22 ἀξιοῦμεν δὲ παρὰ σοῦ ἀκοῦσαι ἃ φρονεῖς· περὶ μὲν γὰρ τῆς αἱρέσεως ταύτης γνωστόν ἐστιν ἡμῖν ὅτι πανταχοῦ ἀντιλέγεται.
Ρωμ. 2,5 Κατά δε την σκληρότητα σου και αμετανόητον καρδία θησαυρίζεις σεαυτώ οργήν εν ημέρα οργής και αποκαλύψεως και δικαιοκρισίας του Θεού
Ρωμ. 2,8-9 Τοις δε εξ εριθείας, και απειθούσι μέν τη αληθεία, πειθομένοις δε τη αδικία, θυμός και οργή.Θλίψις και στενοχώρια επι πάσαν ψυχήν ανθρώπου του κατεργαζομένου το κακόν
Ρωμ. 10,21 πρὸς δὲ τὸν Ἰσραὴλ λέγει· ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.
Ρωμ.11,30-32 Ὥσπερ γὰρ καὶ ὑμεῖς ποτε ἠπειθήσατε τῷ Θεῷ, νῦν δὲ ἠλεήθητε τῇ τούτων ἀπειθείᾳ, οὕτω καὶ οὗτοι νῦν ἠπείθησαν, τῷ ὑμετέρῳ ἐλέει ἵνα καὶ αὐτοὶ ἐλεηθῶσι· συνέκλεισε γὰρ ὁ Θεὸς τοὺς πάντας εἰς ἀπείθειαν, ἵνα τοὺς πάντας ἐλεήσῃ.
Σειρ-4,25 Μη αντίλεγε τη αληθεία και περί της απαιδευσίας σου εντράπηθι
Σειρ-4,26 Μη αισχυνθής ομολογήσαι εφ' αμαρτίαις σου και μη βιάζου ρούν ποταμού.
Σειρ-11,8 Πρίν ή ακούσαι, μη αποκρίνου και εν μέσω λόγων μη παρεμβάλλου.
Τιτ. 2,9-10 Δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι, ἐν πᾶσιν εὐαρέστους εἶναι, μὴ ἀντιλέγοντας, μὴ νοσφιζομένους, ἀλλὰ πίστιν πᾶσαν ἐνδεικνυμένους ἀγαθήν, ἵνα τὴν διδασκαλίαν τοῦ σωτῆρος ἡμῶν Θεοῦ κοσμῶσιν ἐν πᾶσιν.
ΠΕΡΙ ΑΠΙΣΤΙΑΣ ΚΑΙ ΑΠΙΣΤΩΝ
Α Κορ. 7,12 Τοῖς δὲ λοιποῖς ἐγὼ λέγω, οὐχ ὁ Κύριος· εἴ τις ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον, καὶ αὐτὴ συνευδοκεῖ οἰκεῖν μετ᾿ αὐτοῦ, μὴ ἀφιέτω αὐτήν·
Α Κορ. 7,13 καὶ γυνὴ εἴ τις ἔχει ἄνδρα ἄπιστον, καὶ αὐτὸς συνευδοκεῖ οἰκεῖν μετ᾿ αὐτῆς, μὴ ἀφιέτω αὐτόν.
Α Κορ. 7,14 ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικί, καὶ ἡγίασται ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷ ἀνδρί· ἐπεὶ ἄρα τὰ τέκνα ὑμῶν ἀκάθαρτά ἐστι, νῦν δὲ ἅγιά ἐστιν.
Α Κορ. 7,15-16 Εἰ δὲ ὁ ἄπιστος χωρίζεται, χωριζέσθω. οὐ δεδούλωται ὁ ἀδελφὸς ἢ ἡ ἀδελφὴ ἐν τοῖς τοιούτοις. ἐν δὲ εἰρήνῃ κέκληκεν ἡμᾶς ὁ Θεός. Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; ἢ τί οἶδας, ἄνερ, εἰ τὴν γυναῖκα σώσεις;
Α Κορ. 10,27 Εἰ δέ τις καλεῖ ὑμᾶς τῶν ἀπίστων καὶ θέλετε πορεύεσθαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν.
Α Κορ. 14,22 ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν οὐ τοῖς πιστεύουσιν, ἀλλὰ τοῖς ἀπίστοις, ἡ δὲ προφητεία οὐ τοῖς ἀπίστοις, ἀλλὰ τοῖς πιστεύουσιν.
Αποκ. 21,8 Τοῖς δὲ δειλοῖς καὶ ἀπίστοις καὶ ἐβδελυγμένοις καὶ φονεῦσι καὶ πόρνοις καὶ φαρμακοῖς καὶ εἰδωλολάτραις καὶ πᾶσι τοῖς ψευδέσι τὸ μέρος αὐτῶν ἐν τῇ λίμνῃ τῇ καιομένῃ ἐν πυρὶ καὶ θείῳ, ὅ ἐστιν ὁ θάνατος ὁ δεύτερος.
Α Τιμ. 1,13 Τὸν πρότερον ὄντα βλάσφημον καὶ διώκτην καί ὑβριστήν· ἀλλ᾿ ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ,
Α Τιμ. 5,8 Εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων.
Β Κορ. 6,14-15 Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις· τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; τίς δὲ κοινωνία φωτὶ πρὸς σκότος;
τίς δὲ συμφώνησις Χριστῷ πρὸς Βελίαλ; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου;
Εβρ. 3,12 Βλέπετε, ἀδελφοί, μή ποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος,
Ιωάν. 20,27 εἶτα λέγει τῷ Θωμᾷ· φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός.
Μαρκ. 9,23-24 Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι. καὶ εὐθέως κράξας ὁ πατὴρ τοῦ παιδίου μετὰ δακρύων ἔλεγε· πιστεύω, κύριε· βοήθει μου τῇ ἀπιστίᾳ.
Ματθ. 13,58 Καὶ οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις πολλὰς διὰ τὴν ἀπιστίαν αὐτῶν.
Ματθ. 17,19-20 Τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατ᾿ ἰδίαν εἶπον· διατί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· διὰ τὴν ἀπιστίαν ὑμῶν. ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ μετάβηθι ἐντεῦθεν ἐκεῖ, καὶ μεταβήσεται, καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν.
Μαρκ. 16,14-16 Ὕστερον ἀνακειμένοις αὐτοῖς τοῖς ἕνδεκα ἐφανερώθη, καὶ ὠνείδισε τὴν ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν, ὅτι τοῖς θεασαμένοις αὐτὸν ἐγηγερμένον οὐκ ἐπίστευσαν. καὶ εἶπεν αὐτοῖς. πορευθέντες εἰς τὸν κόσμον ἅπαντα κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει. Ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται, ὁ δὲ ἀπιστήσας κατακριθήσεται.
Ρωμ. 3,3 Τί γὰρ εἰ ἠπίστησάν τινες; μὴ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ Θεοῦ καταργήσει;
Ρωμ. 4,20 Εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ ( Ἀβραάμ) οὐ διεκρίθη τῇ ἀπιστίᾳ, ἀλλ᾿ ἐνεδυναμώθη τῇ πίστει, δοὺς δόξαν τῷ Θεῷ
Τίτον.1,15 Πάντα μὲν καθαρὰ τοῖς καθαροῖς· τοῖς δὲ μεμιαμμένοις καὶ ἀπίστοις οὐδὲν καθαρόν, ἀλλὰ μεμίανται αὐτῶν καὶ ὁ νοῦς καὶ ἡ συνείδησις.
ΠΕΡΙ ΑΠΛΗΣΤΙΑΣ
Ἐκκλ. 1,8.- «Οὐκ ἐμπλησθήσεται ὀφθαλμὸς τοῦ ὁρᾷν, καὶ οὐ πληρωθήσεται οὖς ἀπὸ ἀκροάσεως».
Παρ-24-Μασ. Ἄδης καὶ ἔρως γυναικὸς καὶ γῆ οὐκ ἐμπιπλαμένη ὔδατος καὶ ὔδωρ καὶ πὺρ οὐ μὴ εἴπωσιν· ἀρκεῖ.   (Μασ-30,16)
Παρ-27,20 Ἄδης καὶ ἀπώλεια οὐκ ἐμπίμπλανται, ὠσαύτως καὶ οἱ ὀφθαλμοὶ τῶν ἀνθρώπων ἄπληστοι.
Σειρ-37,31 Δι' απληστίαν πολλοί ετελεύτησαν, ο δε προσέχων προσθήσει ζωήν
Ψαλμ-100,5 Υπερηφάνω οφθαλμώ και απλήστω καρδία, τούτω ου συνήσθιον.
ΠΕΡΙ ΑΠΛΟΤΗΤΟΣ ΚΑΙ ΑΠΛΩΝ
Α Μακ. 2,60 Δανιὴλ ἐν τῇ ἁπλότητι αὐτοῦ ἐῤῥύσθη ἐκ στόματος λεόντων.
Β Κορ. 1,12 Ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστί, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν, ὅτι ἐν ἁπλότητι καὶ εἰλικρινείᾳ Θεοῦ, οὐκ ἐν σοφίᾳ σαρκικῇ, ἀλλ᾿ ἐν χάριτι Θεοῦ ἀνεστράφημεν ἐν τῷ κόσμῳ, περισσοτέρως δὲ πρὸς ὑμᾶς.
Β Κορ. 8,1-2 Γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὴν χάριν τοῦ Θεοῦ τὴν δεδομένην ἐν ταῖς ἐκκλησίαις τῆς Μακεδονίας, ὅτι ἐν πολλῇ δοκιμῇ θλίψεως ἡ περισσεία τῆς χαρᾶς αὐτῶν καὶ ἡ κατὰ βάθος πτωχεία αὐτῶν ἐπερίσσευσεν εἰς τὸν πλοῦτον τῆς ἁπλότητος αὐτῶν·
Β Κορ. 9,11 Ἐν παντὶ πλουτιζόμενοι εἰς πᾶσαν ἁπλότητα, ἥτις κατεργάζεται δι᾿ ἡμῶν εὐχαριστίαν τῷ Θεῷ·
Β Κορ.11,3 Φοβοῦμαι δὲ μήπως, ὡς ὁ ὄφις Εὔαν ἐξηπάτησεν ἐν τῇ πανουργίᾳ αὐτοῦ, οὕτω φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος τῆς εἰς τὸν Χριστόν.
Εφεσ. 6,5 Οἱ δοῦλοι ὑπακούετε τοῖς κυρίοις κατὰ σάρκα μετὰ φόβου καὶ τρόμου ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν ὡς τῷ Χριστῷ,
Ματθ. 6,22 Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός· ἐὰν οὖν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, ὅλον τὸ σῶμά σου φωτεινόν ἔσται·
Παροιμ. 10,9. Ὃς πορεύεται ἁπλῶς, πορεύεται πεποιθώς, ὁ δὲ διαστρέφων τὰς ὁδοὺς αὐτοῦ, γνωσθήσεται.
Παροιμ. 11,25. Ψυχὴ εὐλογουμένη, πᾶσα ἁπλῆ, ἀνὴρ δὲ θυμώδης οὐκ εὐσχήμων.
Σοφ. Σολ. 1,1 Ἀγαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι, καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν·
Ψαλμ. 67,7.- «Ὁ Θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ».
ΠΕΡΙ ΑΠΟΛΕΣΘΕΝΤΩΝ
Β Κορ. 4,3-4 Εἰ δὲ καὶ ἔστι κεκαλυμμένον τὸ εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶ κεκαλυμμένον, ἐν οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων εἰς τὸ μὴ αὐγάσαι αὐτοῖς τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ.
Α Κορ-6,9 Ούκ οίδατε ότι άδικοι βασιλειαν Θεού ού κληρομησουσι; Μη πλανάσθε ούτε πόρνοι ούτε ειδωλολάτραι ούτε μοιχοί ούτε μαλακοί ούτε αρσενοκοίται
Α Κορ-6,10 ούτε πλεονέκται ούτε κλέπται ούτε μέθυσοι, ού λοίδοροι, ούχ άρπαγες βασιλείαν Θεού ού κληρονομήσουσι.
Αποκ-21,27 Και ου μη εισέλθη είς αυτήν πάν κοινόν και ο ποιών βδέλυγμα και ψεύδος, εί μη οι γεγραμένοι εν τω βιβλίω της ζωής του αρνίου.
Ιακ-2,10 Οστις γάρ όλον τον νόμο τηρήσει, πταίση δε εν ενί, γέγονε πάντων ένοχος.
Ιεζ-33,13 Εν τώ ειπείν με τω δίκαιω, ούτος πέποιθεν επί την δικαιοσύνη αυτού, και ποιήσει ανομίαν, πάσαι αί δικαιοσύναι αυτού ου μη αναμνησθώσιν ,έν τη αδικία αυτού, η εποίησεν έν αυτή αποθανείται.
Ιωαν-3,18 Ο πιστεύων είς αυτόν ού κρίνεται, ο δε μη πιστεύων ήδη κέκριται, ότι μη πεπίστευκεν είς το όνομα του μονογενούς υιού του Θεού.
Ιωαν-5,29 Και εκπορεύσονται οι τα αγαθα ποιήσαντες είς ανάστασιν ζωής, οι δε τα φαύλα πράξαντες είς ανάστασιν κρίσεως.
Λουκ-13,5 Ουχί, λέγω υμίν, αλλ' εάν μή μετανοήσητε, πάντες ομοίως απολείσθε.
Λουκ-12,47 Εκείνος δε ο δούλος, ο γνούς το θέλημα του κυρίου εαυτού και μη ετοιμάσας μηδέ ποιήσας προς το θέλημα αυτού, δαρήσεται πολλάς.
Λουκ-12,48 Ο δε μη γνούς, ποιήσας δε άξια πληγών, δαρήσεται ολίγας.Παντί δε ώ εδόθη πολύ, πολύ ζητηθήσεται παρ' αυτού, και ώ παρέθεντο πολύ, περισσότερον αιτήσουσιν αυτόν.
Μαρκ-16,16 Ο πιστεύσας και βαπτισθείς σωθήσεται, ο δε απιστήσας κατακριθήσεται.
Ματθ-5,20 Λεγω γάρ υμίν ότι εάν μη περισσεύση ή δικαιοσύνη υμών πλείον των γραμματέων και Φαρισαίων, ού μη εισέλθητε είς την βασιλεία των ουρανών.
Ματθ-7,13 Εισελθετε δια της στενης πύλης ότι πλατεια η πύλη και ευρύχωρος η οδος η απαγουσα εις την απωλειαν, και πολλοί εισιν οι εισερχομενοι δι' αυτης.
Ματθ-7,21 Ου πας ο λέγων μοι, Κυριε Κυριε εισελεύσεται εις την βασιλεια των ούρανων αλλ' ο ποιων το θελήμα του πατρος μου του εν ουρανοίς.
Ματθ-18,3 Αμήν λέγω υμίν, εάν μη στραφήτε και γένησθε ως τα παιδία, ου μη εισέλθετε εις την βασιλείαν των ουρανών.
Ματθ-20,16 Ούτως έσονται οι έσχατοι πρώτοι και οι πρώτοι έσχατοι πολλοί γαρ εσί κλητοί, ολίγοι δε οι εκλεκτοί.
Ρωμ-2,12 Οσοι γάρ ανόμως ήμαρτον, ανομως και απολουνται και όσοι εν νόμω ήμαρτον, δια νόμου κριθήσωνται.
Ρωμ-2,13 Ου γαρ οι ακροαταί του νόμου δικαιοι παρα τώ Θεω, αλλ' οί ποιηταί του νομου δικαιωθήσονται.
Ψαλμ-9,18 Αποστραφήτωσαν οι αμαρτωλοί είς τον άδην, πάντα τα έθνη τα επιλανθανόμενα του Θεού
Ψαλμ. 54,16 Ἐλθέτω δὴ θάνατος ἐπ᾿ αὐτούς, καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες· ὅτι πονηρία ἐν ταῖς παροικίαις αὐτῶν ἐν μέσῳ αὐτῶν.
Ψαλμ-72,27 Ὅτι ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται, ἐξωλόθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ.
ΠΕΡΙ ΑΡΓΙΩΝ ΚΑΙ ΕΟΡΤΩΝ
Εξοδ-20,8-9 Μνήσθητι την ημέρα των σαββάτων αγιάζειν αυτήν. Έξ ημέρας εργά και ποιήσεις πάντα τα έργα σου.
Εξοδ-20,10α Τη δε ημέρα τη εβδόμη σάββατα Κυρίω τω Θεώ σου . ου ποιήσεις εν αυτή πάν έργον,
Εξοδ-20,10β σύ και ο υιός σου και η θυγάτηρ σου, ο παίς σου και η παιδίσκη σου, ο βούς σου και το υποζύγιόν σου και πάν κτήνος σου και ο προσήλυτος ο παροικών εν σοί.
Εξοδ-20,11α Έν γάρ έξ ημέραις εποίησε Κύριος τον ουρανόν και την γήν και την θάλασσαν και πάντα τα εν αυτοίς
Εξοδ-20,11β και κατέπαυσε τη ημέρα τη εβδόμη . διά τούτο ευλόγησε Κύριος την ημέραν την εβδόμην και ηγίασεν αυτήν.
Λευτ-19,30 Τα σάββατά μου φυλάξεσθε και από των αγίων μου φοβηθήσεσθε . εγώ ειμι Κύριος.
Εξοδ-16,29 Ίδετε, ο γάρ Κύριος έδωκεν υμίν σάββατα την ημέραν ταύτην . διά τούτο αυτός έδωκεν υμίν τη ημέρα τη έκτη άρτους δύο ημερών . καθήσεσθε έκαστος είς τους οίκους ημών, μηδείς εκπορευέσθω εκ του τόπου αυτού τη ημέρα τη εβδόμη.
Ψαλμ. 45,11 Σχολάσατε και γνώτε ότι εγώ ειμι ο Θεός·
ΠΕΡΙ ΑΡΓΟΛΟΓΙΑΣ ΚΑΙ ΠΟΛΥΛΟΓΙΑΣ
Εξοδ-23,1 Ου παραδέξη ακοήν ματαίαν.
Εφεσ-4,29 Πας λόγος σαπρός εκ του στόματος ημών μη εκπορευέσθω, αλλ' εί τις αγαθός προς οικοδομήν της χρείας ίνα δώ χάριν τοίς ακούουσι.
Εφεσ-5,4 Και αιχρότης και μωρολογία ή ευτραπελία τα ουκ ανήκοντα
Β Τιμ-2,16 Τάς δε βεβήλους κενοφωνίας περιίστασο . επί πλείον γάρ προσκόψουσιν ασεβείας
Β Τιμ-2,23 Τας δε μωράς και απεδεύτους ζητήσεις παραιτού, ειδώς ότι γεννώσι μάχας
Κολ-4,6 Ο λόγος υμών πάντοτε εν χάρητι, άλατι ηρτυμένος, ειδέναι πώς δεί υμάς ενί εκάστω αποκρίνεσθαι.
Ματθ-12,36 Λεγω δε ημιν ότι παν ρημα αργον ό εάν λαλήσουσιν οι άνθρωποι αποδώσουσι περί αυτού λόγον εν ημέρα κρίσεως.
Ματθ-12,37 Εκ γαρ των λόγων σου δικαιωθήση και εκ των λόγων σου καταδικασθήση.
Παρ-10,19 Εκ πολυλογίας, ούκ εκφεύξη αμαρτίαν, φειδόμενος δε χειλέων νοήμων έση.
Παρ-13,3 Ος φυλάσει το εαυτού στόμα, τηρεί την εαυτού ψυχήν, ο δε προπετής χείλεσι πτοήσει εαυτόν.
Παρ-15,4 Ιασις γλώσσης δένδρον ζωής, ο δε συντηρών αυτήν πλησθήσεται πνεύματος.
Παρ-21,23 Ος φυλάσει το στόμα αυτού και την γλώσσαν, διατηρεί εκ θλίψεως την ψυχήν αυτού.
Παρ-24,8 Ματαιόν λογον και ψευδή  μακραν μου ποιησον.
Παρ-27,20α Βδέλυγμα Κυρίω … οι απαίδευτοι ακρατείς γλώσση.
Σειρ-9,18 Φοβερός εν πόλει αυτού ανήρ γλωσσώδης και ο προπέτης εν λόγω αυτού μισηθήσεται.
Σειρ-19,6 Και ο μισών λαλιάν ελαττονούται κακία. 
Σειρ-19,7 Μηδέποτε δευτερώσεις λόγον, και ουθέν σοι ου μή ελλατονωθή.
Σειρ-20,8 Ο πλεονάζων λογον, βδελυχθήσεται.
Σειρ-28,25 Και τοίς λόγοις σου ποίησον ζυγόν και σταθμόν, και τω στοματί σου ποίησον θύραν και μοχλόν.
Τίτον-3,9 Μωράς δε ζητήσεις και γενεαλογίας και έρεις και μάχας νομικάς περιίστασο εισί γάρ ανωφελείς και μάταιοι.
Ψαλμ.16,4 Όπως αν μη λαλήση το στόμα μου τα έργα των ανθρώπων, δια του λόγους των χειλέων σου εγώ εφύλαξα οδούς σκληράς.
Ψαλμ-37,14 Εγώ δε ώσει κωφός ούκ ήκουον και ώσει άλαλος ούκ ανοίγων το στόμα αυτού.
ΠΕΡΙ ΑΡΣΕΝΟΚΟΙΤΙΑΣ
Α Κορ-6,9 Μη πλανάσθε· ούτε πόρνοι ούτε ειδωλολάτραι ούτε μοιχοί ούτε μαλακοί ούτε αρσενοκοίται ούτε πλεονέκται ούτε κλέπται ούτε μέθυσοι, ού λοίδοροι, ούχ άρπαγες βασιλείαν Θεού ού κληρονομήσουσι.
Γεν-19,5 Και εξεκαλούντο τον Λώτ και έλεγον προς αυτόν . πού εισιν οι άνδρες οι εισελθόντες προς σε την νύκτα; Εξάγαγε αυτούς προς ημάς, ίνα συγγενώμεθα αυτοίς.
Λευτ-18,22 Και μετά άρσενος ού κοιμηθήση κοίτην γυναικείαν, βδέλυγμα γάρ έστι.
Λευτ-20,13 Και ός άν κοιμήθή μετά άρσενος κοίτην γυναικός, βδέλυγμα εποίησαν αμφότεροι· θανάτω θανατούσθωσαν, ένοχοι εισιν.
Ρωμ-1,27 Ομοίως δε και οι άρσενες αφέντες την φυσικήν χρήσιν της θηλείας εξεκαύθησαν έν τη ορέξει αυτών εις αλλήλους άρσενες έν άρσεσι την ασχημοσύνην κατεργαζόμενοι.
ΠΕΡΙ ΑΡΧΟΝΤΩΝ ΚΑΙ ΒΑΣΙΛΕΩΝ
Α΄ Πετρ. 2,13.- «Ὑποτάγητε πάσῃ ἀνθρωπίνῃ κτίσει διὰ τὸν Κύριον, εἴτε βασιλεῖ ὡς ὑπερέχοντι, εἴτε ἡγεμόσι, ὡς δι’ αὐτοῦ πεμπομένοις, εἰς ἐκδίκησιν μὲν κακοποιῶν».
Εκκλ. 8,2-4 Στόμα βασιλέως φύλαξον και περι λόγου όρκου Θεού μη σπουδάσης. Ἀπὸ τοῦ προσώπου αὐτοῦ πορεύσῃ, ὅτι, πάντα ὅσα ἐὰν θελήσῃ ποιῆσαι, καθὼς βασιλεὺς ἐξουσιάζων ποιεῖ, καὶ τὶς ἐρεῖ αὐτῷ. Τὶ ποιεῖς;».
Εκκλ-10,16 Ουαί σοι, πόλις, ής ο βασιλεύς σου νεώτερος και οι αρχοντές σου πρωί εσθίουσι.
Εκκλ-10,17 Μακαρία συ, γή, ής ο βασιλεύς σου υιός ελευθέρων και οι άρχοντές σου προς καιρόν φάγονται έν δυνάμει και ούκ αισχυνθήσονται.
Ἐκκλ. 10,20.- «Ἐν εἰδήσει σου βασιλέα μὴ καταράσῃ καὶ ἐν ταμείοις κοιτῶνός σου μὴ καταράσῃ πλούσιον· ὅτι πετεινὸν τοῦ οὐρανοῦ ἀποίσει τὴν φωνήν σου, καὶ ὁ ἔχων πτέρυγας ἀναγγελεῖ λόγον σου».
Ἐξ. 22,28.- «Θεοὺς οὐ κακολογήσεις, καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς».
Εφεσ-6,12 Ούκ έστιν ημίν η πάλη προς αίμα και σάρκα αλλά προς τας αρχάς, προς τας εξουσίας, προς τους κοσμοκρατορας του σκοτους του αιωνος, τουτου
Ἰὼβ 34,18.- «Ἀσεβής, ὅς λέγει βασιλεῖ· παρανομεῖς, ἀσεβέστατε, τοῖς ἄρχουσιν».
Λευτ-18,21 Και από του σπερματός σου ού δώσεις λατρεύειν άρχοντι και ού βεβηλώσεις το όνομα το άγιον . εγώ Κύριος.
Ματθ-22,21 Απόδοτε ούν τα Καίσαρος Καίσαρι και τα του Θεού τω Θεώ.
Παρ. 16,14 Θυμός βασιλέως άγγελος θανάτου, ανήρ δε σοφός εξιλάσεται αυτόν.
Παρ. 20,8 Ὅταν βασιλεὺς δίκαιος καθίσῃ ἐπὶ θρόνου, οὐκ ἐναντιοῦται ἐν ὀφθαλμοῖς αὐτοῦ πᾶν πονηρόν.
Παρ. 20,28 Ἐλεημοσύνη καὶ ἀλήθεια φυλακὴ βασιλεῖ, καὶ περικυκλώσουσιν ἐν δικαιοσύνῃ τὸν θρόνον αὐτοῦ.
Παρ. 21,1 Ὥσπερ ὁρμὴ ὕδατος, οὕτως καρδία βασιλέως ἐν χειρὶ Θεοῦ· οὗ ἐὰν θέλων νεύσῃ, ἐκεῖ ἔκλινεν αὐτήν.
Παροιμ. 24,21.- «Φοβοῦ τὸν Θεόν, υἱέ, καὶ βασιλέα, καὶ μηδετέρῳ αὐτῶν ἀπειθήσῃς».
Παρ-29,12 Βασιλέως υπακούοντος λόγον άδικον, πάντες οί υπ' αυτόν παράνομοι.
Ρωμ-13,1 Πασα ψυχή εξουσίαις υπερεχούσαις υποτασσέσθω ού γαρ εστιν εξουσια ει μη από Θεού αί δε ούσαι εξουσιαι υπο του Θεού τεταγμέναι εσίν.
Ρωμ-13,2 Ώστε ο αντιτασσόμενος τη εξουσια τη του Θεου διαταγη ανθέστηκεν οι δε ανθεστηκότες ευατοίς κριμα λήψονται.
Ρωμ-13,3 Οι γαρ αρχοντες ούκ εισί φοβος των αγαθων έργων αλλα των κακών.Θελεις δε μη φοβησαι την εξουσίαν;Το αγαθον ποίει και εξεις έπαινον εξ αυτής.
Ρωμ-13,5 Διο αναγκη υποτασσεσθαι ού μονον δια την οργην αλλα και δια την συνείδησιν.
Ρωμ-13,6 Δια τούτο γαρ και φόρους τελείτε λειτουργοί γαρ Θεού είσιν εις αυτό τούτο προσκαρτερούντες.
Ρωμ-13,7 Απόδοτε ουν πάσι τας οφειλάς, τω τον φόρον τον φόρον, τω το τέλος το τέλος, τω τον φόβον τον φόβον, τω την τιμήν την τιμήν.
Σειρ. 4,7.- «Μεγιστᾶνι ταπεινοῦ τὴν κεφαλήν σου».
Σειρ-7,4 Μή ζήτει παρά Κυρίου ηγεμονίαν, μηδέ παρά βασιλέως καθέδραν δόξης.
Σειρ. 8,1. «Μὴ διαμάχου μετὰ ἀνθρώπου δυνάστου, μήποτε ἐμπέσης εἰς τὰς χεῖρας αὐτοῦ».
Σειρ.10,2 «Κατὰ τὸν κριτὴν τοῦ λαοῦ, οὕτω καὶ οἱ λειτουργοὶ αὐτοῦ· καὶ κατὰ τὸν ἡγούμενον τῆς πόλεως, πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ».
Σειρ.10,3 Βασιλεύς απαίδευτος απολεί τον λαόν αυτού, και πόλις οικισθήσεται εν συνέσει δυναστών.
Σειρ-10,14 Θρόνους αρχόντων καθείλεν ο Κύριος και εκάθισε πραείς αντ' αυτών.
Σειρ. 13,9.- «Προσκαλεσαμένου σε δυνάστου, ὑποχωρῶν γίνου, καὶ τόσῳ σε μᾶλλον προσκαλέσεται».
Σοφ. Σολομ. 6,1-6 Ἀκούσατε οὖν, βασιλεῖς, καὶ σύνετε· μάθετε, δικασταὶ περάτων γῆς. ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ τοῦ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ Ὑψίστου, ὃς ἐξετάσει ὑμῶν τὰ ἔργα καὶ τὰς βουλὰς διερευνήσει· ὅτι ὑπηρέται ὄντες τῆς αὐτοῦ βασιλείας οὐκ ἐκρίνατε ὀρθῶς, οὐδὲ ἐφυλάξατε νόμον, οὐδὲ κατὰ τὴν βουλὴν τοῦ Θεοῦ ἐπορεύθητε. φρικτῶς καὶ ταχέως ἐπιστήσεται ὑμῖν, ὅτι κρίσις ἀπότομος ἐν τοῖς ὑπερέχουσι γίνεται. ὁ γὰρ ἐλάχιστος συγγνωστός ἐστιν ἐλέους, δυνατοὶ δὲ δυνατῶς ἐτασθήσονται·
Ψαλμ-32,10 Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων·
Ψαλμ. 32,16 Οὐ σῴζεται βασιλεὺς διὰ πολλὴν δύναμιν, καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ.
Ψαλμ-134,10 Ός επάταξεν έθνη πολλά και απέκτεινε βασιλείς κραταιούς.
Ψαλμ-149,8 Του δήσαι τους βασιλείς αυτών εν πέδαις, και τους ενδόξους αυτών εν χειροπέδαις σιδηραίς.
ΠΕΡΙ ΑΣΕΒΩΝ
Εκκλ-7,17 Μη ασεβήσεις πολύ και μη γίνου σκληρός, ίνα μη αποθάνης εν ού καιρώ σου.
Ἰὼβ 15,29.- «Πᾶς ὁ βίος ἀσεβοῦς ἐν φροντίδι· ὅταν δοκῇ εἰρηνεύειν, ἥξει αὐτοῦ ἡ καταστροφή».
Παρ-1,10 Υιέ, μη σε πλανήσωσιν άνδρες ασεβείς
Παρ. 2,22 Ὁδοὶ ἀσεβῶν ἐκ γῆς ὀλοῦνται, οἱ δὲ παράνομοι ἐξωσθήσονται ἀπ᾿ αὐτῆς.
Παρ-3,33 Κατάρα Θεού εν οίκοις ασεβών, επαύλεις δε δικαίων ευλογούνται.
Παρ-4,14 Οδούς ασεβών μη επέλθης μηδέ ζηλώσεις οδούς παρανόμων.
Παρ-4,19 Αι δε οδοί των ασεβών σκοτείναι, ούκ οίδασι πως προσκόπτουσιν.
Παρ-10,3 Ου λιμοκτονήσει Κύριος ψυχήν δικαίαν, ζωήν δε ασεβών ανατρέψει.
Παρ. 10,6 Εὐλογία Κυρίου ἐπὶ κεφαλὴν δικαίου, στόμα δὲ ἀσεβῶν καλύψει πένθος ἄωρον.
Παρ-10,7 Μνήμη δικαίων μετ' εγκωμίων, ονομα δε ασεβούς σβέννυται.
Παρ-11,18 Ασεβής ποιεί έργα άδικα, σπερμα δε δικαίων μισθός αλήθειας.
Παρ-11,31 Ει ο μέν δίκαιος μόλις σώζεται, ο ασεβής και αμαρτωλός που φανείται;
Παρ-12,12 Επιθυμίαι ασεβών κακαί, αι δε ρίζαι των ευσεβών εν οχυρώμασι.
Παρ-13,25 Δίκαιος έσθων εμπιπλά τήν ψυχήν αυτού, ψυχαί δέ ασεβών ενδεείς.
Παρ-15,29 Μακράν απέχει ο Θεός από ασεβών, ευχαίς δε δικαίων επακούει.
Παρ-18,3 Όταν έλθη ασεβής είς βάθος κακών, καταφρονεί, επέρχεται δε αυτώ ατιμία και όνειδος.
Παρ. 21,10. «Ψυχὴ ἀσεβοῦς, οὐκ ἐλεηθήσεται ὑπ’ οὐδενὸς τῶν ἀνθρώπων».
Παρ-21,26 Ασεβής επιθυμεί όλην την ημέραν επιθυμίας κακάς, ο δε δίκαιος ελεά και οικτείρει αφειδώς.
Παρ,21,27 Θυσίαι ασεβών, βδέλυγμα Κυρίω, και γάρ παρανόμως προσφέρουσιν αυτάς.
Παρ,21,29 Ασεβής ανήρ αναιδώς υφίσταται προσώπω, ο δε ευθύς αυτός συνίει τάς οδούς αυτού.
Παρ,21,30 Ουκ έστι σοφία, ουκ έστιν ανδρεία ουκ έστι βουλή προς τον ασεβή.
Παρ-24,16 Επτάκις γάρ πεσείται δίκαιος και αναστήσεται, οι δε ασεβείς ασθενήσουσιν εν κακοίς.
Σειρ.12,5 Εύ ποίησον τώ ταπεινώ και μη δώς ασεβεί· εμπόδισον τους άρτους αυτού και μη δώς αυτώ, ίνα μη εν αυτοίς σε δυναστεύση
Σοφ. Σειρ. 22,12.- «Πένθος νεκροῦ ἑπτὰ ἡμέραι, μωροῦ δὲ καὶ ἀσεβοῦς πᾶσαι αἱ ἡμέραι τῆς ζωῆς αὐτοῦ»῍
Σοφ. Σειρ. 34,25.- «Οὐκ εὐδοκεῖ ὁ Ὕψιστος ἐν προσφοραῖς ἀσεβῶν».
Σειρ-26,23 Γυνή ασεβής ανόμω μερίς δοθήδεται, ευσεβής δέ δίδοται τώ φοβουμένω τόν Κύριον.
Σειρ-41,7 Πατρί ασεβεί μέμψεται τέκνα, ότι δι' αυτόν ονειδισθήσονται.
Σειρ-41,8 Ουαί υμίν, άνδρες ασεβείς, οίτινες εγκατελίπετε νόμον Θεού Υψίστου
Σειρ-41,10 Πάντα όσα εκ γής, είς γήν απελεύσεται, ούτως ασεβείς από κατάρας είς απώλειαν.
Σοφ. Σολ. 19,1. «Τοῖς ἀσεβέσι μέχρι τέλους ἀνελεήμων θυμὸς ὑπέστη».
Ψαλμ.1,1 Μακάριος ανήρ ός ούκ επορεύθη εν βουλή ασεβών και εν οδώ αμαρτωλών ούκ έστη και επι καθέδρα λοιμών ούκ εκάθισεν.
Ψαλμ-9,34 Ἕνεκεν τίνος παρώργισεν ὁ ἀσεβὴς τὸν Θεόν; εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ· οὐκ ἐκζητήσει.
Ψαλμ-25,5 Εμίσησα εκκλησίαν πονηρευομένων και μετά ασεβών ου μη καθίσω.
ΠΕΡΙ ΑΣΘΕΝΕΙΑΣ ΚΑΙ ΙΑΤΡΩΝ
Α Τιμ. 5,23 Μηκέτι ὑδροπότει, ἀλλ᾿ οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας.
Β Κορ. 11,29-28 Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας μου καυχήσομαι.
Β Κορ-12,9 Καὶ εἴρηκέ μοι· ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ᾿ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ.
Β Κορ. 12,10 Διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς, ἐν στενοχωρίαις, ὑπὲρ Χριστοῦ· ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι.
Β Κορ. 13,3-4 ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ, ὃς εἰς ὑμᾶς οὐκ ἀσθενεῖ, ἀλλὰ δυνατεῖ ἐν ὑμῖν. καὶ γὰρ εἰ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως Θεοῦ· καὶ γὰρ ἡμεῖς ἀσθενοῦμεν ἐν αὐτῷ, ἀλλὰ ζησόμεθα σὺν αὐτῷ ἐκ δυνάμεως Θεοῦ εἰς ὑμᾶς.
Ιακ-5,14 Ασθενεί τις εν υμίν; Προσκαλεσάσθω τους πρεσβυτέρους της εκκλησίας, και προσευξάσθωσαν επ αυτών αλείξαντες αυτόν ελαίω εν τώ ονόματι του Κυρίου.
Ιακ-5,15 Και η ευχή της πίστεως σώσει τον κάμνοντα, και εγείρει αυτόν ο Κύριος, κάν αμαρτίας ή πεποιηκώς, αφεθήσεται αυτώ.
Ιωαν-5,14 Ίδε υγιής γέγονας, μηκέτι αμάρτανε, ίνα μη χείρον σοι τι γένηται.
Ιωαν. 11,3-4 ἀπέστειλαν οὖν αἱ ἀδελφαὶ πρὸς αὐτὸν λέγουσαι· Κύριε, ἴδε ὃν φιλεῖς ἀσθενεῖ. ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν· αὕτη ἡ ἀσθένεια οὐκ ἔστι πρὸς θάνατον, ἀλλ᾿ ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ, ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ Θεοῦ δι᾿ αὐτῆς.
Λουκ. 13,11-12 καὶ ἰδοὺ γυνὴ ἦν πνεῦμα ἔχουσα ἀσθενείας ἔτη δέκα καὶ ὀκτώ, καὶ ἦν συγκύπτουσα καὶ μὴ δυναμένη ἀνακῦψαι εἰς τὸ παντελές. ἰδὼν δὲ αὐτὴν ὁ Ἰησοῦς προσεφώνησε καὶ εἶπεν αὐτῇ· γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου·
Ματθ. 8,16-17 Ὀψίας δὲ γενομένης προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλούς, καὶ ἐξέβαλε τὰ πνεύματα λόγῳ καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος· αὐτὸς τὰς ἀθσενείας ἡμῶν ἔλαβε καὶ τὰς νόσους ἐβάστασεν.
Ματθ. 25,36 ἡσθένησα, καὶ ἐπεσκέψασθέ με, ἐν φυλακή ἥμην, καὶ ἤλθετε πρὸς με.
Παρ-21,13 Ὅς φράσει τα ώτα αυτού του μη επακούσαι ασθενούς, και αυτός επικαλέσεται, και ούκ έσται ο εισακούων.
Παρ-23,16 Επτάκις γάρ πεσείται δίκαιος και αναστήσεται, οι δε ασεβείς ασθενήσουσιν εν κακοίς.
Σειρ. 7,35 Μὴ ὄκνει επισκέπτεσθαι άρρωστον, εκ γαρ των τοιούτων αγαπηθήση.
Σειρ-10,10 Μακρόν αρρώστημα σκώπτει ιατρός . και βασιλεύς σήμερον, και αύριον τελευτήσει.
Σειρ-18,19 Πρίν ή λαλήσαι μάνθανε, και πρό αρρωστίας θαραπεύου.
Σειρ-18,21 Πρίν ἀῤῥωστῆσαί σε ταπεινώθητι καὶ ἐν καιρῷ ἁμαρτημάτων δεῖξον ἐπιστροφήν.
Σειρ-38,1 Τίμα ιατρόν πρός τάς χρείας αυτού τιμαίς αυτού, καί γάρ αυτόν έκτισε Κύριος . παρά γάρ Υψίστου εστίν ίασις, καί παρά βασιλέως λήψεται δώμα.
Σειρ-38,3 Επιστήμη ιατρού ανυψώσει κεφαλήν αυτού, καί έναντι μεγιστάνων θαυμαστήσεται.
Σειρ-38,4 Κύριος έκτισεν εκ γής φάρμακα, καί ανήρ φρόνιμος ου προσοχθιεί αυτοίς.
Σειρ-38,8 Μυρεψός (φαρμακοποιός) εν τούτοις ποιήσει μείγμα, καί ου μή συντελέση έργα αυτού, καί ειρήνη παρ' αυτού εστιν επί προσώπου τής γής.
Σειρ-38,9 Τέκνον, εν αρρωστήματι σου μη παράβλεπε, αλλ' εύξαι Κυρίω, και αυτός ιάσεταί σε.
Σειρ-38,12 Καί ιατρώ δός τόπον, καί γάρ αυτόν έκτισε Κύριος, καί μή αποστήτω σου, καί γάρ αυτού χρεία. Έστι καιρός ότε καί εν χερσίν αυτών ευοδία.
Σειρ-38,15 Ο αμαρτάνων έναντι του ποιήσαντος αυτόν εμπέσοι είς χείρας ιατρού.
Ψαλμ-89,10 Αι ημέραι των ετών ημών εν αυτοίς εβδομήκοντα έτη, και το πλείον αυτών κόπος και πόνος, ότι επήλθε η πραότης εφ' ημάς, και παιδευθησόμεθα.
ΠΕΡΙ ΑΣΚΗΣΕΩΣ ΠΝΕΥΜΑΤΙΚΗΣ
Α Τιμ. 4,7-8 τοὺς δὲ βεβήλους καὶ γραώδεις μύθους παραιτοῦ, γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν· ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος, ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν, ἐπαγγελίαν ἔχουσα ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης.
Εβρ. 12,11-13 πᾶσα δὲ παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης, ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς δι᾿ αὐτῆς γεγυμνασμένοις ἀποδίδωσι δικαιοσύνης. Διὸ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε, καὶ τροχιὰς ὀρθὰς ποιήσατε τοῖς ποσὶν ὑμῶν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον.
Ἰώβ 11,18 Ἐκ δὲ μερίμνης καὶ φροντίδος ἀναφανείταί σοι εἰρήνη.
Σειρ. 37,27 Τέκνον, εν τη ζωή σου πείρασον την ψυχήν σου και ιδέ τι πονηρόν αυτη, και μη δως αυτη·
ΠΕΡΙ ΑΣΤΕΡΩΝ, ΗΛΙΟΥ ΚΑΙ ΣΕΛΗΝΗΣ
Γεν-1,14 Και είπεν ο Θεός, γενηθήτωσαν φωστήρες εν τω στερεώματι του ουρανού είς φαύσιν επι της γής
Γεν-1,14 Του διαχωρίζειν ανα μέσον της ημέρας και ανα μέσον της νυκτός και έστωσαν είς σημεία και εις καιρούς και είς ημέρας και ενιαυτούς.
Γεν-1,15 Και έστωσαν είς φαύσιν εν τω στερεώματι του ουρανού, ώστε φαίνειν επί της γής.Και εγένετο ούτως.
Γεν-1,16 Και εποίησεν ο Θεός τους δύο φωστήρας τους μεγάλους, τον φωστήραν τον μέγαν είς αρχάς της ημέρας και των φωστήρα τον ελάσσω είς αρχάς της νυκτός, και τους αστέρας.
Γεν-1,17 Και έθετο αυτούς ο Θεός εν τω στερεώματι του ουρανού ώστε φαίνειν επί της γής.
Γεν-1,18 Και άρχειν της ημέρας και της νυκτός και διαχωρίζειν ανα μέσον του φωτός και ανα μέσον του σκότους.Και είδεν ο Θεός, ότι καλόν.
Εκκλ-1,5 Και ανατέλλει ο ήλιος και δύνει ο ήλιος και είς τον τόπον αυτού έλκει.
Εκκλ-1,6 Αυτός ανατέλλων εκεί πορεύται προς νότον και κυκλοί προς βορράν . κυκλοί κύκλων, πορεύται το πνεύμα, και επί κύκλους αυτού επιστρέφει το πνεύμα.
Ιησ.Ναυη-10,12 Και είπεν Ιησούς . στήτω ο ήλιος κατά Γαβέων καί η σελήνη κατά φάραγγα Αιλών.
Ιησ.Ναυη-10,13 Καί έστη ο ήλιος και η σελήνη εν στάσει, έως ημύνατο ο Θεός τούς εχθρούς αυτών.
Ιησ.Ναυη-10,13 Και έστη ο ήλιος κατά μέσον του ουρανού, ου προεπορεύετο είς δυσμάς είς τέλος ημέρας μιάς.
Ιωήλ-3,4 Ο ήλιος μεταστραφήσεται είς σκότος και η σελήνη είς αίμα πρίν ελθείν τήν ημέραν Κυρίου τήν μεγάλην και επιφανή.
Ιωήλ-4,15 Ο ήλιος και η σελήνη συσκοτάσουσι, και οι αστέρες δύσουσι φέγγος αυτών.
Οβδιου-1,4 Εάν μετεωρισθής ως αετός και εάν ανά μέσον των άστρων θής νοσσίαν σου, εκείθεν κατάξω σε, λέγει Κύριος.
Σειρ-43,2-3 Ήλιος εν οπτασία διαγγέλων εν εξόδω, σκεύος θαυμαστόν, έργον Υψίστου. Έν μεσημβρία αυτού αναξηραίνει χώραν, καί εναντίον καύματος αυτού τίς υποστήσεται;
Σειρ-43,4 Κάμινον φυσών εν έργοις καύματος, τριπλασίως ήλιος εκκαίων όρη . ατμίδας πυρώδεις εκφυσών καί εκλάμπων ακτίνας αμαυροί οφθαλμούς.
Σειρ-43,5 Μέγας ο Κύριος ο ποιήσας αυτόν, καί εν λόγοις αυτού κατέσπευσε πορείαν.
Σειρ-43,6 Και η σελήνη εν πάσιν είς καιρόν αυτής, ανάδειξιν χρόνων και σημείον αιώνος.
Σειρ-43,7 Από σελήνης σημείον εορτής, φωστήρ μειούμενος επί συντελείας.
Σειρ-43,9 Κάλλος ουρανού, δόξα άστρων, κόσμος φωτίζων εν υψίστοις Κυρίου
Σειρ-43,11-12 Ιδέ τόξον και ευλόγησον τον ποιήσαντα αυτό, σφόδρα ωραίον εν τώ αυγάσματι αυτού . εγύρωσεν ουρανόν εν κυκλώσει δόξης, χείρες Υψίστου ετάνυσαν αυτό.
Ψαλμ-103,19 Εποιησε σελήνη εις καιρούς ο ήλιος έγνω την δύσιν αυτού.
Ψαλμ-118,91 Τη διατάξει σου διαμένει ημέρα, ότι τα σύμπαντα δούλα σά.
Ψαλμ-120,6 Ημέρας ο ήλιος ού συγκαύσει σε, ουδέ η σελήνη τη νύκτα.
Ψαλμ-146,4 Ο αριθμών πλήθη άστρων και πάσιν αυτοίς ονόματα καλών.
ΠΕΡΙ ΑΤΕΚΝΙΑΣ ΚΑΙ ΣΤΕΙΡΟΤΗΤΟΣ
Γαλ. 4,27 γέγραπται γάρ· εὐφράνθητι στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.
Σοφ. Σολ. 3,13-14 ὅτι μακαρία στεῖρα ἡ ἀμίαντος, ἥτις οὐκ ἔγνω κοίτην ἐν παραπτώματι, ἕξει καρπόν ἐν ἐπισκοπῇ ψυχῶν, καὶ εὐνοῦχος ὁ μὴ ἐργασάμενος ἐν χειρὶ ἀνόμημα, μηδὲ ἐνθυμηθεὶς κατὰ τοῦ Κυρίου πονηρά, δοθήσεται γὰρ αὐτῷ τῆς πίστεως χάρις ἐκλεκτὴ καὶ κλῆρος ἐν ναῷ Κυρίου θυμηρέστερος.
Σοφ. Σολ. 4,1-2 Κρείσσων ἀτεκνία μετὰ ἀρετῆς· ἀθανασία γάρ ἐστιν ἐν μνήμῃ αὐτῆς, ὅτι καὶ παρὰ Θεῷ γινώσκεται καὶ παρὰ ἀνθρώποις· παροῦσάν τε μιμοῦνται αὐτὴν καὶ ποθοῦσιν ἀπελθοῦσαν· καὶ ἐν τῷ αἰῶνι στεφανηφοροῦσα πομπεύει τὸν τῶν ἀμιάντων ἄθλων ἀγῶνα νικήσασα.
ΠΕΡΙ ΑΥΤΑΡΚΕΙΑΣ
Α΄ Τιμ. 6,6.- «Ἔστι πορισμὸς μέγας ἡ εὐσέβεια μετὰ αὐταρκείας.
Α Τιμ-6,7-8. Οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον, δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα. Ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα, τούτος ἀρκεσθησώμεθα».
Ἑβρ. 13,5.- «Ἀρκούμενοι τοῖς παροῦσιν· αὐτὸς γὰρ εἶπεν· Οὐ μὴ σε ἀνῶ, οὐδ’ οὐ μὴ σὲ ἐγκαταλίπω».
Παροιμ. 15,17.- «Κρείσσων ξενισμὸς μετὰ λαχάνων πρὸς φιλίαν καὶ χάριν, ἤ παράθεσις μόχθων μετὰ ἔχθρας. Κρείσσων ὀλίγων λῆψις μετὰ δικαιοσύνης, ἤ πολλὰ γεννήματα μετὰ ἀδικίας».
Παροιμ. 17,1.- «Κρείσσων ψωμὸς μεθ’ ἡδονῆς ἐν εἰρήνῃ, ἣ οἶκος πολλῶν ἀγαθῶν καὶ ἀδίκων χρημάτων μετὰ μάχης».
Παρ-24μ-30,8 Πλούτον δε και πενίαν μη μοι δώς, σύνταξον δε μοι τα δέοντα και τα αυτάρκη
Σειρ-29,21 Αρχή ζωής ύδωρ και άρτος και ιμάτιον και οίκος καλύπτων ασχημοσύνην.
Σειρ-29,22 Κρείσσων βίος πτωχού υπό σκέπην δοκών ή εδέσματα λαμπρά εν αλλοτρίοις.
Σειρ-29,23 Επί μικρώ και μεγάλω ευδοκίαν έχε, και ονειδισμόν παροικίας ού μη ακούσης.
Σειρ-38,26 Αρχή πάσης χρείας είς ζωήν ανθρώπου, ύδωρ, πύρ, και σίδηρος και άλας και σεμιδάλις πυρού και μέλι και γάλα, αίμα σταφυλής και έλαιον και ιμάτιον.
Σειρ-40,18 Ζωή αυτάρκους εργάτου γλυκανθήσεται, και υπέρ αμφότερα ο ευρίσκων θησαυρόν.
Φιλιπ-4,11 Ουχ ότι καθ' υστέρισιν λέγω . εγώ γάρ έμαθον εν οίς ειμί αυτάρκης είναι.
Φιλιπ-4,12 Οίδα και ταπεινούσθαι, οίδα και περισσεύειν· εν παντί και εν πάσι μεμύημαι και χορτάζεσθαι και πεινάν, και περισσεύειν και υστερείσθαι
Ψαλμ. 36,16.- «Κρεῖσσον ὀλίγον τῷ δικαίῳ, ὑπὲρ πλοῦτον τῶν ἁμαρτωλῶν πολύν».
ΠΕΡΙ ΑΥΤΕΞΟΥΣΙΟΥ
Ἀποκ. 22,11-12 Ὁ ἀδικῶν ἀδικησάτω ἔτι, καὶ ὁ ῥυπαρὸς ῥυπαρευθήτω ἔτι, καὶ ὁ δίκαιος δικαιοσύνην ποιησάτω ἔτι, καὶ ὁ ἅγιος ἁγιασθήτω ἔτι. Ἰδοὺ ἔρχομαι ταχύ, καὶ ὁ μισθός μου μετ᾿ ἐμοῦ, ἀποδοῦναι ἑκάστῳ ὡς τὸ ἔργον ἔσται αὐτοῦ.
Σειρ-15,14 Αυτός εξ αρχής εποίησεν άνθρωπον και άφηκεν αυτόν εν χειρί διαβουλίου αυτού.
Σειρ-15,15 Παρέθηκέ σοι πύρ και ύδωρ . ού εάν θέλεις, εκτενείς την χείρα σου.
Σειρ-15,17 Έναντι ανθρώπων η ζωή και ο θάνατος, και ό εάν ευδοκήση, δοθήσεται αυτώ.
ΠΕΡΙ ΑΥΤΟΓΝΩΣΙΑΣ ΚΑΙ ΑΥΤΟΜΕΜΨΙΑΣ
Α-Κορ-11,31 Ει γάρ εαυτούς διακρίνομεν, ουκ άν εκρινόμεθα.
Λουκ. 11,35 Σκόπει ουν μη το φως το εν σοί σκότος εστίν.
Παρ.13,10 Κακός μεθ’ ύβρεως πράσσει κακά, οι δε εαυτών επιγνώμονες σοφοί.
Παρ-18,17 Δίκαιος εαυτού κατήγορος εν πρωτολογία, ως δ' αν επιβάλη ο αντίδικος ελέγχεται.
Σειρ-18,20 Προ κρίσεως εξέταζε εαυτόν, και εν ώρα επισκοπής ευρήσεις εξιλασμόν.
Ψαλμ. 31,5 Τὴν ἁμαρτίαν μου ἐγνώρισα καὶ τὴν ἀνομίαν μου οὐκ ἐκάλυψα· εἶπα· ἐξαγορεύσω κατ᾿ ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ· καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου.
Ψαλμ-37,5 Ότι αι ανομίαι μου υπερήραν την κεφαλήν μου, ώσει φορτίον βαρύ εβαρύνθησαν επ' εμέ.
Ψαλμ-37,19 Ότι την ανομία αναγγελώ και μεριμνήσω υπέρ της αμαρτίας μου
Ψαλμ-50,5τι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός.
ΠΕΡΙ ΑΦθΟΝΙΑΣ ΚΑΙ ΕΥΠΟΡΙΑΣ
Δευτ. 6,10-12 Και έσται όταν εισαγάγη σε Κύριος ο Θεός σου εις την γην, ην ώμοσε τοις πατράσι σου, τω Αβραάμ και τω Ισαάκ και τω Ιακώβ δούναί σοι, πόλεις μεγάλας και καλάς, ας ουκ ωκοδόμησας, οικίας πλήρεις πάντων αγαθών ας ουκ ενέπλησας, λάκκους λελατομημένους, ους ουκ εξελατόμησας, αμπελώνας και ελαιώνας, ους ου κατεφύτευσας, και φαγών και εμπλησθείς πρόσεχε σεαυτω, μη επιλάθη Κυρίου του Θεού σου του εξαγαγόντος σε εκ γης Αιγύπτου, εξ οίκου δουλείας.
Δευτ. 8,12 Μη φαγών και εμπλησθείς και οικίας καλάς οικοδομήσας και κατοικήσας εν αυταίς και των βοών σου και των προβάτων σου πληθυνθέντων σοι, αργυρίου και χρυσίου πληθυνθέντος σοι και πάντων, όσων σοι έσται, πληθυνθέντων σοι, υψωθής τη καρδία και επιλάθη Κυρίου του Θεού σου του εξαγαγόντος σε εκ γης Αιγύπτου, εξ οίκου δουλείας.
Δευτ. 32,15 Και έφαγεν Ιακώβ και ενεπλήσθη, και απελάκτισεν ο ηγαπημένος, ελιπάνθη, επαχύνθη, επλατύνθη· και εγκατέλιπε τον Θεόν τον ποιήσαντα αυτόν και απέστη από Θεού σωτήρος αυτού.
Ἰεζ 16,49-50 Πλήν τούτο το ανόμημα Σοδόμων της αδελφής σου· υπερηφανία, εν πλησμονή άρτων και εν ευθηνία οίνου εσπατάλων αυτή και αι θυγατέρες αυτής. τούτο υπήρχεν αυτη και ταις θυγατράσιν αυτής, και χείρα πτωχού και πένητος ουκ αντελαμβάνοντο· και εμεγαλαύχουν και εποίησαν ανομήματα ενώπιον εμού, και εξήρα αυτάς καθώς είδον.
ΠΕΡΙ ΑΦΟΡΜΗΣ
Α Τιμ.5,14 Βούλομαι οὖν νεωτέρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν, μηδεμίαν ἀφορμὴν διδόναι τῷ ἀντικειμένῳ λοιδορίας χάριν.
Β Κορ. 5,12 οὐ γὰρ πάλιν ἑαυτοὺς συνιστάνομεν ὑμῖν, ἀλλὰ ἀφορμὴν διδόντες ὑμῖν καυχήματος ὑπὲρ ἡμῶν, ἵνα ἔχητε πρὸς τοὺς ἐν προσώπῳ καυχωμένους καὶ οὐ καρδίᾳ.
Β Κορ.11,12 ὃ δὲ ποιῶ, καὶ ποιήσω, ἵνα ἐκκόψω τὴν ἀφορμὴν τῶν θελόντων ἀφορμήν, ἵνα ἐν ᾧ καυχῶνται εὑρεθῶσι καθὼς καὶ ἡμεῖς.
Γαλ. 5,13 Ὑμεῖς γὰρ ἐπ᾿ ἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί· μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί, ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις.
Ρωμ.7,8 ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν· χωρὶς γὰρ νόμου ἁμαρτία νεκρά.
Ρωμ. 7,11 ἡ γὰρ ἁμαρτία ἀφορμὴν λαβοῦσα διὰ τῆς ἐντολῆς ἐξηπάτησέ με καὶ δι᾿ αὐτῆς ἀπέκτεινεν.
ΠΕΡΙ ΑΦΡΟΣΥΝΗΣ ΚΑΙ ΑΦΡΩΝΩΝ
Α Πε. 2,15 ὅτι οὕτως ἐστὶ τὸ θέλημα τοῦ Θεοῦ, ἀγαθοποιοῦντας φιμοῦν τὴν τῶν ἀφρόνων ἀνθρώπων ἀγνωσίαν·
Β Κορ. 11,16 Πάλιν λέγω, μὴ τίς με δόξῃ ἄφρονα εἶναι· εἰ δὲ μή γε, κἂν ὡς ἄφρονα δέξασθέ με, ἵνα κἀγὼ μικρόν τι καυχήσωμαι.
Β Κορ. 11,19 ἡδέως γὰρ ἀνέχεσθε τῶν ἀφρόνων φρόνιμοι ὄντες·
Β Κορ. 12,6 ἐὰν γὰρ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων· ἀλήθειαν γὰρ ἐρῶ· φείδομαι δὲ μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με ἢ ἀκούει τι ἐξ ἐμοῦ.
Β Κορ. 12,11 Γέγονα ἄφρων καυχώμενος! ὑμεῖς με ἠναγκάσατε. ἐγὼ γὰρ ὤφειλον ὑφ᾿ ὑμῶν συνίστασθαι· οὐδὲν γὰρ ὑστέρησα τῶν ὑπερλίαν ἀποστόλων, εἰ καὶ οὐδέν εἰμι.
Ἐκκλ. 7,6.- «Ὡς φωνὴ ἀκανθῶν ὑπὸ τὸν λέβητα, οὕτως ὁ γέλως τῶν ἀφρόνων».
Εφεσ. 5,17 Διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Κυρίου.
Παροιμ. 12,16.- «Ἄφρων αὐθήμερον ἐξαγγέλλει ὀργὴν αὐτοῦ».
Παροιμ. 14,3.- «Ἐκ στόματος ἄφρονος βακτηρία ὕβρεως».
Παροιμ. 15,2.- «Γλώσσα σοφῶν καλὰ ἐπίσταται, στόμα δὲ ἀφρόνων ἀναγγελεῖ κακά».
Παροιμ. 17,10.- «Συντρίβη ἀπειλὴ καρδίαν φρονίμου, ἄφρων δὲ μαστιγωθεὶς οὐκ αἰσθάνεται».
Παροιμ. 19,3.- «Ἀφροσύνη ἀνδρὸς λυμαίνεται τὰς ὁδοὺς αὐτοῦ, τὸν δὲ Θεὸν αἰτιᾶται τῇ καρδία αὐτοῦ».
Παροιμ. 19,10. Οὐ συμφέρει ἄφρονι τρυφή, καὶ ἐὰν οἰκέτης ἄρξηται μεθ᾿ ὕβρεως δυναστεύειν.
Παροιμ. 23,9.- «Εἰς ὦτα ἄφρονος μηδὲν λέγε, μήποτε μυκτηρίσῃ συνετοὺς λόγους σου».
Παροιμ. 26,4-5.- «Μὴ ἀποκρίνου ἄφρονι πρὸς τὴν ἐκείνου ἀφροσύνην, ἵνα μὴ ὅμοιος γένῃ αὐτῷ. Ἀλλὰ ἀποκρίνου ἄφρονι κατὰ τὴν ἀφροσύνην αὐτοῦ, ἵνα μὴ φαίνηται σοφὸς ἑαυτῷ».
Σειρ. 22,13 Μετὰ ἄφρονος μὴ πληθύνῃς λόγον, καὶ πρὸς ἀσύνετον μὴ πορεύου· φύλαξαι ἀπ᾿ αὐτοῦ, ἵνα μὴ κόπον ἔχῃς, καὶ οὐ μὴ μολυνθῇς ἐν τῷ ἐντιναγμῷ αὐτοῦ· ἔκκλινον ἀπ᾿ αὐτοῦ καὶ εὑρήσεις ἀνάπαυσιν καὶ οὐ μὴ ἀκηδιάσῃς ἐν τῇ ἀπονοίᾳ αὐτοῦ.
Ψαλμ. 48,10.- «Ἐπὶ τὸ αὐτὸ ἄφρων καὶ ἄνους ἀπολοῦνται».
ΠΕΡΙ ΑΧΑΡΙΣΤΙΑΣ
Β Τιμ. 3,1-2 Τοῦτο δὲ γίνωσκε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί· ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι, φιλάργυροι, ἀλαζόνες, ὑπερήφανοι, βλάσφημοι, γονεῦσιν ἀπειθεῖς, ἀχάριστοι, ἀνόσιοι,
Ἠσ. 1,2.- «Ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησεν· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δὲ με ἠθέτησαν».
Λουκ. 6,35 πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ ἀγαθοποιεῖτε καὶ δανείζετε μηδὲν ἀπελπίζοντες, καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς, καὶ ἔσεσθε υἱοὶ ὑψίστου, ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς.
Λουκ-17,17 Ούχι οι δέκα εκαθαρίσθησαν; Οι δε εννέα πού; Ούχ ευρέθησαν υποστρέψαντες δούναι δόξαν τω Θεώ
Παρ-17,13 Ὃς αποδίδοσι κακά αντί αγαθών, ου κινηθήσεται κακά εκ του οίκου αυτού.
Σοφ. Σειρ. 29,16. Ἀγαθὰ ἐγγύου ἀνατρέψει ἁμαρτωλός, καὶ ἀχάριστος ἐν διανοίᾳ ἐγκαταλείψει ρυσάμενον.
Σοφ. Σειρ. 29,25. Ξενιεῖς καὶ ποτιεῖς εἰς ἀχάριστα, καὶ πρὸς ἐπὶ τούτοις πικρὰ ἀκούσῃ.
Σοφ. Σολ. 16,29 Ἀχαρίστου γὰρ ἐλπὶς ὡς χειμέριος πάχνη τακήσεται καὶ ῥυήσεται ὡς ὕδωρ ἄχρηστον.

Δεν υπάρχουν σχόλια: