ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ Π

ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ ΠΠΕΡΙ ΠΑΓΙΔΩΝ
Α Τιμ. 3,7 δεῖ δὲ αὐτόν καὶ μαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωθεν, ἵνα μὴ εἰς ὀνειδισμὸν ἐμπέσῃ καὶ παγίδα τοῦ διαβόλου.
Α Τιμ. 6,9 οἱ δὲ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πειρασμὸν καὶ παγίδα καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ βλαβεράς, αἵτινες βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν.
Β Τιμ. 2 ,26 καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος, ἐζωγρημένοι ὑπ᾿ αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα.
Λουκ. 21,35 ὡς παγὶς γὰρ ἐπελεύσεται ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς.
Ρωμ. 11,9 καὶ Δαυΐδ λέγει· γενηθήτω ἡ τράπεζα αὐτῶν εἰς παγίδα καὶ εἰς θήραν καὶ εἰς σκάνδαλον καὶ εἰς ἀνταπόδομα αὐτοῖς.
ΠΕΡΙ ΠΑΙΔΑΓΩΓΙΑΣ
Παρ.1,8  Ἄκουε, υἱέ, παιδείαν πατρός σου καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου·
Παρ-13,24 Ὃς φείδεται τῆς βακτηρίας μισεῖ τὸν υἱὸν αὐτοῦ, ὁ δὲ ἀγαπῶν ἐπιμελῶς παιδεύει.
Παρ.19,18 Παίδευε υιόν σου, ούτως γαρ έσται εύελπις.
Παρ-23,13 Μη απόσχη νήπιον παιδεύειν, ότι εάν πατάξης αυτό ράβδω, ου μη αποθάνει
Παρ-23,14 συ μέν γάρ πατάξεις αυτόν ράβδω, την δε ψυχήν αυτού εκ θανάτου ρύση.
Παρ. 23,24 Καλώς εκτρέφει πατήρ δίκαιος, επί δε υιω σοφω ευφραίνεται η ψυχή αυτού.
Παρ-28,17α Παίδευε υιόν και αγαπήσει σε, και δώσει κόσμον τη σή ψυχή . ου μη υπακούση έθνει παρανόμω.
Παρ. 29,15 Πληγαί και έλεγχοι διδόασι σοφίαν, παις δε πλανώμενος αισχύνει γονείς αυτού.
Παρ. 29,17 Παίδευε υιόν σου, και αναπαύσει σε, και δώσει κόσμον τη ψυχή σου.
Σειρ-7,23 Τέκνα σοί εστι, παίδευσον αυτά, και κάμψον εκ νεότητος των τράχηλον αυτών.
Σειρ-7,24 Θυγατέρες σοί εισι, πρόσεχε τω σώματι αυτών, και μη ιλαρώσης προς αυτάς το πρόσωπόν σου.
Σειρ-7,25 Έκδου θυγατέρα, και έση τετελεκώς έργον μέγα, και ανδρί συνετώ δώρησαι αυτήν.
Σειρ-30,1 Ο αγαπών τον υιόν αυτού ενδελεχήσει μάστιγας αυτώ, ίνα ευφρανθή επ' εσχάτω αυτού.
Σειρ-30,2 Ο παιδεύων τον υιόν αυτού ονήσεται επ' αυτώ και ανά μέσον γνωρίμων επ' αυτώ καυχήσεται
Σειρ-30,3 Ο διδάσκων τον υιόν αυτού παραζηλώσει τον εχθρόν και έναντι φίλων επ' αυτώ αγαλλιάσεται.
Σειρ-30,9 Τιθήνησον τέκνον, και εκθαμβήσει σε . σύμπαιξον αυτώ, και λυπήσει σε.
Σειρ-30,10 Μη συγγελάσης αυτώ, ίνα μη συνοδυνηθής, και επ' εσχάτω γομφιάσεις τους οδόντας σου.
Σειρ-30,11 Μη δώς αυτώ εξουσίαν εν νεότητι . και μη παρίδης τας αγνοίας αυτού.
Σειρ-30,12 Κάμψον τον τράχηλον αυτού εν νεότητι. Θλάσον τας πλευράς αυτού, ως έστι νήπιος, μήποτε σκληρυνθείς απειθήση σοι.
Σειρ-30,13 Παίδευσον τον υιόν σου και έργασαι εν αυτώ, ίνα μη εν τη ασχημοσύνη αυτού προσκόψης.
Σειρ-33,22 Κρείσσων γάρ εστι τά τέκνα δεηθήναί σου ή σε εμβλέπειν είς χείρας υιών σου.
ΠΕΡΙ ΠΑΙΔΕΙΑΣ ΘΕΟΥ
Α΄ Βασ. 2,6-7 Κύριος θανατοῖ καὶ ζωογονεῖ, κατάγει εἰς ἄδου καὶ ἀνάγει· Κύριος πτωχίζει καὶ πλουτίζει, ταπεινοῖ καὶ ἀνυψοῖ.
Α Κορ. 11,32 κρινόμενοι δὲ ὑπὸ τοῦ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν.
Αποκ. 3,19 ἐγὼ ὅσους ἐὰν φιλῶ, ἐλέγχω καὶ παιδεύω· ζήλωσον οὖν καὶ μετανόησον.
Δευτ. 8,5 Καὶ γνώσῃ τῇ καρδία σου ὅτι ὠς εἰ τὶς ἄνθρωπος παιδεύση τὸν υἱὸν αὐτοῦ, οὔτω Κύριος ὀ Θεός σου παιδεύσει σε.
Δευτ.13,4 Πειράζει Κύριος ο Θεός σου υμάς ειδέναι, ει αγαπάτε τον Θεόν υμών εξ όλης της καρδίας υμών και εξ όλης της ψυχής υμών.
Δευτ. 32,39 Ἴδετε ἴδετε ὄτι ἐγὼ εἰμι, καὶ οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ· ἐγὼ αποκτενώ και ζήν ποιήσω, πατάξω καγώ ιάσομαι, και ουκ έστιν ος εξελείται εκ των χειρών μου.
Εβρ. 12,7 εἰ παιδείαν ὑπομένετε, ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ Θεός· τίς γάρ ἐστιν υἱὸς ὃν οὐ παιδεύει πατήρ;
Εβρ. 12,8 εἰ δὲ χωρίς ἐστε παιδείας, ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι ἐστὲ καὶ οὐχ υἱοί.
Ἠσ. 50,5 Καὶ ἡ παιδεία Κυρίου Κυρίου ανοίγει μου τα ώτα, εγώ δε ουκ απειθώ ουδέ αντιλέγω.
Ἰερ.10,24 Παίδευσον ημάς, Κύριε, πλήν εν κρίσει και μη εν θυμω, ίνα μη ολίγους ημάς ποιήσης.
Ιουδίθ 8,26 Μνήσθητε όσα εποίησε μετά Αβραάμ και όσα επείρασε τον Ισαάκ και όσα εγένετο τώ Ιακώβ εν Μεσοποταμία της Συρίας ποιμαίνοντι τά πρόβατα Λαβάν του αδελφού της μητρός αυτού.
Ιουδίθ 8,27 Ότι ου καθώς εκείνους επύρωσεν είς ετασμόν της καρδίας αυτών, και ημάς ουκ εξεδίκησεν, αλλ' εις νουθέτησιν μαστιγοί Κύριος τους εγγίζοντας αυτώ.
Ἰὼβ 5,17 Μακάριος δε άνθρωπος, ον ήλεγξεν ο Κύριος, νουθέτημα δε Παντοκράτορος μη απαναίνου·
Ἰὼβ 5,18 Αὐτὸς γὰρ ἀλγεῖν ποιεί και πάλιν αποκαθίστησιν· έπαισε, και αι χείρες αυτού ιάσαντο.
Παρ-3,11 Υἱέ μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ᾿ αὐτοῦ ἐλεγχόμενος.
Παρ-3,12 Ὃν γὰρ ἀγαπᾷ Κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται.
Παρ-21,8 Προς τους σκολιούς σκολίας αποστέλλει ο Θεός, αγνά γάρ και ορθά τα έργα αυτού.
Σειρ.18,13-14 Ἔλεος ἄνθρώπου επί τον πλησίον αυτού, έλεος δε Κυρίου επί πάσαν σάρκα· ελέγχων και παιδεύων και διδάσκων και επιστρέφων ως ποιμήν το ποίμνιον αυτού. τους εκδεχομένους παιδείαν ελεά και τους κατασπεύδοντας ἐπὶ τὰ κρίματα αυτού.
Σειρ. 32,14 Ὁ φοβούμενος Κύριον εκδέξεται παιδείαν, και οι ορθρίζοντες ευρήσουσιν ευδοκίαν.
Σοφ.Σολ. 3,5 Και ολίγα παιδευθέντες μεγάλα ευεργετηθήσονται, ότι ο Θεός επείρασεν αυτούς και εύρεν αυτούς αξίους εαυτού.
Σοφ.Σολ.12,2 Διὸ τοὺς παραπίπτοντας κατ' ὁλίγων ἐλέγχεις και ἐν οἷς ἁμαρτάνουσιν υπομιμνήσκων νουθετείς, ἵνα ἀπαλλαγέντες της κακίας πιστεύσωσιν επί σε, Κύριε.
Τιτ. 2,11-12 Ἐπεφάνη γὰρ ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι,
Ψαλμ-2,12 Δράξασθε παιδείας, μη ποτε οργισθή Κύριος και απολείσθε εξ οδού δικαίας.
Ψαλμ.17,36 Καὶ ἡ παιδεία σου ανώρθωσέ με εις τέλος, και η παιδεία σου αυτή με διδάξει.
Ψαλμ-37,2 Κύριε, μη τώ θυμώ σου ελέγξης με, μήδέ τη οργή σου παιδεύσεις με.
Ψαλμ. 38,12 Ἐν ἐλεγμοῖς ὑπὲρ ἀνομίας επαίδευσας άνθρωπον και εξέτηξας ως αράχνην την ψυχήν αυτού·
Ψαλμ. 93,12 Μακάριος ὁ ἄνθρωπος, ὃν ἂν παιδεύσης, Κύριε, και εκ του νόμου σου διδάξης αυτόν.
Ψαλμ-117,18 Παιδεύων επαίδευσέ με ο Κύριος και τω θανάτω ου παρέδωκέ με.
ΠΕΡΙ ΠΑΙΔΕΙΑΣ ΚΑΙ ΜΑΘΗΣΗΣ
Β Τιμ. 3,16 πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, πρὸς ἔλεγχον, πρὸς ἐπανόρθωσιν, πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ,
Δευτ. 32,7 Ἐπερώτησον τον πατέρα σου, και αναγγελεί σοι, τους πρεσβυτέρους σου, και ερούσί σοι.
Εβρ. 12,11 πᾶσα δὲ παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης, ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς δι᾿ αὐτῆς γεγυμνασμένοις ἀποδίδωσι δικαιοσύνης.
Εφ. 6,4 καὶ οἱ πατέρες μὴ παροργίζετε τὰ τέκνα ὑμῶν, ἀλλ᾿ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου.
Λουκ-6,40 Ούκ έστι μαθητής υπέρ τον διδάσκαλον αυτού. καταρτισμένος δε πάς έσται ως ο διδάσκαλος αυτού.
Παρ.2,17 Υἱέ, μὴ σὲ καταλάβη κακή βουλή, η απολιπούσα διδασκαλίαν νεότητος και διαθήκην θείαν επιλελησμένη.
Παρ. 4,13 Ἐπιλαβού εμής παιδείας, μη αφής, αλλά φύλαξον αυτήν σεαυτω εις ζωήν σου.
Παρ. 8,10 Λάβετε παιδείαν και μη αργύριον, και γνώσιν υπέρ χρυσίον δεδοκιμασμένον·
Παρ. 10,17 Ὁδοὺς δικαίας ζωῆς φυλάσσει παιδεία, παιδεία δὲ ἀνεξέλεγκτος πλανᾶται.
Παρ. 12,1 Ὁ ἀγαπῶν παιδείαν, ἀγαπᾷ αἴσθησιν, ὁ δὲ μισῶν ἐλέγχους ἄφρων.
Πραξ. 7,22 καὶ ἐπαιδεύθη Μωϋσῆς πάσῃ σοφίᾳ Αἰγυπτίων, ἦν δὲ δυνατὸς ἐν λόγοις καὶ ἐν ἔργοις.
Σειρ. 6,18 Τέκνον, εκ νεότητός σου επίλεξαι παιδείαν, και έως πολιών ευρήσεις σοφίαν.
Σοφ.Σολ. 6,11 Ἐπιθυμήσατε ουν των λόγων μου, ποθήσατε και παιδευθήσεσθε.
ΠΕΡΙ ΠΑΡΑΒΟΛΩΝ ΤΟΥ ΚΥΡΙΟΥ
Ἰωάν.10,1-16 Η ΠΑΡΑΒΟΛΗ ΤΟΥ ΚΑΛΟΥ ΠΟΙΜΕΝΟΣ Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής· ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ᾿ ὄνομα καὶ ἐξάγει αὐτά. Καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ· ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ᾿ αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ᾿ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Ἐγώ εἰμι ἡ θύρα· δι᾿ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός.
Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δἑ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν, καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.
Ἰωάν. 15,1-8 Η ΠΑΡΑΒΟΛΗ ΤΗΣ ΑΜΠΕΛΟΥ Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, καὶ ὁ πατήρ μου ὁ γεωργός ἐστι. Πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπόν, αἴρει αὐτό, καὶ πᾶν τὸ καρπὸν φέρον, καθαίρει αὐτό, ἵνα πλείονα καρπὸν φέρῃ. Ἤδη ὑμεῖς καθαροί ἐστε διὰ τὸν λόγον ὃν λελάληκα ὑμῖν. Μείνατε ἐν ἐμοί, κἀγὼ ἐν ὑμῖν. καθὼς τὸ κλῆμα οὐ δύναται καρπὸν φέρειν ἀφ᾿ ἑαυτοῦ, ἐὰν μὴ μείνῃ ἐν τῇ ἀμπέλῳ, οὕτως οὐδὲ ὑμεῖς, ἐὰν μὴ ἐν ἐμοὶ μείνητε. Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα. ὁ μένων ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ, οὗτος φέρει καρπὸν πολύν, ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν. Ἐὰν μή τις μείνῃ ἐν ἐμοί, ἐβλήθη ἔξω ὡς τὸ κλῆμα καὶ ἐξηράνθη, καὶ συνάγουσιν αὐτὰ καὶ εἰς τὸ πῦρ βάλλουσι, καὶ καίεται. Ἐὰν μείνητε ἐν ἐμοὶ καὶ τὰ ῥήματά μου ἐν ὑμῖν μείνῃ, ὃ ἐὰν θέλητε αἰτήσασθε, καὶ γενήσεται ὑμῖν. Ἐν τούτῳ ἐδοξάσθη ὁ πατήρ μου, ἵνα καρπὸν πολὺν φέρητε, καὶ γενήσεσθε ἐμοὶ μαθηταί.
Λουκ. 7,36-50 Η ΠΑΡΑΒΟΛΗ ΤΩΝ ΔΥΟ ΟΦΕΙΛΕΤΩΝ Ἠρώτα δέ τις αὐτὸν τῶν Φαρισαίων ἵνα φάγῃ μετ᾿ αὐτοῦ· καὶ εἰσελθὼν εἰς τὴν οἰκίαν τοῦ Φαρισαίου ἀνεκλίθη. Καὶ ἰδοὺ γυνὴ ἐν τῇ πόλει ἥτις ἦν ἁμαρτωλός, καὶ ἐπιγνοῦσα ὅτι ἀνάκειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρι-σαίου, κομίσασα ἀλάβαστρον μύρου καὶ στᾶσα ὀπίσω παρὰ τοὺς πόδας αὐτοῦ κλαίουσα, ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ τοῖς δάκρυσι καὶ ταῖς θριξὶ τῆς κεφαλῆς αὐτῆς ἐξέμασσε, καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ καὶ ἤλειφε τῷ μύρῳ. Ἰδὼν δὲ ὁ Φαρισαῖος ὁ καλέσας αὐτὸν εἶπεν ἐν ἑαυτῷ λέγων· οὗτος εἰ ἦν προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστι. Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπε πρὸς αὐτόν· Σίμων, ἔχω σοί τι εἰπεῖν, ὁ δέ φησι· διδάσκαλε, εἰπέ. Δύο χρεωφειλέται ἦσαν δανειστῇ τινι. ὁ εἷς ὤφειλε δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα. Μὴ ἐχόντων δὲ αὐτῶν ἀποδοῦναι, ἀμφοτέροις ἐχαρίσατο· τίς οὖν αὐτῶν, εἰπέ, πλεῖον αὐτὸν ἀγαπήσει; Ἀποκριθεὶς δὲ ὁ Σίμων εἶπεν· ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο. Ὁ δὲ εἶπεν αὐτῷ· ὀρθῶς ἔκρινας. Καὶ στραφεὶς πρὸς τὴν γυναῖκα τῷ Σίμωνι ἔφη· βλέπεις ταύτην τὴν γυναῖκα; εἰσῆλθόν σου εἰς τὴν οἰκίαν, ὕδωρ ἐπὶ τοὺς πόδας μου οὐκ ἔδωκας· αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέ μου τοὺς πόδας καὶ ταῖς θριξὶ τῆς κεφαλῆς αὐτῆς ἐξέμαξε. Φίλημά μοι οὐκ ἔδωκας· αὕτη δὲ ἀφ᾿ ἧς εἰσῆλθεν οὐ διέλιπε καταφιλοῦσά μου τοὺς πόδας. Ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας· αὕτη δὲ μύρῳ ἤλειψέ μου τοὺς πόδας. Οὗ χάριν λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησε πολύ· ᾧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ. Εἶπε δὲ αὐτῇ· ἀφέωνταί σου αἱ ἁμαρτίαι. Καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς· τίς οὗτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν; Εἶπε δὲ πρὸς τὴν γυναῖκα· ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην.
Λουκ.10,25-37 Η ΠΑΡΑΒΟΛΗ ΤΟΥ ΚΑΛΟΥ ΣΑΜΑΡΕΙΤΟΥ Καὶ ἰδοὺ νομικός τις ἀνέστη ἐκπειράζων αὐτὸν καὶ λέγων· διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; ὁ δὲ εἶπε πρὸς αὐτόν· ἐν τῷ νόμῳ τί γέγραπται; πῶς ἀναγινώσκεις; Ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ τὸν πλησίον σου ὡς σεαυτόν· εἶπε δὲ αὐτῷ· ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει καὶ ζήσῃ. Ὁ δὲ θέλων δικαιοῦν ἑαυτὸν εἶπε πρὸς τὸν Ἰησοῦν· καὶ τίς ἐστί μου πλησίον; Ὑπολαβὼν δὲ ὁ Ἰησοῦς εἶπεν· ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχώ, καὶ λῃσταῖς περιέπεσεν· οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον ἀφέντες ἡμιθανῆ τυγχάνοντα. Κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ, καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν. Ὁμοίως δὲ καὶ Λευΐτης γενόμενος κατὰ τὸν τόπον, ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθε. Σαμαρείτης δέ τις ὁδεύων ἦλθε κατ᾿ αὐτόν, καὶ ἰδὼν αὐτὸν ἐσπλαγχνίσθη, καὶ προσελθὼν κατέδησε τὰ τραύματα αὐτοῦ ἐπιχέων ἔλαιον καὶ οἶνον, ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον καὶ ἐπεμελήθη αὐτοῦ· καὶ ἐπὶ τὴν αὔριον ἐξελθών, ἐκβαλὼν δύο δηνάρια ἔδωκε τῷ πανδοχεῖ καὶ εἶπεν αὐτῷ· ἐπιμελήθητι αὐτοῦ, καὶ ὅ,τι ἂν προσδαπανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι. Τίς οὖν τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς; ὁ δὲ εἶπεν· ὁ ποιήσας τὸ ἔλεος μετ᾿ αὐτοῦ. εἶπεν οὖν αὐτῷ ὁ Ἰησοῦς· πορεύου καὶ σὺ ποίει ὁμοίως.
Λουκ.12,16-21 Η ΠΑΡΑΒΟΛΗ ΤΟΥ ΑΦΡΟΝΟΣ ΠΛΟΥΣΙΟΥ Εἶπε δὲ παραβολὴν πρὸς αὐτοὺς λέγων· ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα· καὶ διελογίζετο ἐν ἑαυτῷ λέγων· τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου; καὶ εἶπε· τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντα τὰ γενήματά μου καὶ τὰ ἀγαθά μου, καὶ ἐρῶ τῇ ψυχῇ μου· ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου. Εἶπε δὲ αὐτῷ ὁ Θεός· ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας τίνι ἔσται; οὕτως ὁ θησαυρίζων ἑαυτῷ, καὶ μὴ εἰς Θεὸν πλουτῶν.
Λουκ. 12,42-48 Η ΠΑΡΑΒΟΛΗ ΤΟΥ ΠΙΣΤΟΥ ΔΟΥΛΟΥ    Εἶπε δὲ ὁ Κύριος· τίς ἄρα ἐστὶν ὁ πιστὸς οἰκονόμος καὶ φρόνιμος, ὃν καταστήσει ὁ κύριος ἐπὶ τῆς θεραπείας αὐτοῦ τοῦ διδόναι ἐν καιρῷ τὸ σιτομέτριον;          μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει οὕτω ποιοῦντα. Ἀληθῶς λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. Ἐὰν δὲ εἴπῃ ὁ δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ, χρονίζει ὁ κύριός μου ἔρχεσθαι, καὶ ἄρξηται τύπτειν τοὺς παῖδας καὶ τὰς παιδίσκας, ἐσθίειν τε καὶ πίνειν καὶ μεθύσκεσθαι, ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, καὶ διχοτομήσει αὐτόν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει. Ἐκεῖνος δὲ ὁ δοῦλος, ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου ἑαυτοῦ καὶ μὴ ἑτοιμάσας μηδὲ ποιήσας πρὸς τὸ θέλημα αὐτοῦ, δαρήσεται πολλάς· ὁ δὲ μὴ γνούς, ποιήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας. παντὶ δὲ ᾧ ἐδόθη πολύ, πολὺ ζητηθήσεται παρ᾿ αὐτοῦ, καὶ ᾧ παρέθεντο πολύ, περισσότερον αἰτήσουσιν αὐτόν.
Λουκ.13,6-9 Η ΠΑΡΑΒΟΛΗ ΤΗΣ ΑΚΑΡΠΟΥ ΣΥΚΗΣ Ἔλεγε δὲ ταύτην τὴν παραβολήν· συκῆν εἶχέ τις ἐν τῷ ἀμπελῶνι αὐτοῦ πεφυ-τευμένην, καὶ ἦλθε ζητῶν καρπὸν ἐν αὐτῇ, καὶ οὐχ εὗρεν. Εἶπε δὲ πρὸς τὸν ἀμπελουργόν· ἰδοὺ τρία ἔτη ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ, καὶ οὐχ εὑρίσκω· ἔκκοψον αὐτήν· ἱνατί καὶ τὴν γῆν καταργεῖ; ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ· κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως ὅτου σκάψω περὶ αὐτὴν καὶ βάλω κόπρια. Κἂν μὲν ποιήσῃ καρπόν· εἰ δὲ μήγε, εἰς τὸ μέλλον ἐκκόψεις αὐτήν.
+ Λουκ. 14,28-30  Η ΠΑΡΑΒΟΛΗ ΤΟΥ ΟΙΚΟΔΟΜΟΥ ΤΟΥ ΠΥΡΓΟΥ Τίς γὰρ ἐξ ὑμῶν, θέλων πύργον οἰκοδομῆσαι, οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην, εἰ ἔχει τὰ πρὸς ἀπαρτισμόν; ἵνα μήποτε, θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύσαντος ἐκτελέσαι, πάντες οἱ θεωροῦντες ἄρξωνται αὐτῷ ἐμπαίζειν, λέγοντες ὅτι οὗτος ὁ ἄνθρωπος ἤρξατο οἰκοδομεῖν καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι;   
+ Λουκ.14,31-32 Η ΠΑΡΑΒΟΛΗ ΤΟΥ ΕΚΣΤΡΑΤΕΥΟΝΤΟΣ ΒΑΣΙΛΕΩΣ Ἢ τίς βασιλεύς, πορευόμενος συμβαλεῖν ἑτέρῳ βασιλεῖ εἰς πόλεμον, οὐχὶ πρῶτον καθίσας βουλεύεται εἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν ἀπαντῆσαι τῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ ἐπ᾿ αὐτόν; εἰ δὲ μήγε, ἔτι πόῤῥω αὐτοῦ ὄντος πρεσβείαν ἀποστείλας ἐρωτᾷ τὰ πρὸς εἰρήνην. Οὕτως οὖν πᾶς ἐξ ὑμῶν, ὃς οὐκ ἀποτάσσεται πᾶσι τοῖς ἑαυτοῦ ὑπάρχουσιν, οὐ δύναται εἶναί μου μαθητής.
Λουκ. 14,7-14 Η ΠΑΡΑΒΟΛΗ ΤΗΣ ΠΡΩΤΟΚΛΙΣΙΑΣ Ἔλεγε δὲ πρὸς τοὺς κεκλημένους παραβολήν, ἐπέχων πῶς τὰς πρωτοκλισίας ἐξελέγοντο, λέγων πρὸς αὐτούς·  ὅταν κληθῇς ὑπό τινος εἰς γάμους, μὴ κατακλιθῇς εἰς τὴν πρωτοκλισίαν, μήποτε ἐντιμότερός σου ᾖ κεκλημένος ὑπ᾿ αὐτοῦ, καὶ ἐλθὼν ὁ σὲ καὶ αὐτὸν καλέσας ἐρεῖ σοι· δὸς τούτῳ τόπον· καὶ τότε ἄρξῃ μετ᾿ αἰσχύνης τὸν ἔσχατον τόπον κατέχειν. Ἀλλ᾿ ὅταν κληθῇς, πορευθεὶς ἀνάπεσε εἰς τὸν ἔσχατον τόπον, ἵνα ὅταν ἔλθῃ ὁ κεκληκώς σε εἴπῃ σοι· φίλε, προσανάβηθι ἀνώτερον· τότε ἔσται σοι δόξα ἐνώπιον τῶν συνανακειμένων σοι. Ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. Ἔλεγε δὲ καὶ τῷ κεκληκότι αὐτόν· ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον, μὴ φώνει τοὺς φίλους σου μηδὲ τοὺς ἀδελφούς σου μηδὲ τοὺς συγγενεῖς σου μηδὲ γείτονας πλουσίους, μήποτε καὶ αὐτοί σε ἀντικαλέσωσι, καὶ γενήσεταί σοι ἀνταπόδομα. Ἀλλ᾿ ὅταν ποιῇς δοχήν, κάλει πτωχούς, ἀναπήρους, χωλούς, τυφλούς, καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι· ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων.
Λουκ.14,16-24 Η ΠΑΡΑΒΟΛΗ ΤΟΥ ΜΕΓΑΛΟΥ ΔΕΙΠΝΟΥ Ὁ δὲ εἶπεν αὐτῷ· ἄνθρωπός τις ἐποίησε δεῖπνον μέγα καὶ ἐκάλεσε πολλούς·
καὶ ἀπέστειλε τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις· ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά ἐστι πάντα. Καὶ ἤρξαντο ἀπὸ μιᾶς παραιτεῖσθαι πάντες. ὁ πρῶτος εἶπεν αὐτῷ· ἀγρὸν ἠγόρασα, καὶ ἔχω ἀνάγκην ἐξελθεῖν καὶ ἰδεῖν αὐτόν· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. Καὶ ἕτερος εἶπε· ζεύγη βοῶν ἠγόρασα πέντε, καὶ πορεύομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε, ἔχε με παρῃτημένον.
Καὶ ἕτερος εἶπε· γυναῖκα ἔγημα, καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν. Καὶ παραγενόμενος ὁ δοῦλος ἐκεῖνος ἀπήγγειλε τῷ κυρίῳ αὐτοῦ ταῦτα. τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπε τῷ δούλῳ αὐτοῦ· ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς καὶ ἀναπήρους καὶ χωλοὺς καὶ τυφλοὺς εἰσάγαγε ὧδε. καὶ εἶπεν ὁ δοῦλος· κύριε, γέγονεν ὡς ἐπέταξας, καὶ ἔτι τόπος ἐστί. Καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον· ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ ὁ οἶκος μου. Λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ δείπνου.
Λουκ. 15,1-10 ΑΙ ΠΑΡΑΒΟΛΑΙ ΤΟΥ ΑΠΟΛΩΛΟΤΟΣ ΠΡΟΒΑΤΟΥ ΚΑΙ ΤΗΣ ΑΠΟΛΕΣΘΕΙΣΗΣ ΔΡΑΧΜΗΣ Ἦσαν δὲ ἐγγίζοντες αὐτῷ πάντες οἱ τελῶναι καὶ οἱ ἁμαρτωλοὶ ἀκούειν αὐτοῦ. καὶ διεγόγγυζον οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς λέγοντες ὅτι οὗτος ἁμαρτωλοὺς προσδέχεται καὶ συνεσθίει αὐτοῖς. Εἶπε δὲ πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην λέγων· τίς ἄνθρωπος ἐξ ὑμῶν ἔχων ἑκατὸν πρόβατα, καὶ ἀπολέσας ἓν ἐξ αὐτῶν, οὐ καταλείπει τὰ ἐνενήκοντα ἐννέα ἐν τῇ ἐρήμῳ καὶ πορεύεται ἐπὶ τὸ ἀπολωλὸς ἕως οὗ εὕρῃ αὐτό; καὶ εὑρὼν ἐπιτίθησιν ἐπὶ τοὺς ὤμους αὐτοῦ χαίρων, καὶ ἐλθὼν εἰς τὸν οἶκον συγκαλεῖ τοὺς φίλους καὶ τοὺς γείτονας λέγων αὐτοῖς· συγχάρητέ μοι ὅτι εὗρον τὸ πρόβατόν μου τὸ ἀπολωλός. Λέγω ὑμῖν ὅτι οὕτω χαρὰ ἔσται ἐν τῷ οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι ἢ ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις, οἵτινες οὐ χρείαν ἔχουσι μετανοίας.
Λουκ. 15,7 Ἢ τίς γυνὴ δραχμὰς ἔχουσα δέκα, ἐὰν ἀπολέσῃ δραχμὴν μίαν, οὐχὶ ἅπτει λύχνον καὶ σαροῖ τὴν οἰκίαν καὶ ζητεῖ ἐπιμελῶς ἕως ὅτου εὕρῃ; καὶ εὑροῦσα συγκαλεῖ τὰς φίλας καὶ τὰς γείτονας λέγουσα· συγχάρητέ μοι ὅτι εὗρον τὴν δραχμὴν ἣν ἀπώλεσα. Οὕτω, λέγω ὑμῖν, χαρὰ γίνεται ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.
Λουκ. 15,11-32 Η ΠΑΡΑΒΟΛΗ ΤΟΥ ΑΣΩΤΟΥ ΥΙΟΥ Εἶπε δέ· ἄνθρωπός τις εἶχε δύο υἱούς. Καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί· πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας. καὶ διεῖλεν αὐτοῖς τὸν βίον. Καὶ μετ᾿ οὐ πολλὰς ἡμέρας συναγαγὼν ἅπαντα ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν, καὶ ἐκεῖ διεσκόρπισε τὴν οὐσίαν αὐτοῦ ζῶν ἀσώτως. Δαπανήσαντος δὲ αὐτοῦ πάντα ἐγένετο λιμὸς ἰσχυρὸς κατὰ τὴν χώραν ἐκείνην, καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι. Καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης, καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους. Καὶ ἐπεθύμει γεμίσαι τὴν κοιλίαν αὐτοῦ ἀπὸ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι, καὶ οὐδεὶς ἐδίδου αὐτῷ. Εἰς ἑαυτὸν δὲ ἐλθὼν εἶπε· πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύουσιν ἄρτων, ἐγὼ δὲ λιμῷ ἀπόλλυμαι! Ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου καὶ ἐρῶ αὐτῷ· πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου· οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. Καὶ ἀναστὰς ἦλθε πρὸς τὸν πατέρα αὐτοῦ. ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἐσπλαγχνίσθη, καὶ δραμὼν ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ κατεφίλησεν αὐτόν. Εἶπε δὲ αὐτῷ ὁ υἱός· πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου. Εἶπε δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ· ἐξενέγκατε τὴν στολὴν τὴν πρώτην καὶ ἐνδύσατε αὐτόν, καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ καὶ ὑποδήματα εἰς τοὺς πόδας, καὶ ἐνέγκαντες τὸν μόσχον τὸν σιτευτὸν θύσατε, καὶ φαγόντες εὐφρανθῶμεν, ὅτι οὗτος ὁ υἱός μου νεκρὸς ἦν καὶ ἀνέζησε, καὶ ἀπολωλὼς ἦν καὶ εὑρέθη. καὶ ἤρξαντο εὐφραίνεσθαι. Ἦν δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ· καὶ ὡς ἐρχόμενος ἤγγισε τῇ οἰκίᾳ ἤκουσε συμφωνίας καὶ χορῶν, καὶ προσκαλεσάμενος ἕνα τῶν παίδων ἐπυνθάνετο τί εἴη ταῦτα. Ὁ δὲ εἶπεν αὐτῷ ὅτι ὁ ἀδελφός σου ἥκει καὶ ἔθυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτόν, ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν. ὠργίσθη δὲ καὶ οὐκ ἤθελεν εἰσελθεῖν. ὁ οὖν πατὴρ αὐτοῦ ἐξελθὼν παρεκάλει αὐτόν. Ὁ δὲ ἀποκριθεὶς εἶπε τῷ πατρί· ἰδοὺ τοσαῦτα ἔτη δουλεύω σοι καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον, καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ· ὅτε δὲ ὁ υἱός σου οὗτος, ὁ καταφαγών σου τὸν βίον μετὰ πορνῶν, ἦλθεν, ἔθυσας αὐτῷ τὸν μόσχον τὸν σιτευτόν. Ὁ δὲ εἶπεν αὐτῷ· τέκνον, σὺ πάντοτε μετ᾿ ἐμοῦ εἶ, καὶ πάντα τὰ ἐμὰ σά ἐστιν· εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει, ὅτι ὁ ἀδελφός σου οὗτος νεκρὸς ἦν καὶ ἀνέζησε, καὶ ἀπολωλὼς ἦν καὶ εὑρέθη.
Λουκ. 16,1-13 Η ΠΑΡΑΒΟΛΗ ΤΟΥ ΑΔΙΚΟΥ ΟΙΚΟΝΟΜΟΥ Ἔλεγε δὲ καὶ πρὸς τοὺς μαθητὰς αὐτοῦ· ἄνθρωπός τις ἦν πλούσιος, ὃς εἶχεν οἰκονόμον, καὶ οὗτος διεβλήθη αὐτῷ ὡς διασκορπίζων τὰ ὑπάρχοντα αὐτοῦ καὶ φωνήσας αὐτὸν εἶπεν αὐτῷ· τί τοῦτο ἀκούω περὶ σοῦ; ἀπόδος τὸν λόγον τῆς οἰκονομίας σου· οὐ γὰρ δύνῃ ἔτι οἰκονομεῖν. Εἶπε δὲ ἐν ἑαυτῷ ὁ οἰκονόμος· τί ποιήσω, ὅτι ὁ κύριός μου ἀφαιρεῖται τὴν οἰκονομίαν ἀπ᾿ ἐμοῦ; σκάπτειν οὐκ ἰσχύω, ἐπαιτεῖν αἰσχύνομαι· ἔγνων τί ποιήσω, ἵνα, ὅταν μετασταθῶ ἐκ τῆς οἰκονομίας, δέξωνταί με εἰς τοὺς οἴκους ἑαυτῶν. Καὶ προσκαλεσάμενος ἕνα ἕκαστον τῶν χρεωφειλετῶν τοῦ κυρίου ἔλεγε τῷ πρώτῳ· πόσον ὀφείλεις σὺ τῷ κυρίῳ μου; ὁ δὲ εἶπεν· ἑκατὸν βάτους ἐλαίου. καὶ εἶπεν αὐτῷ· δέξαι σου τὸ γράμμα καὶ καθίσας ταχέως γράψον πεντήκοντα. Ἔπειτα ἑτέρῳ εἶπε· σὺ δὲ πόσον ὀφείλεις; ὁ δὲ εἶπεν· ἑκατὸν κόρους σίτου. καὶ λέγει αὐτῷ· δέξαι σου τὸ γράμμα καὶ γράψον ὀγδοήκοντα. Καὶ ἐπῄνεσεν ὁ κύριος τὸν οἰκονόμον τῆς ἀδικίας, ὅτι φρονίμως ἐποίησεν· ὅτι οἱ υἱοὶ τοῦ αἰῶνος τούτου φρονιμότεροι ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς εἰς τὴν γενεὰν τὴν ἑαυτῶν εἰσι. Κἀγὼ ὑμῖν λέγω· ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἵνα, ὅταν ἐκλίπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς. Ὁ πιστὸς ἐν ἐλαχίστῳ καὶ ἐν πολλῷ πιστός ἐστι, καὶ ὁ ἐν ἐλαχίστῳ ἄδικος καὶ ἐν πολλῷ ἄδικός ἐστιν. Εἰ οὖν ἐν τῷ ἀδίκῳ μαμωνᾷ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ἀληθινὸν τίς ὑμῖν πιστεύσει; Καὶ εἰ ἐν τῷ ἀλλοτρίῳ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ὑμέτερον τίς ὑμῖν δώσει; Οὐδεὶς οἰκέτης δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει. οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ.
Λουκ. 16,19-31 Η ΠΑΡΑΒΟΛΗ ΤΟΥ ΠΛΟΥΣΙΟΥ ΚΑΙ ΤΟΥ ΛΑΖΑΡΟΥ Ἄνθρωπος δέ τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον εὐφραινόμενος καθ᾿ ἡμέραν λαμπρῶς. Πτωχὸς δέ τις ἦν ὀνόματι Λάζαρος, ὃς ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ ἡλκωμένος καὶ ἐπιθυμῶν χορτασθῆναι ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ἀπέλειχον τὰ ἕλκη αὐτοῦ. ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον Ἀβραάμ· ἀπέθανε δὲ καὶ ὁ πλούσιος καὶ ἐτάφη. Καὶ ἐν τῷ ᾅδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὑπάρχων ἐν βασάνοις, ὁρᾷ τὸν Ἀβραὰμ ἀπὸ μακρόθεν καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ. Καὶ αὐτὸς φωνήσας εἶπε· πάτερ Ἀβραάμ, ἐλέησόν με καὶ πέμψον Λάζαρον ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος καὶ καταψύξῃ τὴν γλῶσσάν μου, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ. Εἶπε δὲ Ἀβραάμ· τέκνον, μνήσθητι ὅτι ἀπέλαβες σὺ τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ ὧδε παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι· καὶ ἐπὶ πᾶσι τούτοις μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται, ὅπως οἱ θέλοντες διαβῆναι ἔνθεν πρὸς ὑμᾶς μὴ δύνωνται, μηδὲ οἱ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν. Εἶπε δέ· ἐρωτῶ οὖν σε, πάτερ, ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου· ἔχω γὰρ πέντε ἀδελφούς· ὅπως διαμαρτύρηται αὐτοῖς, ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου. Λέγει αὐτῷ Ἀβραάμ· ἔχουσι Μωϋσέα καὶ τοὺς προφήτας· ἀκουσάτωσαν αὐτῶν. Ὁ δὲ εἶπεν· οὐχί, πάτερ Ἀβραάμ, ἀλλ᾿ ἐάν τις ἀπὸ νεκρῶν πορευθῇ πρὸς αὐτούς, μετανοήσουσιν. Εἶπε δὲ αὐτῷ· εἰ Μωϋσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν, οὐδὲ ἐάν τις ἐκ νεκρῶν ἀναστῇ πεισθήσονται.
Λουκ. 18,1-8 Η ΠΑΡΑΒΟΛΗ ΤΟΥ ΑΔΙΚΟΥ ΚΡΙΤΟΥ Ἔλεγε δὲ καὶ παραβολὴν αὐτοῖς πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι αὐτοὺς καὶ μὴ ἐκκακεῖν, λέγων· κριτής τις ἦν ἔν τινι πόλει τὸν Θεὸν μὴ φοβούμενος καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος. Χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ, καὶ ἤρχετο πρὸς αὐτὸν λέγουσα· ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου. Καὶ οὐκ ἠθέλησεν ἐπὶ χρόνον· μετὰ δὲ ταῦτα εἶπεν ἐν ἑαυτῷ· εἰ καὶ τὸν Θεὸν οὐ φοβοῦμαι καὶ ἄνθρωπον οὐκ ἐντρέπομαι, διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην ἐκδικήσω αὐτήν, ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑποπιάζῃ με. Εἶπε δὲ ὁ Κύριος· ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει· ὁ δὲ Θεὸς οὐ μὴ ποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ τῶν βοώντων πρὸς αὐτὸν ἡμέρας καὶ νυκτός, καὶ μακροθυμῶν ἐπ᾿ αὐτοῖς; λέγω ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει. πλὴν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;
Λουκ. 18,9-14 Η ΠΑΡΑΒΟΛΗ ΤΟΥ ΤΕΛΩΝΟΥ ΚΑΙ ΤΟΥ ΦΑΡΙΣΑΙΟΥ Εἶπε δὲ καὶ πρός τινας τοὺς πεποιθότας ἐφ᾿ ἑαυτοῖς ὅτι εἰσὶ δίκαιοι, καὶ ἐξουθενοῦντας τοὺς λοιπούς, τὴν παραβολὴν ταύτην· ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, ὁ εἷς Φαρισαῖος καὶ ὁ ἕτερος τελώνης. Ὁ Φαρισαῖος σταθεὶς πρὸς ἑαυτὸν ταῦτα προσηύχετο· ὁ Θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης· νηστεύω δὶς τοῦ σαββάτου, ἀποδεκατῶ πάντα ὅσα κτῶμαι. Καὶ ὁ τελώνης μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν ἐπᾶραι, ἀλλ᾿ ἔτυπτεν εἰς τὸ στῆθος αὐτοῦ λέγων· ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ. Λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ ἢ γὰρ ἐκεῖνος· ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.
Ματθ.13,3-9 Η ΠΑΡΑΒΟΛΗ ΤΟΥ ΣΠΕΙΡΟΝΤΟΣ ΓΕΩΡΓΟΥ Καὶ ἐλάλησεν αὐτοῖς πολλὰ ἐν παραβολαῖς λέγων· ἰδοὺ ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι. καὶ ἐν τῷ σπείρειν αὐτὸν ἃ μὲν ἔπεσε παρὰ τὴν ὁδόν, καὶ ἐλθόντα τὰ πετεινὰ κατέφαγεν αὐτά· ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰ πετρώδη, ὅπου οὐκ εἶχε γῆν πολλήν, καὶ εὐθέως ἐξανέτειλε διὰ τὸ μὴ ἔχειν βάθος γῆς, ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσθη, καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη· ἄλλα δὲ ἔπεσεν επὶ τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ ἀπέπνιξαν αὐτά· ἄλλα δὲ ἔπεσεν ἐπὶ τὴν γῆν τὴν καλὴν καὶ ἐδίδου καρπὸν ὃ μὲν ἑκατόν, ὃ δὲ ἐξήκοντα, ὃ δὲ τριάκοντα. Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω. Ματθ.13,18-23 Ὑμεῖς οὖν ἀκούσατε τὴν παραβολὴν τοῦ σπείραντος. Παντὸς ἀκούοντος τὸν λόγον τῆς βασιλείας καὶ μὴ συνιέντος, ἔρχεται ὁ πονηρὸς καὶ αἴρει τὸ ἐσπαρμένον ἐν τῇ καρδίᾳ αὐτοῦ· οὗτός ἐστιν ὁ παρὰ τὴν ὁδὸν σπαρείς. Ὁ δὲ ἐπὶ τὰ πετρώδη σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ εὐθέως μετὰ χαρᾶς δεχόμενος καὶ λαμβάνων αὐτόν· οὐκ ἔχει δὲ ῥίζαν ἐν ἑαυτῷ, ἀλλὰ πρόσκαιρός ἐστι, γενομένης δὲ θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον εὐθὺς σκανδαλίζεται. Ὁ δὲ εἰς τὰς ἀκάνθας σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ ἡ μέριμνα τοῦ αἰῶνος τούτου καὶ ἡ ἀπάτη τοῦ πλούτου συμπνίγει τὸν λόγον, καὶ ἄκαρπος γίνεται. Ὁ δὲ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ συνιῶν· ὃς δὴ καρποφορεῖ καὶ ποιεῖ ὃ μὲν ἑκατόν, ὃ δὲ ἑξήκοντα, ὃ δὲ τριάκοντα.
Ματθ. 13,24-30 Η ΠΑΡΑΒΟΛΗ ΤΩΝ ΖΙΖΑΝΙΩΝ Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων· ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείραντι καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ· ἐν δὲ τῷ καθεύδειν τοὺς ἀνθρώπους ἦλθεν αὐτοῦ ὁ ἐχθρὸς καὶ ἔσπειρε ζιζάνια ἀνὰ μέσον τοῦ σίτου καὶ ἀπῆλθεν. Ὅτε δὲ ἐβλάστησεν ὁ χόρτος καὶ καρπὸν ἐποίησε, τότε ἐφάνη καὶ τὰ ζιζάνια. Προσελθόντες δὲ οἱ δοῦλοι τοῦ οἰκοδεσπότου εἶπον αὐτῷ· κύριε, οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ σῷ ἀγρῷ; πόθεν οὖν ἔχει ζιζάνια; Ὁ δὲ ἔφη αὐτοῖς· ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησεν. οἱ δὲ δοῦλοι εἶπον αὐτῷ· θέλεις οὖν ἀπελθόντες συλλέξωμεν αὐτά; Ὁ δὲ ἔφη· οὔ, μήποτε συλλέγοντες τὰ ζιζάνια ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον· ἄφετε συναυξάνεσθαι ἀμφότερα μέχρι τοῦ θερισμοῦ, καὶ ἐν καιρῷ τοῦ θερισμοῦ ἐρῶ τοῖς θερισταῖς· συλλέξατε πρῶτον τὰ ζιζάνια καὶ δήσατε αὐτὰ εἰς δέσμας πρὸς τὸ κατακαῦσαι αὐτά, τὸν δὲ σῖτον συναγάγετε εἰς τὴν ἀποθήκην μου.
Ματθ. 13,36-43 Τότε ἀφεὶς τοὺς ὄχλους ἦλθεν εἰς τὴν οἰκίαν αὐτοῦ. Καὶ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες· φράσον ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ. Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· ὁ σπείρων τὸ καλὸν σπέρμα ἐστὶν ὁ υἱὸς τοῦ ἀνθρώπου· ὁ δὲ ἀγρός ἐστιν ὁ κόσμος· τὸ δὲ καλὸν σπέρμα, οὗτοί εἰσιν οἱ υἱοὶ τῆς βασιλείας· τὰ δὲ ζιζάνιά εἰσι οἱ υἱοὶ τοῦ πονηροῦ· ὁ δὲ ἐχθρὸς ὁ σπείρας αὐτά ἐστιν ὁ διάβολος· ὁ δὲ θερισμὸς συντέλεια τοῦ αἰῶνός ἐστιν· οἱ δὲ θερισταὶ ἄγγελοί εἰσιν. Ὤσπερ οὖν συλλέγεται τὰ ζιζάνια καὶ πυρὶ καίεται, οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος τούτου. Ἀποστελεῖ ὁ υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν, καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν. Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.
Ματθ. 13,31-32 Η ΠΑΡΑΒΟΛΗ ΤΟΥ ΚΟΚΚΟΥ ΤΟΥ ΣΙΝΑΠΕΩΣ Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων· ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔσπειρεν ἐν τῷ ἀγρῷ αὐτοῦ· ὃ μικρότερον μέν ἐστι πάντων τῶν σπερμάτων, ὅταν δὲ αὐξηθῇ, μεῖζον πάντων τῶν λαχάνων ἐστὶ καὶ γίνεται δένδρον, ὥστε ἐλθεῖν τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ κατασκηνοῦν ἐν τοῖς κλάδοις αὐτοῦ.
Ματθ. 13,33 Η ΠΑΡΑΒΟΛΗ ΤΗΣ ΖΥΜΗΣ Ἄλλην παραβολὴν ἐλάλησεν αὐτοῖς· ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἐνέκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον.
Ματθ. 13,44 Η ΠΑΡΑΒΟΛΗ ΤΟΥ ΚΕΚΡΥΜΕΝΟΥ ΘΗΣΑΥΡΟΥ Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἔκρυψε, καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει καὶ πάντα ὅσα ἔχει πωλεῖ καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον.
Ματθ. 13,45-46 Η ΠΑΡΑΒΟΛΗ ΤΟΥ ΠΟΛΥΤΙΜΟΥ ΜΑΡΓΑΡΙΤΗ Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας·  ὃς εὑρὼν ἕνα πολύτιμον μαργαρίτην ἀπελθὼν πέπρακε πάντα ὅσα εἶχε καὶ ἠγόρασεν αὐτόν.
Ματθ. 13,47-49 Η ΠΑΡΑΒΟΛΗ ΤΗΣ ΣΑΓΗΝΗΣ Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν καὶ ἐκ παντὸς γένους συναγαγούσῃ· ἥν, ὅτε ἐπληρώθη, ἀναβιβάσαντες αὐτὴν ἐπὶ τὀν αἰγιαλὸν καὶ καθίσαντες συνέλεξαν τὰ καλὰ εἰς ἀγγεῖα, τὰ δὲ σαπρὰ ἔξω ἔβαλον. Οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος. ἐξελεύσονται οἱ ἄγγελοι καὶ ἀφοριοῦσι τοὺς πονη-ροὺς ἐκ μέσου τῶν δικαίων, καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
Ματθ. 20,1-16 Η ΠΑΡΑΒΟΛΗ ΤΩΝ ΕΡΓΑΤΩΝ ΤΟΥ ΑΜΠΕΛΩΝΟΣ Ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐξῆλθεν ἅμα πρωΐ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ. Καὶ συμφωνήσας μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ. Καὶ ἐξελθὼν περὶ τρίτην ὥραν εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς, καὶ ἐκείνοις εἶπεν· ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν. Οἱ δὲ ἀπῆλθον. Πάλιν ἐξελθὼν περὶ ἕκτην καὶ ἐνάτην ὥραν ἐποίησεν ὡσαύτως. Περὶ δὲ τὴν ἑνδεκάτην ὥραν ἐξελθὼν εὗρεν ἄλλους ἑστῶτας ἀργούς, καὶ λέγει αὐτοῖς· τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; λέγουσιν αὐτῷ· ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο. λέγει αὐτοῖς· ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον λήψεσθε. Ὀψίας δὲ γενομένης λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ· κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος αὐτοῖς τὸν μισθόν, ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων. Καὶ ἐλθόντες οἱ περὶ τὴν ἑνδεκάτην ὥραν ἔλαβον ἀνὰ δηνάριον. Ἐλθόντες δὲ οἱ πρῶτοι ἐνόμισαν ὅτι πλείονα λήψονται, καὶ ἔλαβον καὶ αὐτοὶ ἀνὰ δηνάριον. Λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου λέγοντες ὅτι οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους ἡμῖν αὐτοὺς ἐποίησας τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα. Ὀ δὲ ἀποκριθεὶς εἶπεν ἑνὶ αὐτῶν· ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησάς μοι; ἆρον τὸ σὸν καὶ ὕπαγε· θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί· ἢ οὐκ ἔξεστί μοι ποιῆσαι ὃ θέλω ἐν τοῖς ἐμοῖς; εἰ ὁ ὀφθαλμός σου πονηρός ἐστιν ὅτι ἐγὼ ἀγαθός εἰμι; Οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι καὶ οἱ πρῶτοι ἔσχατοι· πολλοὶ γάρ εἰσι κλητοί, ὀλίγοι δἐ ἐκλεκτοί.
Ματθ. 18,21-35 Η ΠΑΡΑΒΟΛΗ ΤΟΥ ΑΣΠΛΑΓΧΝΟΥ ΟΦΕΙΛΕΤΟΥ Τότε προσελθὼν αὐτῷ ὁ Πέτρος εἶπε· Κύριε, ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου καὶ ἀφήσω αὐτῷ; ἕως ἑπτάκις;    λέγει αὐτῷ ὁ Ἰησοῦς· οὐ λέγω σοι ἕως ἑπτάκις, ἀλλ᾿ ἕως ἑβδομηκοντάκις ἑπτά.
Διὰ τοῦτο ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὃς ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ. Ἀρξαμένου δὲ αὐτοῦ συναίρειν προσηνέχθη αὐτῷ εἷς ὀφειλέτης μυρίων ταλάντων. Μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι ἐκέλευσεν αὐτὸν ὁ κύριος αὐτοῦ πραθῆναι καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰ τέκνα καὶ πάντα ὅσα εἶχε, καὶ ἀποδοθῆναι. Πεσὼν οὖν ὁ δοῦλος προσεκύνει αὐτῷ λέγων· κύριε, μακροθύμησον ἐπ᾿ ἐμοὶ καὶ πάντα σοι ἀποδώσω. Σπλαγχνισθεὶς δὲ ὁ κύριος τοῦ δούλου ἐκείνου ἀπέλυσεν αὐτὸν καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ. Ἐξελθὼν δὲ ὁ δοῦλος ἐκεῖνος εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ, ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια, καὶ κρατήσας αὐτὸν ἔπνιγε λέγων· ἀπόδος μοι εἴ τι ὀφείλεις. Πεσὼν οὖν ὁ σύνδουλος αὐτοῦ εἰς τοὺς πόδας αὐτοῦ παρεκάλει αὐτὸν λέγων· μακροθύμησον ἐπ᾿ ἐμοὶ καὶ ἀποδώσω σοι· ὁ δὲ οὐκ ἤθελεν, ἀλλὰ ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς φυλακὴν ἕως οὗ ἀποδῷ τὸ ὀφειλόμενον. ἰδόντες δὲ οἱ σύνδουλοι αὐτοῦ τὰ γενόμενα ἐλυπήθησαν σφόδρα, καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ ἑαυτῶν πάντα τὰ γενόμενα. τότε προσκαλεσάμενος αὐτὸν ὁ κύριος αὐτοῦ λέγει αὐτῷ· δοῦλε πονηρέ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με. Οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς καὶ ἐγώ σε ἠλέησα;
Καὶ ὀργισθεὶς ὁ κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον αὐτῷ. Οὕτω καὶ ὁ πατήρ μου ὁ ἐπουράνιος ποιήσει ὑμῖν, ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν τὰ παραπτώματα αὐτῶν.
Ματθ. 21,28-32 Η ΠΑΡΑΒΟΛΗ ΤΩΝ ΔΥΟ ΥΙΩΝ Τί δὲ ὑμῖν δοκεῖ; ἄνθρωπός τις εἶχε τέκνα δύο, καὶ προσελθὼν τῷ πρώτῳ εἶπε· τέκνον, ὕπαγε σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνί μου. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· οὐ θέλω· ὕστερον δὲ μεταμεληθεὶς ἀπῆλθε. Καὶ προσελθὼν τῷ δευτέρῳ εἶπεν ὡσαύτως. ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἐγώ, κύριε· καὶ οὐκ ἀπῆλθε. Τίς ἐκ τῶν δύο ἐποίησε τὸ θέλημα τοῦ πατρός; λέγουσιν αὐτῷ· ὁ πρῶτος. λέγει αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Ἦλθε γὰρ πρὸς ὑμᾶς Ἰωάννης ἐν ὁδῷ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ· οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ· ὑμεῖς δὲ ἰδόντες οὐ μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι αὐτῷ.
Ματθ. 21,33-44 Η ΠΑΡΑΒΟΛΗ ΤΩΝ ΚΑΚΩΝ ΓΕΩΡΓΩΝ Ἄλλην παραβολὴν ἀκούσατε. ἄνθρωπός τις ἦν οἰκοδεσπότης, ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκε καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησε πύργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησεν. Ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλε τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ. Καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν. Πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων, καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως. Ὕστερον δὲ ἀπέστειλε πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ λέγων· ἐντραπήσονται τὸν υἱόν μου. Οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς· οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀπο-κτείνωμεν αὐτὸν καὶ κατάσχωμεν τὴν κληρονομίαν αὐτοῦ. Καὶ λαβόντες αὐτὸν ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος, καὶ ἀπέκτειναν. Ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις; Λέγουσιν αὐτῷ· κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν; Διὰ τοῦτο λέγω ὑμῖν ὅτι ἀρθήσεται ἀφ᾿ ὑμῶν ἡ βασιλεία τοῦ Θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς· καὶ ὁ πεσὼν ἐπὶ τὸν λίθον τοῦτον συνθλασθήσεται· ἐφ᾿ ὃν δ᾿ ἂν πέσῃ, λικμήσει αὐτόν.
Ματθ. 22,1-14 Η ΠΑΡΑΒΟΛΗ ΤΩΝ ΒΑΣΙΛΙΚΩΝ ΓΑΜΩΝ Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς πάλιν εἶπεν αὐτοῖς ἐν παραβολαῖς λέγων· ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησε γάμους τῷ υἱῷ αὐτοῦ. Καὶ ἀπέστειλε τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, καὶ οὐκ ἤθελον ἐλθεῖν. Πάλιν ἀπέστειλεν ἄλλους δούλους λέγων· εἴπατε τοῖς κεκλημένοις· ἰδοὺ τὸ ἄριστόν μου ἡτοίμασα, οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους. Οἱ δὲ ἀμελήσαντες ἀπῆλθον, ὁ μὲν εἰς τὸν ἴδιον ἀγρόν, ὁ δὲ εἰς τὴν ἐμπορίαν αὐτοῦ· οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν. Ἀκούσας δὲ ὁ βασιλεὺς ἐκεῖνος ὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ ἀπώλεσε τοὺς φονεῖς ἐκείνους καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησε. Τότε λέγει τοῖς δούλοις αὐτοῦ· ὁ μὲν γάμος ἕτοιμός ἐστιν, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι· πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅσους ἐὰν εὕρητε καλέσατε εἰς τοὺς γάμους, καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς συνήγαγον πάντας ὅσους εὗρον, πονηρούς τε καὶ ἀγαθούς· καὶ ἐπλήσθη ὁ γάμος ἀνακειμένων. Εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου, καὶ λέγει αὐτῷ· ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; ὁ δὲ ἐφιμώθη. Τότε εἶπεν ὁ βασιλεὺς τοῖς διακόνοις· δήσαντες αὐτοῦ πόδας καὶ χεῖρας ἄρατε αὐτὸν καὶ ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. πολλοὶ γάρ εἰσι κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.
Ματθ. 25,1-13 Η ΠΑΡΑΒΟΛΗ ΤΩΝ ΔΕΚΑ ΠΑΡΘΕΝΩΝ Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι καὶ αἱ πέντε μωραί. Αἵτινες μωραὶ λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν οὐκ ἔλαβον μεθ᾿ ἑαυτῶν ἔλαιον· αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι· μήποτε οὐκ ἀρκέσει ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν ὁ νυμφίος καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι· κύριε κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν ἐν ᾗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
Ματθ. 25,14-30 Η ΠΑΡΑΒΟΛΗ ΤΩΝ ΤΑΛΑΝΤΩΝ Ὥσπερ γὰρ ἄνθρωπος ἀποδημῶν ἐκάλεσε τοὺς ἰδίους δούλους καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ, καὶ ᾧ μὲν ἔδωκε πέντε τάλαντα, ᾧ δὲ δύο, ᾧ δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν, καὶ ἀπεδήμησεν εὐθέως. πορευθεὶς δὲ ὁ τὰ πέντε τάλαντα λαβὼν εἰργάσατο ἐν αὐτοῖς καὶ ἐποίησεν ἄλλα πέντε τάλαντα. Ὡσαύτως καὶ ὁ τὰ δύο ἐκέρδησε καὶ αὐτὸς ἄλλα δύο. Ὁ δὲ τὸ ἓν λαβὼν ἀπελθὼν ὤρυξεν ἐν τῇ γῇ καὶ ἀπέκρυψε τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ. Μετὰ δὲ χρόνον πολὺν ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων καὶ συναίρει μετ᾿ αὐτῶν λόγον. Καὶ προσελθὼν ὁ τὰ πέντε τάλαντα λαβὼν προσήνεγκεν ἄλλα πέντε τάλαντα λέγων· κύριε, πέντε τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα πέντε τάλαντα ἐκέρδησα ἐπ᾿ αὐτοῖς. Ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ· εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ! ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. Προσελθὼν δὲ καὶ ὁ τὰ δύο τάλαντα λαβὼν εἶπε· κύριε, δύο τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα δύο τάλαντα ἐκέρδησα ἐπ᾿ αὐτοῖς. Ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ· εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ! ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. Προσελθὼν δὲ καὶ ὁ τὸ ἓν τάλαντον εἰληφὼς εἶπε· κύριε· ἔγνων σε ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας· καὶ φοβηθεὶς ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ· ἴδε ἔχεις τὸ σόν. Ἀποκριθεὶς δὲ ὁ κύριος αὐτοῦ εἶπεν αὐτῷ· πονηρὲ δοῦλε καὶ ὀκνηρέ! ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα! Ἔδει οὖν σε βαλεῖν τὸ ἀργύριόν μου τοῖς τραπεζίταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ. Ἄρατε οὖν ἀπ᾿ αὐτοῦ τὸ τάλαντον καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα. τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται καὶ περισσευθήσεται, ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾿ αὐτοῦ. Καὶ τὸν ἀχρεῖον δοῦλον ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
ΠΕΡΙ ΠΑΡΑΔΕΙΓΜΑΤΟΣ ΚΑΙ ΜΙΜΗΣΗΣ
Α Θεσ. 1,6 καὶ ὑμεῖς μιμηταὶ ἡμῶν ἐγενήθητε καὶ τοῦ Κυρίου δεξάμενοι τὸν λόγον ἐν θλίψει πολλῇ μετὰ χαρᾶς Πνεύματος Ἁγίου,
Α Θεσ-1,7 ώστε γενέσθαι υμάς τύπους πάσι τοίς πιστεύουσιν εν τη Μακεδονία και εν τη Αχαϊα.
Α Θεσ. 2,14 ὑμεῖς γὰρ μιμηταὶ ἐγενήθητε, ἀδελφοί, τῶν ἐκκλησιῶν τοῦ Θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ ἐν Χριστῷ Ἰησοῦ, ὅτι τὰ αὐτὰ ἐπάθετε καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετῶν καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων,
Α Κορ-4,16 Παρακαλώ ούν υμάς, μιμηταί μου γίνεσθε.
Α Κορ-11,1 Μιμηταί μου γίνεσθε, καθώς καγώ Χριστού.
Α Πε. 2,21 εἰς τοῦτο γὰρ ἐκλήθητε, ὅτι καὶ Χριστὸς ἔπαθεν ὑπὲρ ὑμῶν, ὑμῖν ὑπολιμπάνων ὑπογραμμὸν ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ·
Α Πετρ-3,13 Και τις ο κακώσων υμάς, εάν του αγαθού μιμηταί γένησθε;
Β Πε. 2,6 καὶ πόλεις Σοδόμων καὶ Γομόῤῥας τεφρώσας καταστροφῇ κατέκρινεν, ὑπόδειγμα μελλόντων ἀσεβεῖν τεθεικώς,
Εφεσ-5,1 Γίνεσθε ούν μιμηταί του Θεού ως τέκνα αγαπητά
Εβρ-6,12 ίνα μη νωθροί γινεσθε, μιμηταί δε των διά πίστεως και μακροθυμίας κληρονομούντων τάς επαγγελίας.
Ιακ. 5,10 ὑπόδειγμα λάβετε, ἀδελφοί μου, τῆς κακοπαθείας καὶ τῆς μακροθυμίας τοὺς προφήτας, οἳ ἐλάλησαν τῷ ὀνόματι Κυρίου.
Ιωάν. 13,15 ὑπόδειγμα γὰρ δέδωκα ὑμῖν, ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν, καὶ ὑμεῖς ποιῆτε·
Ματθ-5,16 Ούτω λαμψάτω το φώς υμών έμπροσθεν των ανθρώπων, όπως ίδωσιν υμών τά καλά έργα και δοξάσουσι τον πατέρα υμών τον εν ουρανοίς.
Φιλιπ. 3,17 Συμμιμηταί μου γίνεσθε, ἀδελφοί, καὶ σκοπεῖτε τοὺς οὕτω περιπατοῦντας, καθὼς ἔχετε τύπον ἡμᾶς.
ΠΕΡΙ ΠΑΡΑΔΕΙΣΟΥ
Αποκ-2,7 Τω νικώντι δώσω αυτώ φαγειν εκ του ξύλου της ζωής, ο εστιν εν τω παραδείσω του Θεου μου.
Β Κορ-12,4 Ὅτι ηρπάγη είς τον παράδεισον και ήκουσεν άρρητα ρήματα, ἃ οὐκ ἐξόν ἀνθρώπω λαλήσαι.
Λουκ-23,43 Και είπεν αυτώ ο Ιησούς· Αμήν λέγω σοι, σήμερον μετ' εμού έση εν τω παραδείσω.
ΠΕΡΙ ΠΑΡΑΔΩΣΕΩΝ
Α Κορ. 11,2 Ἐπαινῶ δὲ ὑμᾶς, ἀδελφοί, ὅτι πάντα μου μέμνησθε καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις κατέχετε.
Β Θεσ. 2,15 Ἄρα οὖν, ἀδελφοί, στήκετε, καὶ κρατεῖτε τὰς παραδόσεις ἃς ἐδιδάχθητε εἴτε διὰ λόγου εἴτε δι᾿ ἐπιστολῆς ἡμῶν.
Β Θεσ. 3,6 Παραγγέλλομεν δὲ ὑμῖν, ἀδελφοί, ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος καὶ μὴ κατὰ τὴν παράδοσιν ἣν παρέλαβον παρ᾿ ἡμῶν.
Β Τιμ-3,14 Σύ δέ μένε εν οίς έμαθες καί επιστώθης, ειδώς παρά τίνος έμαθες
Γαλ. 1,14 καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων.
Δ Μακαβ-9,1 Τί μέλεις, ώ τύραννε; έτοιμοι γάρ εσμεν αποθνήσειν ή παραβαίνειν τάς πατρίους ημών εντολάς.
Κολ. 2,8 Βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν·
Ματθ. 15,2-3 διατί οἱ μαθηταί σου παραβαίνουσι τὴν παράδοσιν τῶν πρεσβυτέρων; οὐ γὰρ νίπτονται τὰς χεῖρας αὐτῶν ὅταν ἄρτον ἐσθίωσιν. ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· διατί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν;
Μαρκ. 7,8 ἀφέντες γὰρ τὴν ἐντολὴν τοῦ Θεοῦ κρατεῖτε τὴν παράδοσιν τῶν ἀνθρώπων, βαπτισμοὺς ξεστῶν καὶ ποτηρίων, καὶ ἄλλα παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε.
Παρ-22,28 Μή μέταιρε όρια αιώνια, ά έθεντο οι πατέρες σου.
Φιλιπ. 4,9 ἃ καὶ ἐμάθετε καὶ παρελάβετε καὶ ἠκούσατε καὶ εἴδετε ἐν ἐμοί, ταῦτα πράσσετε· καὶ ὁ Θεὸς τῆς εἰρήνης ἔσται μεθ᾿ ὑμῶν.
ΠΕΡΙ ΠΑΡΑΚΟΗΣ
Εβρ-2,2 Ει γάρ ο δι' αγγέλων λαληθείς λόγος εγένετο βέβαιος, και πάσα παράβασις και παρακοή έλαβεν ένδικον μισθαποδοσίαν, πώς ημείς εκφευξόμεθα τηλικαύτης αμελήσαντες σωτηρίας;
Ησ-1,21 εάν δε μη θέλητε, μηδέ εισακούσητε μου, μάχαιρα υμάς κατέδεται . το γάρ στόμα Κυρίου ελάλησε ταύτα.
Ησ-30,1 Ουαί τέκνα αποστάται, τάδε λέγει Κύριος . Εποιήσατε βουλήν ού δι' εμού και συνθήκας ού διά του πνευματός μου προσθείναι αμαρτίας εφ αμαρτίας.
Ιωαν-3,36 Ο πιστεύων είς τον υιόν έχει ζωήν αιώνιον· ο δε απειθών τώ υιώ ουκ όψεται ζωήν, αλλ' η οργή του Θεού μένει επ' αυτόν.
Ιωαν-10,16 Ο ακούων υμών εμού ακούει, και ο αθετών υμάς εμέ αθετεί . ο δε εμέ αθετών αθετεί το αποστείλαντά με.
Ιωαν-12,48 Ο αθετών εμέ και μη λαμβάνων τά ρηματά μου, έχει τον κρίνοντα αυτόν . ο λόγος όν ελάλησα, εκείνος κρινεί αυτόν εν τη εσχάτη ημέρα.
Παρ-13,1 Υιός πανούργος υπήκοος πατρί, υιός δε ανήκοος εν απωλεία.
Παρ-28,9 Ο εκκλίνων το ούς αυτού μη εισακούσαι νόμου, και αυτός την προσευχήν αυτού εβδέλυκται.
ΠΕΡΙ ΠΑΡΘΕΝΙΑΣ
Α Κορ-7,1 Καλόν ἀνθρώπῳ γυναικός μὴ ἄπτεσθαι.
Α Κορ-7,7 Θέλω γὰρ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν· ἀλλ' ἔκαστος ἱδίον χάρισμα ἕχει ἐκ Θεοῦ, ὃς μὲν οὔτως, ὃς δὲ οὔτως.
Α Κορ. 7,8-9 Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις, καλὸν αὐτοῖς ἐστιν ἐὰν μείνωσιν ὡς κἀγώ. εἰ δε οὐκ ἐγκρατεύονται, γαμησάτωσαν· κρείσσον γὰρ εστί γαμήσαι ἢ πυρούσθαι.
Α Κορ. 7,25-28 Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐχ ἔχω, γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ Κυρίου πιστὸς εἶναι.
Νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην, ὅτι καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι. δέδεσαι γυναικί; μὴ ζήτει λύσιν· λέλυσαι ἀπὸ γυναικός; μὴ ζήτει γυναῖκα· ἐὰν δὲ καὶ γήμῃς, οὐχ ἥμαρτες· καὶ ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτε· θλῖψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι· ἐγὼ δὲ ὑμῶν φείδομαι.
Α Κορ. 7,29-30 Τοῦτο δέ φημι, ἀδελφοί, ὁ καιρὸς συνεσταλμένος τὸ λοιπόν ἐστιν, ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσι, καὶ οἱ κλαίοντες ὡς μὴ κλαίοντες, καὶ οἱ χαίροντες ὡς μὴ χαίροντες, καὶ οἱ ἀγοράζοντες ὡς μὴ κατέχοντες, καὶ οἱ χρώμενοι τῷ κόσμῳ τούτῳ ὡς μὴ καταχρώμενοι· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου.
Α Κορ. 7,32-35 θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι. ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, πῶς ἀρέσει τῷ Κυρίῳ· ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῇ γυναικί. μεμέρισται καὶ ἡ γυνὴ καὶ ἡ παρθένος. ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, ἵνα ᾖ ἁγία καὶ σώματι καὶ πνεύματι· ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῷ ἀνδρί. τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν συμφέρον λέγω, οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ εὐπάρεδρον τῷ Κυρίῳ ἀπερισπάστως.
Α Κορ. 7,36-38 Εἰ δέ τις ἀσχημονεῖν ἐπὶ τὴν παρθένον αὐτοῦ νομίζει, ἐὰν ᾖ ὑπέρακμος, καὶ οὕτως ὀφείλει γίνεσθαι ὃ θέλει ποιείτω· οὐχ ἁμαρτάνει· γαμείτωσαν. ὃς δὲ ἕστηκεν ἑδραῖος ἐν τῇ καρδίᾳ, μὴ ἔχων ἀνάγκην, ἐξουσίαν δὲ ἔχει περὶ τοῦ ἰδίου θελήματος, καὶ τοῦτο κέκρικεν ἐν τῇ καρδίᾳ αὐτοῦ, τοῦ τηρεῖν τὴν ἑαυτοῦ παρθένον, καλῶς ποιεῖ. ὥστε καὶ ὁ ἐκγαμίζων καλῶς ποιεῖ, ὁ δὲ μὴ ἐκγαμίζων κρεῖσσον ποιεῖ.
Α Κορ. 7,39-40 Γυνὴ δέδεται νόμῳ ἐφ᾿ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν δὲ κοιμηθῇ ὁ ἀνὴρ αὐτῆς, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν Κυρίῳ. μακαριωτέρα δέ ἐστιν ἐὰν οὕτω μείνῃ, κατὰ τὴν ἐμὴν γνώμην· δοκῶ δὲ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν.
Αποκ. 14,4 οὗτοί εἰσιν οἳ μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν· παρθένοι γάρ εἰσιν. οὗτοί εἰσιν οἱ ἀκολουθοῦντες τῷ ἀρνίῳ ὅπου ἂν ὑπάγῃ. οὗτοι ἠγοράσθησαν ἀπὸ τῶν ἀνθρώπων ἀπαρχὴ τῷ Θεῷ καὶ τῷ ἀρνίῳ·
Ματθ. 19,11 Ὁ δὲ εἶπεν αὐτοῖς· οὐ πάντες χωροῦσι τὸν λόγον τοῦτον, ἀλλ᾿ οἷς δέδοται·
Ματθ. 19,12 Εἰσὶ γὰρ εὐνοῦχοι οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτω. καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. ὁ δυνάμενος χωρεῖν χωρείτω.
ΠΕΡΙ ΠΑΡΡΗΣΙΑΣ
Α Ιωαν. 3,21-22 Ἀγαπητοί, ἐὰν ἡ καρδία ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν παῤῥησίαν ἔχομεν πρὸς τὸν Θεόν, καὶ ὃ ἐὰν αἰτῶμεν λαμβάνομεν παρ᾿ αὐτοῦ ὅτι τὰς ἐντολὰς αὐτοῦ τηροῦμεν καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ποιοῦμεν.
Α Ιωαν-5,14 Καὶ αὔτη ἐστίν ἡ παρρησία ἢν ἔχομεν πρὸς αὐτόν, ὅτι ἐὰν τι αἰτώμεθα κατὰ τὸ θέλημα αὐτοῦ, ἀκούει ἡμῶν.
Α Τιμ.3,13 οἱ γὰρ καλῶς διακονήσαντες βαθμὸν ἑαυτοῖς καλὸν περιποιοῦνται καὶ πολλὴν παῤῥησίαν ἐν πίστει τῇ ἐν Χριστῷ Ἰησοῦ.
Β Κορ. 3,12 Ἔχοντες οὖν τοιαύτην ἐλπίδα πολλῇ παῤῥησίᾳ χρώμεθα,
Β Κορ. 7,4 πολλή μοι παῤῥησία πρὸς ὑμᾶς, πολλή μοι καύχησις ὑπὲρ ὑμῶν· πεπλήρωμαι τῇ παρακλήσει, ὑπερπερισσεύομαι τῇ χαρᾷ ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν.
Εβρ. 3,6 Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ, οὗ οἶκός ἐσμεν ἡμεῖς, ἐάνπερ τὴν παῤῥησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος μέχρι τέλους βεβαίαν κατάσχωμεν.
Εβρ.4,16 προσερχώμεθα οὖν μετὰ παῤῥησίας τῷ θρόνῳ τῆς χάριτος, ἵνα λάβωμεν ἔλεον καὶ χάριν εὕρωμεν εἰς εὔκαιρον βοήθειαν.
Εβρ. 10,35 Μὴ ἀποβάλητε οὖν τὴν παῤῥησίαν ὑμῶν, ἥτις ἔχει μισθαποδοσίαν μεγάλην.
Ιωαν. 7,4 Οὐδεὶς γὰρ ἐν κρυπτῷ τι ποιεῖ καὶ ζητεῖ αὐτὸς ἐν παῤῥησίᾳ εἶναι. εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσμῳ.
Ιωαν. 18,20 ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς· ἐγὼ παῤῥησίᾳ ἐλάλησα τῷ κόσμῳ· ἐγὼ πάντοτε ἐδίδαξα ἐν συναγωγῇ καὶ ἐν τῷ ἱερῷ, ὅπου πάντοτε οἱ Ἰουδαῖοι συνέρχονται, καὶ ἐν κρυπτῷ ἐλάλησα οὐδέν.
Πραξ. 4,13 Θεωροῦντες δὲ τὴν τοῦ Πέτρου παῤῥησίαν καὶ Ἰωάννου, καὶ καταλαβόμενοι ὅτι ἄνθρωποι ἀγράμματοί εἰσι καὶ ἰδιῶται, ἐθαύμαζον, ἐπεγίνωσκόν τε αὐτοὺς ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν,
ΠΕΡΙ ΠΕΙΡΑΣ ΚΑΙ ΑΠΕΙΡΙΑΣ
Σειρ. 21,22 Ποὺς μωροῦ ταχὺς εἰς οἰκίαν, άνθρωπος δε πολύπειρος αισχυνθήσεται από προσώπου.
Σειρ. 25,6 Στέφανος γερόντων πολυπειρία, και το καύχημα αυτών φόβος Κυρίου.
Σειρ. 34,9 Ἀνήρ πεπαιδευμένος έγνω πολλά, και ο πολύπειρος εκδιηγήσεται σύνεσιν.
Σειρ. 34,10 Ὅς οὐκ επειράθη ολίγα οίδεν, ο δε πεπλανημένος πληθυνεί πανουργίαν.
Σοφ.Σολ. 8,8 Εἰ δὲ και πολυπειρίαν ποθεί τις, οίδε τα αρχαία και τα μέλλοντα εικάζειν, επίσταται στροφάς λόγων και λύσεις αινιγμάτων, σημεία και τέρατα προγινώσκει και εκβάσεις καιρών και χρόνων.
ΠΕΡΙ ΠΕΙΡΑΣΜΩΝ
Α Θεσ. 3,5 διὰ τοῦτο κἀγὼ μηκέτι στέγων ἔπεμψα εἰς τὸ γνῶναι τὴν πίστιν ὑμῶν, μήπως ἐπείρασεν ὑμᾶς ὁ πειράζων καὶ εἰς κενὸν γένηται ὁ κόπος ἡμῶν.
Α Κορ. 7,5 μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου πρὸς καιρόν, ἵνα σχολάζητε τῇ νηστείᾳ καὶ τῇ προσευχῇ καὶ πάλιν ἐπὶ τὸ αὐτὸ συνέρχησθε, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν.
Α Κορ. 10,9 μηδὲ ἐκπειράζωμεν τὸν Χριστόν, καθὼς καί τινες αὐτῶν ἐπείρασαν καὶ ὑπὸ τῶν ὄφεων ἀπώλοντο.
Α Κορ. 10,13 πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν εἰ μὴ ἀνθρώπινος· πιστὸς δὲ ὁ Θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑμᾶς ὑπενεγκεῖν.
Α Πε. 1,6 ἐν ᾧ ἀγαλλιᾶσθε, ὀλίγον ἄρτι, εἰ δέον ἐστί, λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς,
Α Πε. 4,12 Ἀγαπητοί, μὴ ξενίζεσθε τῇ ἐν ὑμῖν πυρώσει πρὸς πειρασμὸν ὑμῖν γινομένῃ, ὡς ξένου ὑμῖν συμβαίνοντος
Αποκ. 2,10 μηδὲν φοβοῦ ἃ μέλλεις παθεῖν. ἰδοὺ δὴ μέλλει βαλεῖν ὁ διάβολος ἐξ ὑμῶν εἰς φυλακὴν ἵνα πειρασθῆτε, καὶ ἕξετε θλῖψιν ἡμέρας δέκα. γίνου πιστὸς ἄχρι θανάτου, καὶ δώσω σοι τὸν στέφανον τῆς ζωῆς.
Αποκ. 3,10 ὅτι ἐτήρησας τὸν λόγον τῆς ὑπομονῆς μου, κἀγώ σε τηρήσω ἐκ τῆς ὥρας τοῦ πειρασμοῦ τῆς μελλούσης ἔρχεσθαι ἐπὶ τῆς οἰκουμένης ὅλης, πειράσαι τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς.
Α Τιμ. 6,9 οἱ δὲ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πειρασμὸν καὶ παγίδα καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ βλαβεράς, αἵτινες βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν.
Β Κορ. 13,5 Ἑαυτοὺς πειράζετε εἰ ἐστὲ ἐν τῇ πίστει, ἑαυτοὺς δοκιμάζετε. ἢ οὐκ ἐπιγινώσκετε ἑαυτοὺς ὅτι Ἰησοῦς Χριστὸς ἐν ὑμῖν ἐστιν; εἰ μή τι ἀδόκιμοί ἐστε.
Β Πε. 2,9  οἶδε Κύριος εὐσεβεῖς ἐκ πειρασμοῦ ῥύεσθαι, ἀδίκους δὲ εἰς ἡμέραν κρίσεως κολαζομένους τηρεῖν,
Γαλ. 6,1 Ἀδελφοί, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πρᾳότητος σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς.
Δευτ.13,4 Πειράζει Κύριος ο Θεός σου υμάς ειδέναι, ει αγαπάτε τον Θεόν υμών εξ όλης της καρδίας υμών και εξ όλης της ψυχής υμών.
Εβρ. 2,18 ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι.
Εβρ.3,8-9 μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ, κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν, ἐδοκίμασάν με, καὶ εἶδον τὰ ἔργα μου τεσσαράκοντα ἔτη·
Εφεσ-6,11 Ενδύσασθε την πανοπλίαν του Θεού προς το δύνασθαι  υμάς στήναι προς τας μεθοδείας του διαβόλου
Εφεσ-6,16 Επί πάσιν αναλαβόντες τον θυρεόν της πίστεως, εν ώ δυνήσεσθε πάντα τα βέλη του πονηρού τα πεπυρωμένα σβέσαι.
Ιακ. 1,2 Πᾶσαν χαρὰν ἡγήσασθε, ἀδελφοί μου, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις,
Ιακ. 1,12 Μακάριος ἀνὴρ ὃς ὑπομένει πειρασμόν· ὅτι δόκιμος γενόμενος λήψεται τὸν στέφανον τῆς ζωῆς, ὃν ἐπηγγείλατο ὁ Κύριος τοῖς ἀγαπῶσιν αὐτόν.
Ιακ. 1,13 Μηδεὶς πειραζόμενος λεγέτω ὅτι ἀπὸ Θεοῦ πειράζομαι· ὁ γὰρ Θεὸς ἀπείραστός ἐστι κακῶν, πειράζει δὲ αὐτὸς οὐδένα.
Ιακ. 1,14 ἕκαστος δὲ πειράζεται ὑπὸ τῆς ἰδίας ἐπιθυμίας ἐξελκόμενος καὶ δελεαζόμενος·
Λουκ. 4,13 Καὶ συντελέσας πάντα πειρασμὸν ὁ διάβολος ἀπέστη ἀπ᾿ αὐτοῦ ἄχρι καιροῦ.
Λουκ. 8,13 οἱ δὲ ἐπὶ τῆς πέτρας οἳ ὅταν ἀκούσωσι, μετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗτοι ῥίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσι καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται.
Λουκ. 22,28 ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ᾿ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου·
Λουκ. 22,40 γενόμενος δὲ ἐπὶ τοῦ τόπου εἶπεν αὐτοῖς· προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν.
Λουκ. 22,46 καὶ εἶπεν αὐτοῖς· τί καθεύδετε; ἀναστάντες προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν.
Μαρκ. 1,13 καὶ ἦν ἐκεῖ ἐν τῇ ἐρήμῳ ἡμέρας τεσσαράκοντα πειραζόμενος ὑπὸ τοῦ σατανᾶ, καὶ ἦν μετὰ τῶν θηρίων, καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ.
Ματθ-4,6-7 καὶ λέγει αὐτῷ· εἰ υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτόν κάτω· γέγραπται γὰρ ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, καὶ ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. ἔφη αὐτῷ Ἰησοῦς· πάλιν γέγραπται, οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου.
Ματθ-6,13 Και μη εισενέγκης ημάς είς πειρασμόν, αλλά ρύσαι ημάς από του πονηρού.
Ματθ. 26,41 γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.
Πραξ. 20,19 δουλεύων τῷ Κυρίῳ μετὰ πάσης ταπεινοφροσύνης καὶ πολλῶν δακρύων καὶ πειρασμῶν τῶν συμβάντων μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν Ἰουδαίων,
Σειρ-2,1-2 Τέκνον, εί προσέρχη δουλεύειν Κύριω Θεώ, ετοίμασον την ψυχή σου είς πειρασμόν, εύθυνον την καρδία σου και καρτέρησον και μη σπεύσης εν καιρώ επαγωγής.
Σειρ-27,5 Σκεύη κεραμέως δοκιμάζει κάμινος, και πειρασμός ανθρώπου εν διαλογισμώ αυτού.
Σειρ-33,1 Τω φοβουμένω Κύριον ουκ απαντήσει κακόν, αλλ' εν πειρασμώ και πάλιν εξελείται.
Σολομ-3,5 Και ολίγα παιδευθέντες μεγάλα ευεργετηθήσονται, ότι ο Θεός επείρασεν αυτούς και εύρεν αυτούς αξίους εαυτού.
Ψαλμ-25,2 Δοκίμασόν με Κύριε, και πείρασόν με, πύρωσον τους νεφρούς μου και την καρδία μου.
Ψαλμ-65,10-12 τι ἐδοκίμασας ἡμᾶς, ο Θεός, επύρωσας ημάς, ως πυρούται το αργύριον· εἰσήγαγες ημάς εις την παγίδα, έθου θλίψεις επί τον νώτον ημών. ἐπεβίβασας ανθρώπους επί τας κεφαλάς ημών, διήλθομεν δια πυρός και ύδατος, και εξήγαγες ημάς εις αναψυχήν.
ΠΕΡΙ ΠΕΡΙΒΟΛΗΣ ΚΑΙ ΕΜΦΑΝΙΣΕΩΣ ΓΥΝΑΙΚΩΝ ΚΑΙ ΑΝΔΡΩΝ
Α Κορ.11,4 Πας ανήρ προσευχόμενος ή προφητεύων κατά κεφαλής έχων καταισχύνει την κεφαλήν αυτού.
Α Κορ.11,5 Πάσα δε γυνή προσευχόμενη ή προφητεύουσα ακατακαλύπτω τη κεφαλή καταισχύνει την κεφαλήν εαυτής εν γάρ εστί και το αυτό τη εξυρημένη.
Α Κορ.11,6 Εί γάρ ού κατακαλύπτεται γυνή, και κειράσθω ει δε αισχρόν γυναικί το κείρασθαι ή ξυράσθαι, κατακαλυπτέσθω.
Α Κορ.11,7 Ανήρ μέν γάρ ούκ οφείλει κατακαλύπτεσθαι την κεφαλήν, εικών και δόξα Θεού υπάρχων, γυνή δε δόξα ανδρός εστιν.
Α Κορ.11,10 Διά τούτο οφείλει η γύνη εξουσίαν έχει επί της κεφαλής διά τους αγγέλους.
Α Κορ.11,13 Εν υμίν αυτοίς κρίνατε, πρέπον εστί γυναίκα ακατακάλυπτον τω θεώ προσεύχεσθαι;
Α Κορ.11,14 ή ουδέ αυτή η φύσις διδάσκει υμάς ότι ανήρ μέν εάν κομά, ατιμία αυτώ εστι,
Α Κορ.11,15 γυνή δε εάν κομά, δόξα αυτή εστίν; Ότι η κόμη αντί περιβολαίου δέδοται αυτή.
Α Τιμ. 2,9 Ωσαύτως και τάς γυναίκας εν καταστολή κοσμίω, μετά αιδούς και σωφροσύνης κοσμείν εαυτάς, μη εν πλέγμασιν ἢ χρυσῷ ἢ μαργαρίταις ἢ ἰματισμῷ πολυτελεῖ.
Δευτ-22,5 Ουκ έσται σκέυη ανδρός επί γυναικί, ουδέ μη ενδύσεται ανήρ στολήν γυναικείαν, ότι βδέλυγμα Κυρίω τω Θεώ σου έστι πας ποιών ταύτα
Ησ.3,16-24 Τάδε λέγει Κύριος· ανθ’ ων υψώθησαν αι θυγατέρες και επορεύθησαν υψηλω τραχήλω και εν νεύμασιν οφθαλμών και τη πορεία των ποδών άμα σύρουσαι τους χιτώνας και τοις ποσίν άμα παίζουσαι, και ταπεινώσει ο Θεός αρχούσας θυγατέρας Σιών, και Κύριος αποκαλύψει το σχήμα αυτών ἐν τη ημέρα εκείνη και αφελεί Κύριος την δόξαν του ιματισμού αυτών και τους κόσμους αυτών και τα εμπλόκια και τους κοσύμβους και τους μηνίσκους και το κάθεμα και τον κόσμον του προσώπου αυτών και την σύνθεσιν του κόσμου της δόξης και τους χλιδώνας, και τα ψέλια και το εμπλόκιον και τα περιδέξια και τους δακτυλίους και τα ενώτια και τα περιπόρφυρα και τα μεσοπόρφυρα και τα επιβλήματα τα κατά την οικίαν και τα διαφανή Λακωνικά και τα βύσσινα και τα υακίνθινα και τα κόκκινα και την βύσσον, συν χρυσω και υακίνθω συγκαθυφασμένα και θέριστρα κατάκλιτα. και έσται αντί οσμής ηδείας κονιορτός, και αντί ζώνης σχοινίω ζώση και αντί του κόσμου της κεφαλής του χρυσίου φαλάκρωμα έξεις δια τα έργα σου και αντί του χιτώνος του μεσοπορφύρου περιζώση σάκκον.
Λευτ-19,27 Ού ποιήσετε σισόην εκ της κόμης της κεφαλής ημών, ουδέ φθερείτε την όψιν του πώγωνος υμών.
Λευτ-19,28 Και εντομίδας ου ποιήσετε επί ψυχή εν τω σώματι υμών και γράμματα στικτά ού ποιήσετε εν υμίν.
Ματθ. 3,4 Αὐτὸς δὲ ὁ Ἰωάννης εἶχε τὸ ἔνδυμα αυτού από τριχών καμήλου και ζώνην δερματίνην περί την οσφύν αυτού, η δε
τροφή αυτού ην ακρίδες και μέλι άγριον.
Σειρ.11,4 Ἐν περιβολή ιματίων μη καυχήση και εν ημέρα δόξης μη επαίρου·
ΠΕΡΙ ΠΕΡΙΕΡΓΙΑΣ
Β Θεσ-3,11-12 Ακούομεν γάρ τινας περιπατούντας εν υμίν ατάκτως, μηδέν εργαζομένους, αλλά περιεργαζομένους· τοις δε τοιούτοις παρακαλούμεν διά του Κυρίου ημών Ιησού Χριστού, ίνα μετά ησυχίας εργαζόμενοι τον εαυτών άρτον εσθίωσιν.
Σειρ. 3,23 Ἐν τοις περισσοίς των έργων σου μη περιεργάζου· πλείονα γαρ συνέσεως ανθρώπων υπεδείχθη σοι·
ΠΕΡΙ ΠΕΡΙΠΛΑΝΗΣΕΩΣ ΑΠΟ ΤΟΠΟ ΕΙΣ ΤΟΠΟ
Ζαχ. 8,10 ... καὶ τῷ ἐκπορευομένῳ καὶ τῷ εἰσπορευομένῳ οὐκ ἐσται εἰρήνη ἀπὸ τῆς θλίψεως·
Σειρ. 29,24 Ζωή πονηρά εξ οικίας εις οικίαν, και ου παροικήσεις, ουκ ανοίξει στόμα.
Σειρ. 34,10 Ὅς οὐκ επειράθη ολίγα οίδεν, ο δε πεπλανημένος πληθυνεί πανουργίαν.
Σειρ. 34,11 Πολλά εώρακα εν τη αποπλανήσει μου, και πλείονα των λόγων μου σύνεσίς μου.
ΠΕΡΙ ΠΙΣΤΕΩΣ ΚΑΙ ΠΙΣΤΩΝ
Αμβακ-2,4 Ο δε δικαίος εκ πίστεως ζήσεται.
Αποκ. 2,10 μηδὲν φοβοῦ ἃ μέλλεις παθεῖν. ἰδοὺ δὴ μέλλει βαλεῖν ὁ διάβολος ἐξ ὑμῶν εἰς φυλακὴν ἵνα πειρασθῆτε, καὶ ἕξετε θλῖψιν ἡμέρας δέκα. γίνου πιστὸς ἄχρι θανάτου, καὶ δώσω σοι τὸν στέφανον τῆς ζωῆς.
Α Ιω. 4,1      Ἀγαπητοί, μὴ παντὶ πνεύματι πιστεύετε, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα εἰ ἐκ τοῦ Θεοῦ ἐστιν, ὅτι πολλοὶ ψευδοπροφῆται ἐξεληλύθασιν εἰς τὸν κόσμον.
Α Τιμ-6,12 Αγωνίζου τον καλόν αγώνα της πίστεως . επιλαβού της αιωνίου ζωής, είς ήν και εκλήθης και ομολόγησας την καλήν ομολογίαν ενώπιον πολλών μαρτύρων.
Β Κορ-4,13 Έχοντες δε το αυτό πνεύμα της πίστεως κατά το γεγραμένον, επίστευσα, διό ελάλησα, και ημείς πιστεύομεν, διό και
λαλούμεν.
Β Κορ. 6,15 τίς δὲ συμφώνησις Χριστῷ πρὸς Βελίαλ; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου;
Β Τιμ-2,5 Εάν και αθλή τις, ού στεφανούται, εάν μη νομίμως αθλήση.
Β Τιμ. 2,13 εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει· ἀρνήσασθαι ἑαυτὸν οὐ δύναται.
Γαλ. 3,9  ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἀβραάμ.
Γεν.15,6 Καὶ ἐπίστευσεν Ἀβραάμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.
Εβρ-11,1 Εστι δε πίστις ελπιζομένων υπόστασις, πραγμάτων έλεγχος ου βλεπομένων.
Εβρ-11,3 Πίστει νοούμεν κατηρτίσθαι τους αιώνας ρήματι Θεού, είς το μη εκ φαινομένων τα βλεπόμενα γεγονέναι.
Εβρ-11,6 Χωρίς δε πίστεως αδύνατον ευαρεστήσαι· πιστεύσαι γάρ δεί τον προσερχόμενον τω Θεώ ότι έστιν και τοις εκζητούσιν αυτόν μισθαποδότης γίνεται.
Εφεσ-2,8 Τη γάρ χάριτί εστε σεσωσμένοι διά της πίστεως . και τούτο ούκ εξ' ημών, Θεού το δώρον, ουκ εξ' έργων, ίνα μη τις καυχήσηται.
Εφεσ-6,16 Επί πάσιν αναλαβόντες τον θυρεόν της πίστεως, εν ώ δυνήσεσθε πάντα τα βέλη του πονηρού τα πεπυρωμένα σβέσαι.
Ιακ-2,14 Τι το όφελος αδελφοί μου, εάν πίστιν λέγη τις έχειν, έργα δε μη έχη; Μη δύναται η πίστις σώσαι αυτόν;
Ιακ-215-17 Ἐὰν δε αδελφός ή αδελφή γυμνοί υπάρχωσι και λειπόμενοι ώσι της εφημέρου τροφής, είπη δε τις αυτοίς εξ υμών, υπάγετε εν ειρήνη, θερμαίνεσθε και χορτάζεσθε, μη δώτε δε αυτοίς τα επιτήδεια του σώματος, τι το όφελος; ούτω και η πίστις, εάν μη έργα έχη, νεκρά εστι καθ' εαυτήν.
Ἰάκ. 2,18-19 Ἀλλ' ἐρεῖ τις· σὺ πίστιν έχεις, καγώ έργα έχω· δείξόν μοι την πίστιν σου εκ των έργων σου, καγώ δείξω σοι εκ των έργων μου την πίστιν μου. συ πιστεύεις ότι ο Θεός εις εστι· καλώς ποιείς· και τα δαιμόνια πιστεύουσι και φρίσσουσι.
Ἰάκ 2,20-23 Θέλεις δε γνώμαι, ω άνθρωπε κενέ, ότι η πίστις χωρίς των έργων νεκρά εστιν; Αβραάμ ο πατήρ ημών ουκ εξ έργων εδικαιώθη, ανενέγκας Ισαάκ τον υιόν αυτού επί το θυσιαστήριον; βλέπεις ότι η πίστις συνήργει τοις έργοις αυτού, και εκ των έργων η πίστις ετελειώθη, και επληρώθη η γραφή η λέγουσα· επίστευσε δε Αβραάμ τω Θεω, και ελογίσθη αυτω εις δικαιοσύνην, και φίλος Θεού εκλήθη.
Ἰάκ 2,24-23 Ὁράτε τοίνυν ότι εξ έργων δικαιούται άνθρωπος και ουκ εκ πίστεως μόνον. Ὁμοίως δε και Ραάβ η πόρνη ουκ εξ έργων εδικαιώθη, υποδεξαμένη τους αγγέλους και ετέρα οδω εκβαλούσα; Ὤσπερ γαρ το σώμα χωρίς πνεύματος νεκρόν εστιν, ούτω και η πίστις χωρίς των έργων νεκρά εστι.
Ἰερ. 5,1.«Εἰ ἔστι ποιῶν κρῖμα, καὶ ζητῶν πίστιν, ἔλεος γενήσομαι αὐτῷ, λέγει Κύριος».
Ιωαν-3,18 Ο πιστεύων είς αυτόν ού κρίνεται, ο δε μη πιστεύων ήδη κέκριται, ότι μη πεπίστευκεν είς το όνομα του μονογενούς υιού του Θεού.
Ἰωάν. 6,35-36 Εἶπε δὲ αὐτοῖς ὁ Ἰησοῦς· εγώ ειμι ο άρτος της ζωής· ο ερχόμενος προς με ου μη πεινάση, και ο πιστεύων εἰς ἐμὲ οὐ μη διψήση πώποτε. αλλ' είπον υμίν ότι και εωράκατέ με και ου πιστεύετε.
Ιωαν-6,47 Αμήν αμήν λέγω υμίν, ο πιστεύων είς εμέ έχει ζωή αιώνιον.
Ιωαν-7,37-39 Ἐὰν τις διψά, ερχέσθω προς με και πινέτω. ὁ πιστεύων εις εμέ, καθώς είπεν η γραφή, ποταμοί εκ της κοιλίας αυτού ρεύσουσιν ύδατος ζώντος. τούτο δε είπε περί του Πνεύματος ου έμελλον λαμβάνειν οι πιστεύοντες εἰς αὐτόν· οὔπω γὰρ ἦν
Πνεύμα Άγιον, ότι Ιησούς ουδέπω εδοξάσθη.
Ιωαν-11,26 Ο πιστεύων είς εμέ, κάν αποθάνη ζήσεται . και πάς ο ζών και πιστεύων είς εμέ ου μη αποθάνη είς τον αιώνα.
Ἰωάν.14,12 Ἀμήν αμήν λέγω υμίν, ο πιστεύων εις εμέ, τα έργα α εγώ ποιώ κακείνος ποιήσει, και μείζονα τούτων ποιήσει.
Ιωάν. 20,27 εἶτα λέγει τῷ Θωμᾷ· φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός.
Λουκ. 12,42 εἶπε δὲ ὁ Κύριος· τίς ἄρα ἐστὶν ὁ πιστὸς οἰκονόμος καὶ φρόνιμος, ὃν καταστήσει ὁ κύριος ἐπὶ τῆς θεραπείας αὐτοῦ τοῦ διδόναι ἐν καιρῷ τὸ σιτομέτριον;
Λουκ. 16,10 ὁ πιστὸς ἐν ἐλαχίστῳ καὶ ἐν πολλῷ πιστός ἐστι, καὶ ὁ ἐν ἐλαχίστῳ ἄδικος καὶ ἐν πολλῷ ἄδικός ἐστιν.
Λουκ. 16,11 εἰ οὖν ἐν τῷ ἀδίκῳ μαμωνᾷ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ἀληθινὸν τίς ὑμῖν πιστεύσει;
Λουκ. 16,12 καὶ εἰ ἐν τῷ ἀλλοτρίῳ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ὑμέτερον τίς ὑμῖν δώσει;
Λουκ-16,31 Εἰ Μωυσέως και των προφητών ούκ ακούουσιν, ουδέ εάν τις εκ νεκρών αναστή πεισθήσονται.
Λουκ-17,5 Και είπον οι απόστολοι τώ Κυρίω προσθες ημιν πίστιν
Λουκ-17,6 Εί έχετε πίστιν ως κόκκον σινάπεως, ελέγετε αν τη συκαμίνω ταύτη, εκριζωθητι και φυτεύθητι έν τη θαλάσση, και υπήκουσεν αν υμίν
Λουκ.18,8 Πλήν ο υιός του ανθρώπου ελθών άρα ευρήσει την πίστιν επί της γής;
Λουκ. 19,17 καὶ εἶπεν αὐτῷ· εὖ, ἀγαθὲ δοῦλε! ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου, ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων.
Μάρκ-9,23 Εί δύνασαι πιστεύσαι, παντα δυνατά τώ πιστεύοντι.
Μάρκ-11,23 Αμήν γάρ λέγων υμίν ότι ός αν είπη τώ όρει τούτω, άρθητι και βληθήτι είς την θάλασσαν, και μη διακριθεί εν τη καρδία αυτού, αλλά πιστεύση ότι ά λέγει γίνεται, έσται αυτώ ό εάν είπη.
Μαρκ-16,16 Ο πιστεύσας και βαπτισθείς σωθήσεται, ο δε απιστήσας κατακριθήσεται.
Ματθ-8,13 Και είπεν ο Ιησούς τώ εκατοντάρχω, ύπαγε, και ως επίστευσας γενηθήτω σοι.
Ματθ-14,31 Ὁλιγόπιστε εἰς τὶ ἐδίστασας;
Ματθ-17,19-20 Τότε προσελθόντες οι μαθητές τω Ιησού κατ' ιδίαν είπον διατί ημείς ούκ ηδυνήθημεν εκβαλείν αυτό; Ο δε Ιησούς είπεν αυτοίς, διά την απιστίαν υμών. Ἀμήν γαρ λέγω ὑμῖν, ἐὰν έχητε πιστιν ως κοκκον σιναπεως, ερείτε τώ όρει τούτω μεταβήθι έντευθεν εκεί και μεταβήσεται, και ούδεν αδυνατήσει ύμιν.
Ματθ-21,21-22 Ἀποκριθείς δε ο Ιησούς είπεν αυτοίς· αμήν λέγω υμίν, εάν έχητε πίστιν και μη διακριθήτε, ου μόνον το της συκής ποιήσετε, αλλά καν τω όρει τούτω είπητε, άρθητι και βλήθητι εις την θάλασσαν, γενήσεται· και πάντα όσα εάν αιτήσητε εν τη προσευχή πιστεύοντες, λήψεσθε.
Ματθ. 25,21 ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ· εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ! ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου.
Πραξ-8,37 Και φησιν ο ευνούχος ιδού ύδωρ τι κωλύει με βαπτισθήναι; Ειίπε δε ο Φίλιππος ει πιστεύεις εξ όλης της καρδίας έξεστιν.
Πραξ-16,31 Οι δε είπον πίστευσον επι τον Κύριον Ιησούν Χριστόν και σωθήση συ και ο οίκος σου.
Ρωμ-3,28 Επείπερ είς ο Θεός ος δικαιωσει περιτομην εκ πιστεως και ακροβυστιαν δια της πιστεως.
Ρωμ-4,3 Τι γαρ η γραφή λέγει; Επίστευσε δε Αβρααμ τω Θεω και ελογισθη αυτω εις δικαιοσυνην.
Ρωμ-4,5 Τω δε μη εργαζομένω, πιστεύοντι δε επι τον δικαιούντα τον ασεβή λογιζεται η πίστις αυτού είς δικαιοσύνην
Ρωμ-10,10 Καρδία γάρ πιστεύεται είς δικαιοσύνην στόματι ομολογείται εις σωτηρίαν.
Σειρ.11,21 Μη θαύμαζε εν έργοις αμαρτωλού, πίστευε τω Κυρίω και έμμενε τω πόνω σου· ότι κούφον εν οφθαλμοίς Κυρίου διὰ τάχους εξάπινα πλουτίσαι πένητα.
ΠΕΡΙ ΠΛΑΝΗΣ ΚΑΙ ΠΛΑΝΕΜΕΝΩΝ
Α Ιω. 1,8  ἐὰν εἴπωμεν ὅτι ἁμαρτίαν οὐκ ἔχομεν, ἑαυτοὺς πλανῶμεν καὶ ἡ ἀλήθεια οὐκ ἔστιν ἐν ἡμῖν.
Α Ιω. 3,7 Τεκνία, μηδεὶς πλανάτω ὑμᾶς· ὁ ποιῶν τὴν δικαιοσύνην δίκαιός ἐστι, καθὼς ἐκεῖνος δίκαιός ἐστιν·
Α Ιω. 4,1 Ἀγαπητοί, μὴ παντὶ πνεύματι πιστεύετε, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα εἰ ἐκ τοῦ Θεοῦ ἐστιν, ὅτι πολλοὶ ψευδοπροφῆται ἐξεληλύθασιν εἰς τὸν κόσμον.
Α Ιω. 4,6  ἡμεῖς ἐκ τοῦ Θεοῦ ἐσμεν· ὁ γινώσκων τὸν Θεὸν ἀκούει ἡμῶν. ὃς οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ οὐκ ἀκούει ἡμῶν. ἐκ τούτου γινώσκομεν τὸ πνεῦμα τῆς ἀληθείας καὶ τὸ πνεῦμα τῆς πλάνης.
Α Κορ. 15,33 μὴ πλανᾶσθε· φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί.
Αποκ. 12,9 καὶ ἐβλήθη ὁ δράκων, -ὁ ὄφις ὁ μέγας ὁ ἀρχαῖος, ὁ καλούμενος Διάβολος καὶ ὁ Σατανᾶς, ὁ πλανῶν τὴν οἰκουμένην ὅλην, ἐβλήθη εἰς τὴν γῆν, καὶ οἱ ἄγγελοι αὐτοῦ μετ᾿ αὐτοῦ ἐβλήθησαν.
Αποκ. 13,14 καὶ πλανᾷ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς διὰ τὰ σημεῖα ἃ ἐδόθη αὐτῷ ποιῆσαι ἐνώπιον τοῦ θηρίου, λέγων τοῖς κατοικοῦσιν ἐπὶ τῆς γῆς ποιῆσαι εἰκόνα τῷ θηρίῳ, ὃς εἶχε τὴν πληγὴν τῆς μαχαίρας καὶ ἔζησε.
Αποκ. 19,20 καὶ ἐπιάσθη τὸ θηρίον καὶ ὁ μετ᾿ αὐτοῦ ψευδοπροφήτης ὁ ποιήσας τὰ σημεῖα ἐνώπιον αὐτοῦ, ἐν οἷς ἐπλάνησε τοὺς λαβόντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ· ζῶντες ἐβλήθησαν οἱ δύο εἰς τὴν λίμνην τοῦ πυρὸς τὴν καιομένην ἐν θείῳ.
Αποκ. 20,3 καὶ ἔβαλεν αὐτὸν εἰς τὴν ἄβυσσον, καὶ ἔκλεισε καὶ ἐσφράγισεν ἐπάνω αὐτοῦ, ἵνα μὴ πλανᾷ ἔτι τὰ ἔθνη, ἄχρι τελεσθῇ τὰ χίλια ἔτη· μετὰ ταῦτα δεῖ αὐτὸν λυθῆναι μικρὸν χρόνον.
Αποκ. 20,8 καὶ ἐξελεύσεται πλανῆσαι τὰ ἔθνη τὰ ἐν ταῖς τέσσαρσι γωνίαις τῆς γῆς, τὸν Γὼγ καὶ τὸν Μαγώγ, συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον, ὧν ὁ ἀριθμὸς αὐτῶν ὡς ἡ ἄμμος τῆς θαλάσσης.
Αποκ. 20,10 καὶ ὁ διάβολος ὁ πλανῶν αὐτοὺς ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρὸς καὶ τοῦ θείου, ὅπου καὶ τὸ θηρίον καὶ ὁ ψευδοπροφήτης, καὶ βασανισθήσονται ἡμέρας καὶ νυκτὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Α Τιμ. 4,1 Τὸ δὲ Πνεῦμα ῥητῶς λέγει ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμονίων,
Β Θεσ. 2,11 καὶ διὰ τοῦτο πέμψει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει,
Β Ιω. 1,7 ὅτι πολλοὶ πλάνοι εἰσῆλθον εἰς τὸν κόσμον, οἱ μὴ ὁμολογοῦντες Ἰησοῦν Χριστὸν ἐρχόμενον ἐν σαρκί· οὗτός ἐστιν ὁ πλάνος καὶ ὁ ἀντίχριστος.
Β Τιμ. 3,13 πονηροὶ δέ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι.
Γαλ. 6,7 Μὴ πλανᾶσθε, Θεὸς οὐ μυκτηρίζεται· ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει·
Εβρ. 3,10 διὸ προσώχθισα τῇ γενεᾷ ἐκείνῃ καὶ εἶπον· ἀεὶ πλανῶνται τῇ καρδίᾳ, αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου·
Εφεσ. 14-15 Ἵνα μηκέτι ὦμεν νήπιοι, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας, ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης, ἀληθεύοντες δὲ ἐν ἀγάπῃ αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα,  
Ἰάκ. 5,19-20 Ἀδελφοί, ἐάν τις ἐν ὑμῖν πλανηθῇ ἀπὸ τῆς ἀληθείας, καὶ ἐπιστρέψῃ τις αὐτόν, γινωσκέτω ὅτι ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ σώσει ψυχὴν ἐκ θανάτου καὶ καλύψει πλῆθος ἁμαρτιῶν.
Λουκ. 21,8 ὁ δὲ εἶπε· βλέπετε μὴ πλανηθῆτε· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες ὅτι ἐγώ εἰμι καὶ ὁ καιρὸς ἤγγικε. μὴ οὖν πορευθῆτε ὀπίσω αὐτῶν.
Μαρκ. 12,27 οὐκ ἔστιν ὁ Θεὸς νεκρῶν, ἀλλὰ ζώντων· ὑμεῖς οὖν πολὺ πλανᾶσθε.
Ματθ. 18,12-13 Τί ὑμῖν δοκεῖ; ἐὰν γένηταί τινι ἀνθρώπῳ ἑκατὸν πρόβατα καὶ πλανηθῇ ἓν ἐξ αὐτῶν, οὐχὶ ἀφεὶς τὰ ἐνενήκοντα ἐννέα ἐπὶ τὰ ὄρη, πορευθεὶς ζητεῖ τὸ πλανώμενον; καὶ ἐὰν γένηται εὑρεῖν αὐτό, ἀμὴν λέγω ὑμῖν ὅτι χαίρει ἐπ᾿ αὐτῷ μᾶλλον ἢ ἐπὶ τοῖς ἐνενήκοντα ἐννέα τοῖς μὴ πεπλανημένοις.
Ματθ. 22,29 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ.
Ματθ. 24,4-5 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· βλέπετε μή τις ὑμᾶς πλανήσῃ. πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες, ἐγώ εἰμι ὁ Χριστός, καὶ πολλοὺς πλανήσουσι.
Ματθ. 24,11 καὶ πολλοὶ ψευδοπροφῆται ἐγερθήσονται καὶ πλανήσουσι πολλούς,
Ματθ. 24,24 ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσι σημεῖα μεγάλα καὶ τέρατα, ὥστε πλανῆσαι, εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς.
ΠΕΡΙ ΠΛΕΟΝΕΞΙΑΣ ΚΑΙ ΠΛΕΟΝΕΚΤΟΥ
Α Θεσ. 2,5 οὔτε γάρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθημεν, καθὼς οἴδατε, οὔτε ἐν προφάσει πλεονεξίας, Θεὸς μάρτυς,
Α Θεσ. 4,6 τὸ μὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἐν τῷ πράγματι τὸν ἀδελφὸν αὐτοῦ, διότι ἔκδικος ὁ Κύριος περὶ πάντων τούτων...
Α Κορ. 5,11 νῦν δὲ ἔγραψα ὑμῖν μὴ συναμίγνυσθαι ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης ἢ λοίδορος ἢ μέθυσος ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν.
Α Κορ. 6,10 οὔτε πλεονέκται οὔτε κλέπται οὔτε μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι.
Α Τιμ-6,9 Οι δε βουλόμενοι πλουτείν εμπίπτουσιν είς πειρασμόν και παγίδα και επιθυμίας πολλάς ανοήτους και βλαβεράς, αίτινες βυβίζουσι τους ανθρώπους είς όλεθρον και απώλειαν.
Β Κορ. 7,2 Χωρήσατε ἡμᾶς· οὐδένα ἠδικήσαμεν, οὐδένα ἐφθείραμεν, οὐδένα ἐπλεονεκτήσαμεν.
Β Κορ-8,12-15 εἰ γὰρ ἡ προθυμία πρόκειται, καθὸ ἐὰν ἔχῃ τις εὐπρόσδεκτος, οὐ καθὸ οὐκ ἔχει. οὐ γὰρ ἵνα ἄλλοις ἄνεσις, ὑμῖν δὲ θλῖψις, ἀλλ᾿ ἐξ ἰσότητος ἐν τῷ νῦν καιρῷ τὸ ὑμῶν περίσσευμα εἰς τὸ ἐκείνων ὑστέρημα, ἵνα καὶ τὸ ἐκείνων περίσσευμα γένηται εἰς τὸ ὑμῶν ὑστέρημα, ὅπως γένηται ἰσότης, καθὼς γέγραπται· ὁ τὸ πολὺ οὐκ ἐπλεόνασε, καὶ ὁ τὸ ὀλίγον οὐκ ἠλαττόνησε. Καθώς γέγραπται, ο το πολύ ούκ επλεόνασε, και ο το ολίγον ούκ ηλαττόνησε.
Β Κορ. 9,5 ἀναγκαῖον οὖν ἡγησάμην παρακαλέσαι τοὺς ἀδελφοὺς ἵνα προέλθωσιν εἰς ὑμᾶς καὶ προκαταρτίσωσι τὴν προκατηγγελμένην εὐλογίαν ὑμῶν, ταύτην ἑτοίμην εἶναι, οὕτως ὡς εὐλογίαν καὶ μὴ ὡς πλεονεξίαν.
Β Κορ. 12,17 μή τινα ὧν ἀπέσταλκα πρὸς ὑμᾶς, δι᾿ αὐτοῦ ἐπλεονέκτησα ὑμᾶς;
Β Κορ. 12,18 παρεκάλεσα Τίτον καὶ συναπέστειλα τὸν ἀδελφόν· μήτι ἐπλεονέκτησεν ὑμᾶς Τίτος; οὐ τῷ αὐτῷ πνεύματι περιεπατήσαμεν; οὐ τοῖς αὐτοῖς ἴχνεσι;
Β Πετρ. 2,3 καὶ ἐν πλεονεξίᾳ πλαστοῖς λόγοις ὑμᾶς ἐμπορεύσονται, οἷς τὸ κρῖμα ἔκπαλαι οὐκ ἀργεῖ, καὶ ἡ ἀπώλεια αὐτῶν οὐ νυστάξει.
Β Πε. 2,14 ὀφθαλμοὺς ἔχοντες μεστοὺς μοιχαλίδος καὶ ἀκαταπαύστους ἁμαρτίας, δελεάζοντες ψυχὰς ἀστηρίκτους, καρδίαν γεγυμνασμένην πλεονεξίας ἔχοντες, κατάρας τέκνα!
Εφ. 4,19 οἵτινες, ἀπηλγηκότες, ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ εἰς ἐργασίαν ἀκαθαρσίας πάσης ἐν πλεονεξίᾳ.
Εφ. 5,3 πορνεία δὲ καὶ πᾶσα ἀκαθαρσία ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις,
Εφ. 5,5 τοῦτο γάρ ἐστε γινώσκοντες, ὅτι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ.
Κολ. 3,5 Νεκρώσατε οὖν τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρία,
Λουκ-8,14 Το δε είς τας ακάνθας πεσόν, ούτοι εισιν οι ακούσαντες, και υπό μεριμνών και πλούτου και ηδονών του βίου πορεύομενοι συμπνίγονται και ού τελεσφορούσι.
Λουκ. 12,15 εἶπε δὲ πρὸς αὐτούς· ὁρᾶτε καὶ φυλάσσεσθε ἀπὸ πάσης πλεονεξίας· ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ ἡ ζωὴ αὐτοῦ ἐστιν ἐκ τῶν ὑπαρχόντων αὐτοῦ.
Λουκ-16,13 Ου δύνασθε Θεώ δουλεύειν και μαμωνά.
Ματθ-6,21 Οπου γαρ εστιν ο θησαυρος ημών, εκεί εσται και η καρδια ημων.
Παρ-28,8 Ο πληθύνων τον πλούτον αυτού μετά τόκων και πλεονασμών τώ ελεώντι πτωχούς συνάγει αυτόν.
Σειρ-14,9 Πλεονέκτου οφθαλμός ούκ εμπιπλάται μερίδι, και αδικία πονηρά αναξηραίνει ψυχήν.
Σειρ-27,1 Χάριν διαφόρου πολλοί ήμαρτον, και ο ζητών πληθύναι αποστρέψει οφθαλμόν.
ΠΕΡΙ ΠΛΟΥΤΟΥ ΚΑΙ ΠΛΟΥΣΙΩΝ
Α Τιμ. 6,9 οἱ δὲ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πειρασμὸν καὶ παγίδα καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ βλαβεράς, αἵτινες βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν.
Α Τιμ. 6,17 Τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι παράγγελλε μὴ ὑψηλοφρονεῖν, μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι, ἀλλ᾿ ἐν τῷ Θεῷ τῷ ζῶντι, τῷ παρέχοντι ἡμῖν πάντα πλουσίως εἰς ἀπόλαυσιν,
Αποκ. 3,17-18 ὅτι λέγεις ὅτι πλούσιός εἰμι καὶ πεπλούτηκα καὶ οὐδενὸς χρείαν ἔχω, - καὶ οὐκ οἶδας ὅτι σὺ εἶ ὁ ταλαίπωρος καὶ ὁ ἐλεεινὸς καὶ πτωχὸς καὶ τυφλὸς καὶ γυμνός,- συμβουλεύω σοι ἀγοράσαι παρ᾿ ἐμοῦ χρυσίον πεπυρωμένον ἐκ πυρὸς ἵνα πλουτήσῃς, καὶ ἱμάτια λευκὰ ἵνα περιβάλῃ καὶ μὴ φανερωθῇ ἡ αἰσχύνη τῆς γυμνότητός σου, καὶ κολλύριον ἵνα ἐγχρίσῃ τοὺς ὀφθαλμούς σου ἵνα βλέπῃς.
Αποκ. 6,15 καὶ οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ μεγιστᾶνες καὶ οἱ χιλίαρχοι καὶ οἱ πλούσιοι καὶ οἱ ἰσχυροὶ καὶ πᾶς δοῦλος καὶ ἐλεύθερος ἔκρυψαν ἑαυτοὺς εἰς τὰ σπήλαια καὶ εἰς τὰς πέτρας τῶν ὀρέων,
Αποκ. 13,16 καὶ ποιεῖ πάντας, τοὺς μικροὺς καὶ τοὺς μεγάλους, καὶ τοὺς πλουσίους καὶ τοὺς πτωχούς, καὶ τοὺς ἐλευθέρους καὶ τοὺς δούλους, ἵνα δώσωσιν αὐτοῖς χάραγμα ἐπὶ τῆς χειρὸς αὐτῶν τῆς δεξιᾶς ἢ ἐπὶ τῶν μετώπων αὐτῶν,
Β Κορ. 8,9 γινώσκετε γὰρ τὴν χάριν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι δι᾿ ὑμᾶς ἐπτώχευσε πλούσιος ὤν, ἵνα ὑμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσητε.
Εκκλ-5,10 Αγαπών αργύριον ου πλησθήσεται αργυρίου . και τις ηγάπησεν εν πλήθει αυτών γένημα; Και γε τούτο ματαιότης.
Εκκλ-5,12 Έστιν αρρώστια, ήν είδον υπό τον ήλιον, πλούτον φυλασσόμενον τώ παρ' αυτού είς κακίαν αυτώ, και απολείται ο πλούτος εκείνος έν περισπασμώ πονηρώ
Ἰάκ. 5,1-6 Ἄγε νῦν οἱ πλούσιοι, κλαύσατε ὀλολύζοντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις· ὁ πλούτος ὑμῶν σέσηπε και τα ιμάτια υμών σητόβρωτα γέγονεν, ο χρυσός υμών και ο άργυρος κατίωται, και ο ιός αυτών εις μαρτύριον υμίν έσται και φάγεται τας σάρκας υμών· ως πυρ εθησαυρίσατε εν εσχάταις ημέραις. Ἰδού ο μισθός των εργατών των αμησάντων τας χώρας υμών ο απεστερημένος αφ' υμών κράζει, και αι βοαί των θερισάντων εις τα ώτα Κυρίου Σαβαώθ εισεληλύθασιν. Ἐτρυφήσατε επί της γης και εσπαταλήσατε, εθρέψατε τας καρδίας υμών ως εν ημέρα σφαγής· κατεδικάσατε, εφονεύσατε τον δίκαιον· ουκ αντιτάσσεται υμίν.
Ιακ. 1,9-11 καυχάσθω δὲ ὁ ἀδελφὸς ὁ ταπεινὸς ἐν τῷ ὕψει αὐτοῦ, ὁ δὲ πλούσιος ἐν τῇ ταπεινώσει αὐτοῦ, ὅτι ὡς ἄνθος χόρτου παρελεύσεται. ἀνέτειλε γὰρ ὁ ἥλιος σὺν τῷ καύσωνι καὶ ἐξήρανε τὸν χόρτον, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε, καὶ ἡ εὐπρέπεια τοῦ προσώπου αὐτοῦ ἀπώλετο. οὕτω καὶ ὁ πλούσιος ἐν ταῖς πορείαις αὐτοῦ μαρανθήσεται.
Ἰώβ 20,15 Πλούτος ἀδίκως συναγόμενος ἐξεμεθήσεται, ἐξ οἰκίας αὐτοῦ ἐξελκύσει αὐτὸν ἄγγελος,
Λουκ. 1,53 πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.
Λουκ. 6,24 πλὴν οὐαὶ ὑμῖν τοῖς πλουσίοις, ὅτι ἀπέχετε τὴν παράκλησιν ὑμῶν.
Λουκ. 12,19-21 καὶ ἐρῶ τῇ ψυχῇ μου· ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου. εἶπε δὲ αὐτῷ ὁ Θεός· ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας τίνι ἔσται; οὕτως ὁ θησαυρίζων ἑαυτῷ, καὶ μὴ εἰς Θεὸν πλουτῶν.
Λουκ-16,13 Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνά.
Λουκ. 18,22-23 ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς εἶπεν αὐτῷ· ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι. ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγένετο· ἦν γὰρ πλούσιος σφόδρα.
Λουκ-18,24 Δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλεία τοῦ Θεοῦ.
Μαρκ. 4,19 καὶ αἱ μέριμναι τοῦ αἰῶνος τούτου καὶ ἡ ἀπάτη τοῦ πλούτου καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναι συμπνίγουσι τὸν λόγον, καὶ ἄκαρπος γίνεται.
Ματθ. 19,23-24 Ὁ δὲ Ἰησοῦς εἶπε τοῖς μαθηταῖς αὐτοῦ· ἀμὴν λέγω ὑμῖν ὅτι δυσκόλως πλούσιος εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυπήματος ῥαφίδος διελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν.
Ματθ-6,19-20 Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σής καὶ βρώσις ἀφανίζει καὶ ὅπου κλέπται διορύσσουσι καὶ κλέπτουσι. Θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ ὅπου οὔτε σής οὔτε βρώσις ἀφανίζει καὶ ὅπου κλέπται οὐ διορύσσουσιν οὐδὲ κλέπτουσιν.
Ματθ-6,21 Ὅπου γὰρ ἐστιν ὀ θησαυρός ἡμῶν, ἐκεῖ ἔσται καὶ ἡ καρδία ἡμῶν.
Παρ-11,28 Ο πεποιθώς επί πλούτω ούτος πεσείται, ο δε αντιλαμβανόμενος δικαίων ούτος ανατέλει.
Παρ-13,7 Εισίν οι πλουτίζοντες ευατούς μεδέν έχοντες, καί εισιν οι ταπεινούντες εαυτούς εν πολλώ πλούτω.
Παρ-13,8 Λύτρον ανδρός ψυχής ο ίδιος πλούτος, πτωχός δέ ουχ υφίσταται απειλήν.
Παρ-13,20 Βδέλυγμα υπερηφάνω ταπεινότης, ούτως βδέλυγμα πλουσίω πτωχός.
Παρ. 14,20 Φίλοι μισήσουσι φίλους πτωχούς, φίλοι δὲ πλουσίων πολλοί.
Παρ-19,4 Πλούτος προστίθησι φίλους πολλούς, ο δε πτωχός και από του υπάρχοντος φίλου λείπεται.
Παρ-22,2 Πλούσιος και πτωχός συνήντησαν αλλήλοις, αμφότερους δε ο Κύριος εποίησε.
Παρ-22,7 Πλούσιοι πτωχών άρξουσι, και οικέται ιδίοις δεσπόταις δανειούσιν.
Παρ-24,8 Πλούτον δε και πενίαν μη μοι δώς, σύνταξον δε μοι τα δέοντα και τα αυτάρκη
Παρ-24Μασ.. Μη δώς γυναιξί σόν πλούτον και σόν νούν και βίον είς υστεροβουλίαν. (Μασ-31,3)
Παρ-28,8 Ο πληθύνων τον πλούτον αυτού μετά τόκων και πλεονασμών τώ ελεώντι πτωχούς συνάγει αυτόν.
Παρ-28,11 Σοφός παρ' εαυτώ ανήρ πλούσιος, πένης δε νοήμων καταγνώσεται αυτού.
Παρ-28,22 Σπεύδει πλουτείν ανήρ βασκάνος, και ουκ οίδεν ότι ελεήμων κρατήσει αυτού.
Ρωμ. 11,12 εἰ δὲ τὸ παράπτωμα αὐτῶν πλοῦτος κόσμου καὶ τὸ ἥττημα αὐτῶν πλοῦτος ἐθνῶν, πόσῳ μᾶλλον τὸ πλήρωμα αὐτῶν;
Σειρ.11,18-19 Ἔστι πλουτών από προσοχής και σφιγγίας αυτού, και αύτη η μερίς του μισθού αυτού· εν τω ειπείν αυτόν· εύρον ανάπαυσιν και νυν φάγομαι εκ των αγαθών μου, και ουκ οίδε τις καιρός παρελεύσεται και καταλείψει αυτά ετέροις και αποθανείται.
Σειρ-13,23 Πλούσιος ελάλησε και πάντες εσίγησαν, και τον λόγον αυτού ανύψωσαν έως των νεφελών. Πτωχός ελάλησε και είπαν . τις ούτος; κάν προσκόψει, προσανατρέψουσιν αυτόν.
Σειρ-13,24 Ἀγαθὸς ὁ πλοῦτος, ᾧ μή ἐστιν ἁμαρτία, καὶ πονηρὰ ἡ πτωχεία ἐν στόματι ἀσεβοῦς.
Σειρ-14,3  Ἀνδρὶ μικρολόγῳ οὐ καλὸς ὁ πλοῦτος, καὶ ἀνθρώπῳ βασκάνῳ ἱνατί χρήματα;
Σειρ-31,1 Αγρυπνία πλούτου εκτήκει σάρκας, και η μέριμνα αυτού αφιστά ύπνον.
Σειρ-31,6 Πολλοί εδόθησαν είς πτώμα χάριν χρυσίου, και εγενήθη απώλεια αυτών κατά πρόσωπον αυτών.
Σειρ-31,8 Μακάριος πλούσιος, ός ευρέθη άμμωμος και ός οπίσω χρυσίου ούκ επορεύθη.
Ψαλμ-33,11 Πλούσιοι επτώχευσαν και επείνασαν, οι δε εκζητούντες τον Κύριον ούκ ελαττωθήσονται παντός αγαθού.
Ψαλμ. 48,17-18 Μη φοβού, όταν πλουτήση άνθρωπος και όταν πληθυνθή η δόξα του οίκου αυτού· ότι ουκ εν τω αποθνήσκειν αυτόν λήψεται τα πάντα, ουδέ συγκαταβήσεται αυτω η δόξα αυτού.
ΠΕΡΙ ΠΝΕΥΜΑΤΟΣ ΚΑΙ ΠΝΕΥΜΑΤΙΚΩΝ ΑΝΔΡΩΝ
Α Κορ. 2,13 ἃ καὶ λαλοῦμεν οὐκ ἐν διδακτοῖς ἀνθρωπίνοις σοφίας λόγοις, ἀλλ᾿ ἐν διδακτοῖς Πνεύματος Ἁγίου, πνευματικοῖς πνευματικὰ συγκρίνοντες.
Α Κορ. 2,15 ὁ δὲ πνευματικὸς ἀνακρίνει μὲν πάντα, αὐτὸς δὲ ὑπ᾿ οὐδενὸς ἀνακρίνεται.
Α Κορ. 3,1 Καὶ ἐγώ, ἀδελφοί, οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ᾿ ὡς σαρκικοῖς, ὡς νηπίοις ἐν Χριστῷ.
Α Κορ. 9,11 Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν;
Α Κορ. 12,1-3 Περὶ δὲ τῶν πνευματικῶν, ἀδελφοί, οὐ θέλω ὑμᾶς ἀγνοεῖν. οἴδατε ὅτι, ὅτε ἔθνη ἦτε, πρὸς τὰ εἴδωλα τὰ ἄφωνα ὡς ἂν ἤγεσθε ἀπαγόμενοι. διὸ γνωρίζω ὑμῖν ὅτι οὐδεὶς ἐν Πνεύματι Θεοῦ λαλῶν λέγει ἀνάθεμα Ἰησοῦν, καὶ οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν εἰ μὴ ἐν Πνεύματι Ἁγίῳ.
Α Κορ. 14,1 Διώκετε τὴν ἀγάπην· ζηλοῦτε δὲ τὰ πνευματικά, μᾶλλον δὲ ἵνα προφητεύητε.
Γαλ.5,16-18 Λέγω δε, πνεύματι περιπατείτε και επιθυμίαν σαρκός ου μη τελέσητε. ἡ γαρ σάρξ επιθυμεί κατά του πνεύματος, το δε πνεύμα κατά της σαρκός· ταύτα δε αντίκειται αλλήλοις, ίνα μη α αν θέλητε ταύτα ποιήτε. ει δε Πνεύματι άγεσθε, ουκ εστέ υπό νόμον.
Γαλ.5,22-23 Ὁ δε καρπός του Πνεύματός εστιν αγάπη, χαρά, ειρήνη, μακροθυμία, χρηστότης, αγαθωσύνη, πίστις, πραότης, εγκράτεια· κατά των τοιούτων ουκ έστι νόμος.
Γαλ. 6,1 Ἀδελφοί, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πρᾳότητος σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς.
Εφ. 5,19 λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ,
ΠΕΡΙ ΠΝΕΥΜΑΤΙΚΩΝ ΟΠΛΩΝ
Β Κορ.10,4-5 τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικά, ἀλλὰ δυνατὰ τῷ Θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων· λογισμοὺς καθαι-ροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ,
Εφ. 6,10-11 Τὸ λοιπόν, ἀδελφοί μου, ἐνδυναμοῦσθε ἐν Κυρίῳ καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ. ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου·
Εφ. 6,12-13 ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ καὶ ἅπαντα κατεργασάμενοι στῆναι.
Εφ. 6,14 στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης,
Εφ. 6,15 καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης,
Εφ. 6,16 ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι·
Εφ. 6,17-18 καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ, διὰ πάσης προσευχῆς καὶ δεήσεως, προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν Πνεύματι, καὶ εἰς αὐτὸ τοῦτο ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει περὶ πάντων τῶν ἁγίων,
ΠΕΡΙ ΠΟΙΜΝΗΣ ΚΑΙ ΠΟΙΜΕΝΩΝ
Α Κορ. 9,7 τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; τίς φυτεύει ἀμπελῶνα καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει; ἢ τίς ποιμαίνει ποίμνην καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει;
Α Πε. 2,25 ἦτε γὰρ ὡς πρόβατα πλανώμενα, ἀλλ᾿ ἐπεστράφητε νῦν ἐπὶ τὸν ποιμένα καὶ ἐπίσκοπον τῶν ψυχῶν ὑμῶν.
Α Πε. 5,2-3 ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ Θεοῦ, ἐπισκοποῦντες μὴ ἀναγκαστῶς, ἀλλ᾿ ἑκουσίως, μηδὲ αἰσχροκερδῶς, ἀλλὰ προθύμως, μηδ᾿ ὡς κατακυριεύοντες τῶν κλήρων, ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου·
Αποκ. 2,27 καὶ ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, ὡς τὰ σκεύη τὰ κεραμικὰ συντριβήσεται, ὡς κἀγὼ εἴληφα παρὰ τοῦ πατρός μου,
Αποκ. 7,17 ὅτι τὸ ἀρνίον τὸ ἀνὰ μέσον τοῦ θρόνου ποιμανεῖ αὐτούς, καὶ ὁδηγήσει αὐτοὺς ἐπὶ ζωῆς πηγὰς ὑδάτων, καὶ ἐξαλείψει ὁ Θεὸς πᾶν δάκρυον ἐκ τῶν ὀφθαλμῶν αὐτῶν.
Αποκ. 12,5 καὶ ἔτεκεν υἱὸν ἄῤῥενα, ὃς μέλλει ποιμαίνειν πάντα τὰ ἔθνη ἐν ῥάβδῳ σιδηρᾷ· καὶ ἡρπάσθη τὸ τέκνον αὐτῆς πρὸς τὸν Θεὸν καὶ πρὸς τὸν θρόνον αὐτοῦ.
Αποκ. 19,15 καὶ ἐκ τοῦ στόματος αὐτοῦ ἐκπορεύεται ῥομφαία ὀξεῖα δίστομος, ἵνα ἐν αὐτῇ πατάσσῃ τὰ ἔθνη· καὶ αὐτὸς ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· καὶ αὐτὸς πατεῖ τὴν ληνὸν τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς τοῦ Θεοῦ τοῦ παντοκράτορος.
Εβρ. 13,20 Ὁ δὲ Θεὸς τῆς εἰρήνης, ὁ ἀναγαγὼν ἐκ νεκρῶν τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν ἐν αἵματι διαθήκης αἰωνίου, τὸν Κύριον ἡμῶν Ἰησοῦν,
Εφ. 4,11 καὶ αὐτὸς ἔδωκε τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους,
Ιω. 10,2 ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων.
Ιω. 10,11 ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων·
Ιω. 10,12 ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα.
Ιω. 10,16 καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.
Ιω. 21,16 λέγει αὐτῷ πάλιν δεύτερον· Σίμων Ἰωνᾶ, ἀγαπᾷς με; λέγει αὐτῷ· ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· ποίμαινε τὰ πρόβατά μου.
Λουκ. 12,32 Μὴ φοβοῦ τὸ μικρὸν ποίμνιον· ὅτι εὐδόκησεν ὁ πατὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν.
Ματθ. 2,6 Καὶ σὺ Βηθλεέμ, γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ.
Ματθ. 9,36 Ἰδὼν δὲ τοὺς ὄχλους ἐσπλαγχνίσθη περὶ αὐτῶν, ὅτι ἦσαν ἐκλελυμένοι καὶ ἐῤῥιμμένοι ὡς πρόβατα μὴ ἔχοντα ποιμένα.
Ματθ. 25,32 καὶ συναχθήσεται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφοριεῖ αὐτοὺς ἀπ᾿ ἀλλήλων ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων,
Ματθ. 26,31 πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ, γέγραπται γάρ, πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης·
Πραξ. 20,28 προσέχετε οὖν ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ Ἅγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ Κυρίου καὶ Θεοῦ, ἣν περιεποιήσατο διὰ τοῦ ἰδίου αἵματος.
Πραξ. 20,29 ἐγὼ γὰρ οἶδα τοῦτο, ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς μὴ φειδόμενοι τοῦ ποιμνίου·
ΠΕΡΙ ΠΟΛΕΜΩΝ
Α Κορ. 14,8 καὶ γὰρ ἐὰν ἄδηλον φωνὴν σάλπιγξ δῷ, τίς παρασκευάσεται εἰς πόλεμον;
Αποκ. 11,7 καὶ ὅταν τελέσωσι τὴν μαρτυρίαν αὐτῶν, τὸ θηρίον τὸ ἀναβαῖνον ἐκ τῆς ἀβύσσου ποιήσει μετ᾿ αὐτῶν πόλεμον καὶ νικήσει αὐτοὺς καὶ ἀποκτενεῖ αὐτούς.
Αποκ. 12,7 Καὶ ἐγένετο πόλεμος ἐν τῷ οὐρανῷ· ὁ Μιχαὴλ καὶ οἱ ἄγγελοι αὐτοῦ -τοῦ πολεμῆσαι μετὰ τοῦ δράκοντος· καὶ ὁ δράκων ἐπολέμησε καὶ οἱ ἄγγελοι αὐτοῦ,
Αποκ. 12,17 καὶ ὠργίσθη ὁ δράκων ἐπὶ τῇ γυναικί, καὶ ἀπῆλθε ποιῆσαι πόλεμον μετὰ τῶν λοιπῶν τοῦ σπέρματος αὐτῆς, τῶν τηρούντων τὰς ἐντολὰς τοῦ Θεοῦ καὶ ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ.
Αποκ. 13,7 καὶ ἐδόθη αὐτῷ πόλεμον ποιῆσαι μετὰ τῶν ἁγίων καὶ νικῆσαι αὐτούς, καὶ ἐδόθη αὐτῷ ἐξουσία ἐπὶ πᾶσαν φυλὴν καὶ λαὸν καὶ γλῶσσαν καὶ ἔθνος.
Αποκ. 16,14 εἰσὶ γὰρ πνεύματα δαιμονίων ποιοῦντα σημεῖα, ἃ ἐκπορεύεται ἐπὶ τοὺς βασιλεῖς τῆς οἰκουμένης ὅλης, συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον τῆς ἡμέρας ἐκείνης τῆς μεγάλης τοῦ Θεοῦ τοῦ παντοκράτορος.
Αποκ. 19,19 Καὶ εἶδον τὸ θηρίον καὶ τοὺς βασιλεῖς τῆς γῆς καὶ τὰ στρατεύματα αὐτῶν συνηγμένα ποιῆσαι τὸν πόλεμον μετὰ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου καὶ μετὰ τοῦ στρατεύματος αὐτοῦ.
Αποκ. 20,8 καὶ ἐξελεύσεται πλανῆσαι τὰ ἔθνη τὰ ἐν ταῖς τέσσαρσι γωνίαις τῆς γῆς, τὸν Γὼγ καὶ τὸν Μαγώγ, συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον, ὧν ὁ ἀριθμὸς αὐτῶν ὡς ἡ ἄμμος τῆς θαλάσσης.
Εβρ. 11,34 ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων·
Ιακ. 4,1 Πόθεν πόλεμοι καὶ μάχαι ἐν ὑμῖν; οὐκ ἐντεῦθεν ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν;
Λουκ. 21,9 ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας, μὴ πτοηθῆτε· δεῖ γὰρ ταῦτα γενέσθαι πρῶτον, ἀλλ᾿ οὐκ εὐθέως τὸ τέλος. 
Μαρκ. 13,7 ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε· δεῖ γὰρ γενέσθαι, ἀλλ᾿ οὔπω τὸ τέλος.
ΠΕΡΙ ΠΟΝΗΡΙΑΣ ΚΑΙ ΠΟΝΗΡΩΝ
Εκκλ. 6,1-2 Ἔστι πονηρία, ἣν εἶδον ὑπὸ τὸν ἥλιον, καὶ πολλή ἐστιν ἐπὶ τὸ ἄνθρωπον· ἀνήρ, ᾧ δώσει αὐτῷ ὁ Θεὸς πλοῦτον καὶ ὑπάρχοντα καὶ δόξαν, καὶ οὐκ ἔστιν ὑστερῶν τῇ ψυχῇ αὐτοῦ ἀπὸ πάντων, ὧν ἐπιθυμήσει, καὶ οὐκ ἐξουσιάσει αὐτῷ ὁ Θεὸς τοῦ φαγεῖν ἀπ᾿ αὐτοῦ, ὅτι ἀνὴρ ξένος φάγεται αὐτόν· τοῦτο ματαιότης καὶ ἀῤῥωστία πονηρά ἐστι.
Εκκλ. 8,11 Ὅτι οὐκ ἔστι γινομένη ἀντίῤῥησις ἀπὸ τῶν ποιούντων τὸ πονηρὸν ταχύ· διὰ τοῦτο ἐπληροφορήθη καρδία υἱῶν τοῦ ἀνθρώπου ἐν αὐτοῖς τοῦ ποιῆσαι τὸ πονηρόν.
Εκκλ.11,10 καὶ ἀπόστησον θυμὸν ἀπὸ καρδίας σου καὶ παράγαγε πονηρίαν ἀπὸ σαρκός σου, ὅτι ἡ νεότης καὶ ἡ ἄνοια ματαιότης.
Παρ. 11,15 Πονηρὸς κακοποιεῖ ὅταν συμμίξῃ δικαίῳ, μισεῖ δὲ ἦχον ἀσφαλείας.
Παρ. 26,25 Ἐάν σου δέηται ὁ ἐχθρὸς μεγάλῃ τῇ φωνῇ, μὴ πεισθῆς, ἑπτὰ γάρ εἰσι πονηρίαι ἐν τῇ ψυχῇ αὐτοῦ.
Σειρ. 3,24 Πολλοὺς γὰρ ἐπλάνησεν ἡ ὑπόληψις αὐτῶν, καὶ ὑπόνοια πονηρὰ ὠλίσθησε διανοίας αὐτῶν.
Σειρ. 3,28 Ἐπαγωγὴ ὑπερηφάνου οὐκ ἔστιν ἴασις, φυτὸν γὰρ πονηρίας ἐῤῥίζωκεν ἐν αὐτῷ.
Σειρ. 6,4        Ψυχὴ πονηρὰ ἀπολεῖ τὸν κτησάμενον αὐτὴν καὶ ἐπίχαρμα ἐχθρῶν ποιήσει αὐτόν.
Σειρ. 11,33 Πρόσεχε ἀπὸ κακούργου, πονηρὰ γὰρ τεκταίνει, μήποτε μῶμον εἰς τὸν αἰῶνα δῷ σοι.
Σειρ. 12,10 Μὴ πιστεύσῃς τῷ ἐχθρῷ σου εἰς τὸν αἰῶνα· ὡς γὰρ ὁ χαλκὸς ἰοῦται, οὕτως ἡ πονηρία αὐτοῦ.
Σειρ. 14,5 Ὁ πονηρὸς ἑαυτῷ τίνι ἀγαθὸς ἔσται; καὶ οὐ μὴ εὐφρανθήσεται ἐν τοῖς χρήμασιν αὐτοῦ.
Σειρ. 14,6 Τοῦ βασκαίνοντος ἑαυτὸν οὐκ ἔστι πονηρότερος, καὶ τοῦτο ἀνταπόδομα τῆς κακίας αὐτοῦ·
Σειρ. 25,13 Πᾶσαν πληγὴν καὶ μὴ πληγὴν καρδίας, καὶ πᾶσαν πονηρίαν καὶ μὴ πονηρίαν γυναικός·
Σειρ. 25,16 Συνοικῆσαι λέοντι καὶ δράκοντι εὐδοκήσω ἢ ἐνοικῆσαι μετὰ γυναικὸς πονηρᾶς.
Σειρ. 25,17 Πονηρία γυναικὸς ἀλλοιοῖ τὴν ὅρασιν αὐτῆς καὶ σκοτοῖ τὸ πρόσωπον αὐτῆς ὡς ἄρκος.
Σειρ. 25,25 Μὴ δῷς ὕδατι διέξοδον μηδὲ γυναικὶ πονηρᾷ ἐξουσίαν.
Σειρ. 26,7 Βοοζύγιον σαλευόμενον γυνὴ πονηρά, ὁ κρατῶν αὐτῆς ὡς ὁ δρασσόμενος σκορπίου.
Σειρ. 31,13 Μνήσθητι ὅτι κακὸν ὀφθαλμὸς πονηρός· πονηρότερον ὀφθαλμοῦ τί ἔκτισται; διὰ τοῦτο ἀπὸ παντὸς προσώπου δακρύει.
Σειρ. 37,27 Τέκνον, ἐν τῇ ζωῇ σου πείρασον τὴν ψυχήν σου καὶ ἰδὲ τί πονηρὸν αὐτῇ, καὶ μὴ δῷς αὐτῇ·
Σειρ. 42,6 Ἐπὶ γυναικὶ πονηρᾷ καλὸν σφραγίς, καὶ ὅπου χεῖρες πολλαί, κλεῖσον·
Σειρ. 42,13 Ἀπὸ γὰρ ἱματίων ἐκπορεύεται σὴς καὶ ἀπὸ γυναικὸς πονηρία γυναικός.
Σειρ. 42,14 Κρείσσων πονηρία ἀνδρὸς ἢ ἀγαθοποιὸς γυνή, καὶ γυνὴ καταισχύνουσα εἰς ὀνειδισμόν.
Σοφ. Σολ. 4,6 Ἐκ γὰρ ἀνόμων ὕπνων τέκνα γεννώμενα μάρτυρές εἰσι πονηρίας κατὰ γονέων ἐν ἐξετασμῷ αὐτῶν.
Ψαλμ. 5,5-6 Οὐ παροικήσει σοι πονηρευόμενος, οὐδὲ διαμενοῦσι παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου.
Ψαλμ. 14,4 Ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόμενος, τοὺς δὲ φοβουμένους τὸν Κύριον δοξάζει·
Ψαλμ. 25,5 Ἐμίσησα ἐκκλησίαν πονηρευομένων καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω.
Ψαλμ. 36,1 Μὴ παραζήλου ἐν πονηρευομένοις μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν·
Ψαλμ. 36,8-9 Παῦσαι ἀπὸ ὀργῆς καὶ ἐγκατάλιπε θυμόν, μὴ παραζήλου ὥστε πονηρεύεσθαι· ὅτι οἱ πονηρευόμενοι ἐξολοθρευθήσο-νται, οἱ δὲ ὑπομένοντες τὸν Κύριον αὐτοὶ κληρονομήσουσι γῆν.
Ψαλμ. 63,3 Ἐσκέπασάς με ἀπὸ συστροφῆς πονηρευομένων, ἀπὸ πλήθους ἐργαζομένων ἀδικίαν,
Ψαλμ. 93,23 καὶ ἀποδώσει αὐτοῖς Κύριος τὴν ἀνομίαν αὐτῶν, καὶ κατὰ τὴν πονηρίαν αὐτῶν ἀφανιεῖ αὐτοὺς Κύριος ὁ Θεός.
Ψαλμ. 118,115 Ἐκκλίνατε ἀπ᾿ ἐμοῦ, πονηρευόμενοι, καὶ ἐξερευνήσω τὰς ἐντολὰς τοῦ Θεοῦ μου.
Ψαλμ. 139,2 Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ, ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με,
Ψαλμ. 140,4 Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις...
ΠΕΡΙ ΠΟΡΝΕΙΑΣ-ΜΟΙΧΕΙΑΣ
Α Θεσ. 4,3 Τοῦτο γάρ ἐστι θέλημα τοῦ Θεοῦ, ὁ ἁγιασμὸς ὑμῶν, ἀπέχεσθαι ὑμᾶς ἀπὸ τῆς πορνείας,
Α Κορ. 5,1-2 Ὄλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία, ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν ὀνομάζεται, ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν. καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας!
Α Κορ. 5,9-10 Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις, καὶ οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου ἢ τοῖς πλεονέκταις ἢ ἅρπαξιν ἢ εἰδωλαλάτραις· ἐπεὶ ὀφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν·
Α Κορ. 5,11 νῦν δὲ ἔγραψα ὑμῖν μὴ συναμίγνυσθαι ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης ἢ λοίδορος ἢ μέθυσος ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν.
Α Κορ. 6,9-10 ἢ οὐκ οἴδατε ὅτι ἄδικοι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι; μὴ πλανᾶσθε· οὔτε πόρνοι οὔτε εἰδωλολάτραι οὔτε μοιχοὶ οὔτε μαλακοὶ οὔτε ἀρσενοκοῖται οὔτε πλεονέκται οὔτε κλέπται οὔτε μέθυσοι, ...... βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι.
Α Κορ. 6,13 τὰ βρώματα τῇ κοιλίᾳ καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ Θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ Κυρίῳ, καὶ ὁ Κύριος τῷ σώματι·
Α Κορ. 6,15 οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν; ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη; μὴ γένοιτο.
Α Κορ. 6,16 ἢ οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν; ἔσονται γάρ, φησίν, οἱ δύο εἰς σάρκα μίαν· ο δε κολλώμενος τω Κυρίω εν πνεύμα εστι.
Α Κορ. 6,18 φεύγετε τὴν πορνείαν. πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν, ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει.
Α Κορ-7,1 Καλόν ἀνθρώπῳ γυναικός μὴ ἄπτεσθαι.
Α Κορ. 7,2 διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω
Α Κορ. 10,8 μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν καὶ ἔπεσον ἐν μιᾷ ἡμέρᾳ εἰκοσιτρεῖς χιλιάδες.
Α Κορ-15,50 Τούτο δε φημι, αδελφοί, ότι σάρξ και αίμα βασιλείαν Θεού κληρονομήσαι ού δύναται, ουδέ η φθορά την αφθαρσία κληρονομεί.
Αποκ. 2,21 καὶ ἔδωκα αὐτῇ χρόνον ἵνα μετανοήσῃ, καὶ οὐ θέλει μετανοῆσαι ἐκ τῆς πορνείας αὐτῆς.
Αποκ. 19,2 ὅτι ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις αὐτοῦ· ὅτι ἔκρινε τὴν πόρνην τὴν μεγάλην, ἥτις διέφθειρε τὴν γῆν ἐν τῇ πορνείᾳ αὐτῆς, καὶ ἐξεδίκησε τὸ αἷμα τῶν δούλων αὐτοῦ ἐκ χειρὸς αὐτῆς.
Αποκ. 21,8 τοῖς δὲ δειλοῖς καὶ ἀπίστοις καὶ ἐβδελυγμένοις καὶ φονεῦσι καὶ πόρνοις καὶ φαρμακοῖς καὶ εἰδωλολάτραις καὶ πᾶσι τοῖς ψευδέσι τὸ μέρος αὐτῶν ἐν τῇ λίμνῃ τῇ καιομένῃ ἐν πυρὶ καὶ θείῳ, ὅ ἐστιν ὁ θάνατος ὁ δεύτερος.
Αποκ. 22,15 ἔξω οἱ κύνες καὶ οἱ φαρμακοὶ καὶ οἱ πόρνοι καὶ οἱ φονεῖς καὶ οἱ εἰδωλολάτραι καὶ πᾶς ὁ φιλῶν καὶ ποιῶν ψεῦδος.
Β Κορ-7,1 Ταύτας ούν έχοντες τάς επαγγελίας, αγαπητοί, καθαρίσωμεν εαυτούς από παντός μολυσμού σαρκός και πνεύματος, επιτελούντες αγιοσύνην εν φόβω Θεού.
Β Τιμ-2,22 Τας δε νεωτερικάς επιθυμίας φεύγε, δίωκε δε δικαιοσύνην, πίστιν, αγάπην, ειρήνην μετά των επικαλουμένων τον Κύριον εκ καθαράς καρδίας.
Γαλ-5,16 Λέγω δε πνεύματι περιπατείτε και επιθυμίαν σαρκός ου μη τελέσητε.
Γαλ-5,17 Ἡ γὰρ σάρξ ἐπιθυμεί κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεύμα κατὰ τῆς σαρκός, ταύτα δὲ ἀντίκειται ἀλλήλοις, ἵνα μὴ ἃ ἂν θέλητε ταύτα ποιήτε.
Γαλ. 5,19 φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκός, ἅτινά ἐστι μοιχεία, πορνεία, ἀκαθαρσία, ἀσέλγεια,
Γαλ-6,8 Ότι ο σπείρων είς την σάρκα εαυτού εκ της σαρκός θερίσει φθοράν, ο δε σπείρων είς το πνεύμα εκ του πνεύματος θερίσει ζωήν αιώνιον.
Δευτ. 23,3 Οὐκ εἰσελεύσεται ἐκ πόρνης εἰς ἐκκλησίαν Κυρίου.
Εβρ. 12,16 μή τις πόρνος ἢ βέβηλος ὡς Ἡσαῦ, ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδοτο τὰ πρωτοτόκια αὐτοῦ.
Εβρ. 13,4 Τίμιος ὁ γάμος ἐν πᾶσι καὶ ἡ κοίτη ἀμίαντος· πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός.
Εφ. 5,3 πορνεία δὲ καὶ πᾶσα ἀκαθαρσία ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις,
Εφ. 5,5 τοῦτο γάρ ἐστε γινώσκοντες, ὅτι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ.
Ἰώβ 31,11-12 Θυμὸς γὰρ ὀργής ἀκατάσχετος τὸ μιάναι ἀνδρὸς γυναίκα· πὺρ γὰρ ἐστι καιόμενον ἐπὶ πάντων τῶν μερῶν, οὗ δ’ ἂν ἐπέλθη ἐκ ριζῶν ἀπώλεσεν.
Κολ. 3,5 Νεκρώσατε οὖν τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρία,
Ματθ-5,28 Πας ο βλέπων γυναίκα προς το επιθυμήσαι αυτήν ήδη εμοίχευσεν αυτήν εν τη καρδια αυτου.
Ματθ-5,29 Ει δε ό οφθαλμός σου ό δεξιός σκανδαλιζει σε έξελε αυτόν και βάλε από σου συμφερει γάρ σοι ίνα αποληται εν των μελων σου και μη ολόν το σωμα σου βληθεί εις γεενναν
Ματθ. 5,32 Ἐγὼ δὲ λέγω ὑμῖν ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχᾶσθαι, καὶ ὃς ἐὰν ἀπολελυμένην γαμήσει, μοιχᾶται.
Ναοὺμ 3,3 ...καὶ ἀσθενήσουσιν ἐν τοῖς σώμασιν αὐτῶν ἀπὸ πλήθους πορνείας.
Παρ-5,3 Μη πρόσεχε φαύλη γυναικί μέλι γάρ αποστάζει από χειλέων γυναικός πόρνης, ή προς καιρόν λιπαίνει σόν φάρυγγα.
Παρ-5,8 Μακράν ποίησον απ' αυτής σην οδόν, μη εγγίσης προς θύραις οίκων αυτής.
Παρ-5,20 Μη πολύς ίσθι προς αλλότριαν, μηδέ συνέχου αγκάλαις της μη ιδίας
Παρ-6,25 Μη σε νικήση κάλλους επιθυμία μηδέ αγρευθής σοις οφθαλμοίς, μηδέ συναρπασθής από των αυτής βλεφάρων.
Παρ-6,26 Τιμή γάρ πόρνης όση και ενός άρτου, γυνή δε ανδρών τιμίας ψυχάς αγρεύει
Παρ-6,29 Ούτως ο εισελθών προς γυναίκα ύπανδρον, ούκ αθωωθήσεται, ουδέ πας ο απτόμενος αυτής.
Πραξ. 15,29 ἀπέχεσθαι εἰδωλοθύτων καὶ αἵματος καὶ πνικτοῦ καὶ πορνείας· ἐξ ὧν διατηροῦντες ἑαυτοὺς εὖ πράξετε. ἔῤῥωσθε.
Ρωμ-8,7-8 Τω νόμω του θεού ούχ υποτάσσεται, ουδέ γαρ δύναται. Οι δε εν σαρκί όντες Θεώ αρέσαι ου δύνανται.
Σειρ-9,6 Μη δώς πόρναις την ψυχήν σου, ίνα μη απολέσης την κληρονομίαν σου.
Σειρ-9,8 Απόστρεψον οφθαλμόν από γυναικός ευμόρφου και μη καταμάνθανε κάλλος αλλότριον εν κάλλει γυναικός πολλοί επλανήθησαν και εκ τούτου φιλία ως πύρ ανακαίεται.
Σειρ-19,2 Οίνος και γυναίκες αποστήσουσι συνετούς, και ο κολλώμενος πόρναις τολμηρός έσται.
Σειρ-23,6 Κοιλίας όρεξις και συνουσιασμός μη καταλαβέτωσάν με, και ψυχή αναιδεί μη παραδώς με.
Σειρ-23,17 Ψυχή θερμή ως πύρ καιόμενον, ου μη σβεσθή έως άν καταποθή· άνθρωπος πόρνος εν σώματι σαρκός αυτού, ου μή παύσηται έως άν εκκαύση πύρ . ανθρώπω πόρνω πάς άρτος ηδύς, ου μή κοπάση έως άν τελευτήση.
Σειρ-26,9 Πορνεία γυναικός εν μετεωρισμοίς οφθαλμών, και εν της βλεφάροις αυτής γνωσθήσεται.
Σοφ.Σολ.3,16-19 Τέκνα δε μοιχών ατέλεστα έσται, και εκ παρανόμου κοίτης σπέρμα αφανισθήσεται. ἐὰν τε γαρ μακρόβιοι γένωνται, εις ουθέν λογισθήσονται, και άτιμον επ ‘ εσχάτων το γήρας αυτών· ἐὰν τε οξέως τελευτήσωσιν, ουχ έξουσιν ελπίδα, ουδέ εν ημέρα διαγνώσεως παραμύθιον· γενεάς γαρ αδίκου χαλεπά τα τέλη.
Σοφ.Σολ.14,12 Αρχή γάρ πορνείας επίνοια ειδώλων, εύρεσις αυτών φθορά ζωής.
Ωσηε-5,4 Ουκ έδωκαν τά διαβούλια αυτών τού επιστρέψαι πρός τόν Θεόν αυτών, ότι πνεύμα πορνείας εν αυτοίς εστι, τόν δέ Κύριον ούκ επέγνωσαν.
ΠΕΡΙ ΠΡΟΔΟΣΙΑΣ
Ματθ-26,15 Τι Θέλετέ μοι δούναι, και εγώ υμίν παραδώσω αυτόν; Οι δε έστησαν αυτώ τριάκοντα αργύρια.
Ματθ-26,24 Ουαί δε τω ανθρώπω εκείνω δι' ου ο υιός του ανθρώπου παραδίδοται, καλόν ήν αυτώ ει ούκ εγεννήθη ο άνθρωπος εκείνος.
ΠΕΡΙ ΠΡΟΘΥΜΙΑΣ
Β Κορ. 8,11 νυνὶ δὲ καὶ τὸ ποιῆσαι ἐπιτελέσατε, ὅπως καθάπερ ἡ προθυμία τοῦ θέλειν, οὕτω καὶ τὸ ἐπιτελέσαι ἐκ τοῦ ἔχειν.
Β Κορ. 8,12 εἰ γὰρ ἡ προθυμία πρόκειται, καθὸ ἐὰν ἔχῃ τις εὐπρόσδεκτος, οὐ καθὸ οὐκ ἔχει.
Β Κορ. 9,2 οἶδα γὰρ τὴν προθυμίαν ὑμῶν ἣν ὑπὲρ ἡμῶν καυχῶμαι Μακεδόσιν, ὅτι Ἀχαΐα παρεσκεύασται ἀπὸ πέρυσι· καὶ ὁ ἐξ ὑμῶν ζῆλος ἠρέθισε τοὺς πλείονας.
Πραξ. 17,11 οὗτοι δὲ ἦσαν εὐγενέστεροι τῶν ἐν Θεσσαλονίκῃ, οἵτινες ἐδέξαντο τὸν λόγον μετὰ πάσης προθυμίας, τὸ καθ᾿ ἡμέραν ἀνακρίνοντες τὰς γραφὰς εἰ ἔχοι ταῦτα οὕτως.
Ματθ. 26,41 γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.
Ρωμ. 1,15 οὕτω τὸ κατ᾿ ἐμὲ πρόθυμον καὶ ὑμῖν τοῖς ἐν Ῥώμῃ εὐγγελίσασθαι.
Α Πετρ. 5,2 ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ Θεοῦ, ἐπισκοποῦντες μὴ ἀναγκαστῶς, ἀλλ᾿ ἑκουσίως, μηδὲ αἰσχροκερδῶς, ἀλλὰ προθύμως,
ΠΕΡΙ ΠΡΟΝΟΙΑΣ ΘΕΟΥ
Ησ. 49,14-15 Εἶπε δὲ Σιών· εγκατέλιπέ με Κύριος, και ο Κύριος επελάθετό μου. μη επιλήσεται γυνή του παιδίου αυτής του μη ελεήσαι τα έκγονα της κοιλίας αυτής; ει δε και ταύτα επιλάθοιτο γυνή, αλλ ‘ εγώ ουκ επιλήσομαί σου, είπε Κύριος.
Ἰεζ. 34,16 Τὸ απολωλός ζητήσω και το πλανώμενον επιστρέψω και το συντετριμμένον καταδήσω και το εκλείπον ενισχύσω και το ισχυρόν φυλάξω και βοσκήσω αυτά μετά κρίματος.
Σοφ.Σολ. 6,7 Οὐ γὰρ υποστελείται πρόσωπον ο πάντων δεσπότης, ουδέ εντραπήσεται μέγεθος, ότι μικρόν και μέγαν αυτός εποίησεν ομοίως τε προνοεί περί πάντων·
Σοφ.Σολ. 14,3-4 Ἡ δε σή, πάτερ, διακυβερνά πρόνοια, ότι έδωκας και εν θαλάσση οδόν και εν κύμασι τρίβον ασφαλή, δεικνύς ότι δύνασαι εκ παντός σώζειν, ἵνα κἄν ἄνευ τέχνης τις ἐπιβῇ.
ΠΕΡΙ ΠΡΟΣΕΥΧΗΣ
Α Ιωαν-3,21 Εάν η καρδια ημων μη καταγινώσκη ημων παρρησίαν έχομεν προς τον Θεόν και ο εάν αιτώμεν λαμβάνομεν παρ' αυτου.
Α Ιωαν-5,14 Και αύτη εστίν η παρρησία ήν έχομεν προς αυτόν, ότι εάν τι αιτώμεθα κατά το θέλημα αυτού, ακούει ημών.
Α Ιωαν-5,15 Και εάν οίδαμεν ότι ακούει ημών ό αν αιτώμεθα, οίδαμεν ότι έχομεν τα αιτήματα ά ητήκαμεν παρ' αυτού.
Α Θεσ-5,17 Αδιαλείπτως προσεύχεσθε, εν παντί ευχαριστείτε, τούτο γάρ θέλημα Θεού εν Χριστώ Ιησού είς υμάς.
Α Κορ-14,15 Προσεύξομαι τω πνεύματι, προσεύξομαι δε και τω νο'ί' ψαλώ τω πνεύματι, ψαλώ δε και το νο'ί'.
Α Τιμ-2,1-2 Παρακαλώ ούν πρώτον πάντων ποιείσθαι δεήσεις, προσευχάς, εντεύξεις, ευχαριστίας, υπερ πάντων ανθρώπων υπέρ βασιλέων και πάντων των εν υπεροχή όντων, ίνα ήρεμον και ησύχιον βίον διάγωμεν εν πάση ευσεβεία και σεμνότητι.
Α Τιμ-2,8 Βούλομαι ούν προσεύχεσθαι τους άνδρας εν παντί τόπω, επαιρόντας οσίους χείρας χωρίς οργής και διαλογισμού.
Ιακ-4,3 Αιτείτε και ού λαμβάνετε, διοτι κακώς αιτείσθε ινα εν ταις ηδονάς υμων δαπανήσετε.
Ιακ-5,16 Εύχεστε υπέρ αλληλων, όπως ιαθήτε πολύ ισχύει δέησις δικαίου ενεργούμενη
Ιακ-5,13 Κακοπαθεί τις εν υμίν; Προσευχέσθω. Ευθυμεί τις; Ψαλλέτω.
Ιωαν-9,31 Οιδαμεν ότι αμαρτωλων ο Θεός ούκ ακούει αλλ'εάν τις θεοσεβής ή και το θελημα αυτού ποιή τούτου ακούει.
Εφεσ-6,18 Διά πάσης προσευχής και δεήσεως, προσευχόμενοι εν παντί καιρώ εν Πνεύματι, και είς τούτο αγρυπνούντες έν πάση προσκαρτερήσει και δεήσει περί πάντων των αγίων
Κολασ-4,2 Τη προσευχή προσκαρτερείτε, γρηγορούντες εν αυτή εν ευχαριστία
Λουκ-11,1  είπε τις των μαθητών αυτού προς αυτόν . Κύριε δίδαξον ημάς προσεύχεσθαι, καθώς και Ιωάννης εδίδαξε τους μαθητάς αυτού.
Λουκ-18,1 Ελεγε δε και παραβολήν αυτοίς προς το δείν πάντοτε προσεύχεσθαι αυτούς και μη εκκακείν.
Λουκ-21,36 Αγρυπνείτε ούν εν παντί καιρώ δεόμενοι ίνα καταξιωθήτε εκφυγείν πάντα τα μέλλοντα γίνεσθαι και σταθήναι έμπροσθεν του υιού του ανθρώπου.
Μαρκ-11,24 Διά τούτο λέγω υμίν, παντα οσα αν προσευχόμενοι αιτήσετε, πιστεύτε ότι λαμβάνεται και έσται υμίν.
Μαρκ-11,25 Όταν στηκετε προσευχομενοι, αφιετε ει τι εχετε κατά τινος ινα και ο πατηρ ημων εν τοις ουρανοις αφη υμιν τα παραπτωματα ημων
Ματθ-17,21 Τουτο δε το γένος ούκ εκπορεύται εί μη έν προσευχη και νηστεία.
Ματθ-26,41 Γρηγορείτε και προσεύχεσθε, ίνα μη εισέλθετε είς πειρασμόν, το μέν πνεύμα πρόθυμον η δε σάρξ ασθενής.
Ματθ-5,44 προσευχεσθε υπέρ των επηρεαζοντων υμας και διωκοντων υμας.
Ματθ-6,33 Ζητείτε δε πρώτον την βασιλείαν του Θεού και την δικαιοσύνην αυτού και ταύτα πάντα προστεθήσεται υμίν.
Ματθ-6,7 Προσευχομενοι δε μη βαττολογητε ώσπερ οι εθνικοι δοκουσι γαρ ότι εν τη πολυλογια αυτων εισακουσθησονται.
Ματθ-6,8 Οίδε γάρ ο πατήρ υμών ών χρειαν έχετε προ του υμας αιτήσαι αυτόν.
Ματθ-7,7 Αιτείτε και δοθήσετα υμίν, ζητητε και ευρησετε, κρουετε και ανοιγησεται υμιν.
Ματθ-7,8 Πας γαρ ο αιτων λαμβανει και ο ζητων εύρισκει και τω κρούοντι ανοιγήσεται.
Ματθ-7,9 Η τις έστιν εξ ημών άνθρωπος, όν εάν αιτήσει ο υιος αυτού άρτον, μη λίθον επιδώσει αυτώ;
Παρ-15,29 Μακράν απέχει ο Θεός από ασεβών, ευχαίς δε δικαίων επακούει.
Πραξ-10,4 Αι προσευχαί σου και αι ελεημοσύναι σου ανέβησαν είς μνημόσυνον ενώπιον του Θεού.
Πραξ-12,5 Προσευχη δε ην εκτενής γινομενη υπο της εκκλησιας προς τον Θεόν υπέρ αυτού
Σειρ-34,26 Ούτως άνθρωπος νηστεύων επί των αμαρτιών αυτού και πάλιν πορευόμενος και τα αυτά ποιών . της προσευχής αυτού τις εισακούσεται; Και τι οφέλησεν εν τω ταπεινωθήναι αυτόν.
Σειρ-35,17 Προσευχή ταπεινού νεφέλας διήλθε, καί έως συνεγγίση, ου μή παρακληθή· και ου μη αποστή, έως επισκέψηται ο Ύψιστος· και κρινεί δικαίως καί ποιήσει κρίσιν.
Φιλιπ-4,6 Μηδέν μεριμνάτε, αλλ’ ἐν παντί τη προσευχή και τη δεήσει μετά ευχαριστίας τα αιτήματα υμών γνωριζέσθω προς τον Θεόν.
Ψαλμ-33,2 Ευλογήσω τον Κύριον εν παντί καιρώ, δια παντός η αίνεσις αυτού εν τω στοματί μου.
Ψαλμ-33,16 Οφθαλμοί Κυρίου επι δικαίους και ώτα αυτού εις δέησιν αυτών.
Ψαλ-118,164 Επτάκις της ημέρας ήνεσά σε επι τα κρίματα της δικαιοσύνης σου.
ΠΕΡΙ ΠΡΟΣΤΑΣΙΑΣ ΚΑΙ ΑΓΑΘΩΝ ΤΟΥ ΚΥΡΙΟΥ
Παρ-1,33 Ο δε εμού ακούων κατασκηνώσει επ' ελπίδι και ησυχάσει αβόβως από παντός κακού.
Παρ-28,18 Ο πορευόμενος δικαίως βεβοήθηται, ο δε σκολιαίς οδοίς πορευόμενος εμπλακήσεται.
Σειρ-11,14 Αγαθά και κακά, ζωή και θάνατος, πτωχεία και πλούτος παρά Κυρίου εστί.
Σολομ-5,15 Δίκαιοι δέ είς τόν αιώνα ζώσι, καί εν Κυρίω ο μισθός αυτών, καί η φροντίς αυτών παρά Υψίστω.
Ψαλμ. 15,8 Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαντός, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ.
Ψαλμ-33,8 Παρεμβάλει άγγελος Κυρίου κύκλω των φοβουμένων αυτόν και ρύσεται αυτούς.
Ψαλμ-33,10 Φοβηθήτε τον Κύριον πάντες οι άγιοι αυτού, ότι ούκ έστιν υστέρημα τοις φοβουμένοις αυτόν.
Ψαλμ-33,11 Πλούσιοι επτώχευσαν και επείνασαν, οι δε εκζητούντες τον Κύριον ούκ ελαττωθήσονται παντός αγαθού.
Ψαλμ-33,21 Φυλάσσει Κύριος πάντα τα οστά αυτών, εν εξ αυτών ου συντριβήσεται.
Ψαλμ-84,12 Κύριος ου στερήσει τα αγαθά τοις πορευομένοις εν ακακία.
Ψαλμ-90,11 Ότι τοις αγγέλοις αυτού εντελείται περί σού του διαφυλάξαι σε εν πάσαις ταίς οδοίς σου.
Ψαλμ-90,12 Επί χειρών αρούσί σε, μήποτε προσκόψης προς λίθον τον πόδα σου.
Ψαλμ-96,10 Φυλάσσει Κύριος τάς ψυχάς των οσίων αυτού, εκ χειρός αμαρτωλών ρύσεται αυτούς.
Ψαλμ-120,7 Κύριος φυλάξει σε από παντός κακού, φυλάξει την ψυχή σου ο Κύριος.
Ψαλμ-120,8 Κύριος φυλάξει την είσοδόν σου και την έξοδό σου από του νύν και ως του αιώνος.
Ψαλμ-144,20 Φυλάσσει Κύριος πάντας τους αγαπώντας αυτών και πάντας τους αμαρτωλούς εξολοθρεύσει.
Ψαλμ-145,7 Ποιούντα κρίμα τοις αδικουμένοις, δίδοντα τροφήν τοις πεινώσι, Κύριος λύει πεπεδημένους
Ψαλμ-145,8 Κύριος σοφοί τυφλούς, Κύριος ανορθοί κατερραγμένους, Κύριος αγαπά δικαίους
Ψαλμ-145,9 Κύριος φυλάσσει τους προσηλύτους, ορφανόν και χήραν αναλήψεται και οδόν αμαρτωλών αφανιεί.
ΠΕΡΙ ΠΡΟΣΩΠΟΛΗΨΙΑΣ
Α΄ Ἔσδρ. 4,39. «Καὶ οὐκ ἔστι παρ‘ αὐτὴν (τὴν ἀλήθειαν) λαμβάνειν πρόσωπα, οὐδέ διάφορα».
Γαλ.2,6 Ἀπὸ δὲ τῶν δοκούντων είναί τι, οποίοί ποτε ήσαν ουδέν μοι διαφέρει· πρόσωπον Θεός ανθρώπου ου λαμβάνει·
Δευτ.16,19 Οὐκ ἐκκλινούσι κρίσιν, οὐδέ ἐπιγνώσονται πρόσωπον ουδέ λήψονται δώρον· τα γαρ δώρα αποτυφλοί οφθαλμούς σοφών και εξαίρει λόγους δικαίων.
Ἐφεσ. 6,9 Και οι κύριοι τα αυτά ποιείτε προς αυτούς, ανιέντες την απειλήν, ειδότες ότι και υμών αυτών ο Κύριός εστιν εν οὐρανοῖς, καὶ προσωποληψία οὐκ ἐστι παρ' αὐτῷ.
Ησ. 9,14 Και αφείλε Κύριος από Ισραήλ κεφαλήν και ουράν, μέγαν και μικρόν εν μια ημέρα, πρεσβύτην και τους τα πρόσωπα θαυμάζοντας (αύτη η αρχή) και προφήτην διδάσκοντα άνομα (ούτος η ουρά).
Μαλαχ.2,8-9 Ὑμεῖς δὲ ἐξεκλίνατε ἐκ τῆς ὁδοῦ καὶ ἠσθενήσατε πολλοὺς ἐν νόμω... καγὼ δέδωκα ὑμᾶς ἐξουδενουμένους καὶ
ἀπερριμμένους εἰς πάντα τὰ έθνη, ἀνθ’ ὧν ὑμεῖς οὐκ ἐφυλάξασθε τὰς ὁδοὺς μου, ἀλλά ἐλαμβάνετε πρόσωπα ἐν νόμῳ.
Σειρ.4,22 Μὴ λάβῃς πρόσωπον κατὰ τῆς ψυχῆς σου καὶ μὴ ἐντραπῇς εἰς πτῶσίν σου.
Σειρ.4,27 Μὴ υποστρώσης σεαυτόν ανθρώπω μωρω και μη λάβης πρόσωπον δυνάστου.
Σειρ. 35,12-13 Κύριος κριτής εστι, και ουκ έστι παρ’ αυτω δόξα προσώπου. ου λήψεται πρόσωπον επί πτωχού και δέησιν ηδικημένου εισακούσεται·
Σοφ.σολ. 6,7 Οὐ γὰρ ὑποστελείται πρόσωπον ο πάντων δεσπότης, ουδέ εντραπήσεται μέγεθος, ότι μικρόν και μέγαν αυτός εποίησεν ομοίως τε προνοεί περί πάντων·
Ψαλμ. 81,2 Ἔως πότε κρίνετε ἀδικίαν καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε;
ΠΕΡΙ ΠΡΟΦΑΣΕΩΝ
Α Θεσ. 2,5 οὔτε γάρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθημεν, καθὼς οἴδατε, οὔτε ἐν προφάσει πλεονεξίας, Θεὸς μάρτυς,
Ιωάν. 15,22 εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν.
Λουκ. 20,47 οἱ κατεσθίουσι τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσεύχονται· οὗτοι λήψονται περισσότερον κρῖμα.
Παρ. 18,1 Προφάσεις ζητεῖ ἀνὴρ βουλόμενος χωρίζεσθαι ἀπὸ φίλων, ἐν παντὶ δὲ καιρῷ ἐπονείδιστος ἔσται.
Πραξ. 27,30 Τῶν δὲ ναυτῶν ζητούντων φυγεῖν ἐκ τοῦ πλοίου καὶ χαλασάντων τὴν σκάφην εἰς τὴν θάλασσαν, προφάσει ὡς ἐκ πρῴρας μελλόντων ἀγκύρας ἐκτείνειν,
Φιλιπ.1,18 τί γάρ; πλὴν παντὶ τρόπῳ, εἴτε προφάσει εἴτε ἀληθείᾳ, Χριστὸς καταγγέλλεται. καὶ ἐν τούτῳ χαίρω, ἀλλὰ καὶ χαρήσομαι·
Ψαλμ-140,4 Μὴ ἐκκλίνης τὴν καρδία μου εἰς λόγους πονηρίας τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις·
ΠΕΡΙ ΠΡΟΦΗΤΕΙΩΝ ΚΑΙ ΠΡΟΦΗΤΩΝ
Α Κορ. 11,4 πᾶς ἀνὴρ προσευχόμενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων καταισχύνει τὴν κεφαλὴν αὐτοῦ.
Α Κορ. 11,5 πᾶσα δὲ γυνὴ προσευχομένη ἢ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ καταισχύνει τὴν κεφαλὴν ἑαυτῆς· ἓν γάρ ἐστι καὶ τὸ αὐτὸ τῇ ἐξυρημένῃ.
Α Κορ. 13,9 ἐκ μέρους δὲ γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν·
Α Κορ. 14,1 Διώκετε τὴν ἀγάπην· ζηλοῦτε δὲ τὰ πνευματικά, μᾶλλον δὲ ἵνα προφητεύητε.
Α Κορ. 14,3 ὁ δὲ προφητεύων ἀνθρώποις λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν.
Α Κορ. 14,5 θέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλώσσαις, μᾶλλον δὲ ἵνα προφητεύητε· μείζων γὰρ ὁ προφητεύων ἢ ὁ λαλῶν γλώσσαις, ἐκτὸς εἰ μὴ διερμηνεύῃ, ἵνα ἡ ἐκκλησία οἰκοδομὴν λάβῃ.
Α Κορ. 14,24 ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων,
Α Κορ.14,29-30 Προφήται δε δύο ἢ τρείς λαλείτωσαν, και οι άλλοι διακρινέτωσαν· Εάν δε άλλω αποκαλυφθή καθημένω, ο πρώτος σιγάτω.
Α Κορ.14,31-32 Δύνασθε γὰρ καθ᾿ ἕνα πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσι καὶ πάντες παρακαλῶνται· και πνεύματα προφητών προφήταις υποτάσεται .
Α Κορ. 14,39 Ὥστε, ἀδελφοί, ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν γλώσσαις μὴ κωλύετε·
Α Πετρ. 1,10 περὶ ἧς σωτηρίας ἐξεζήτησαν καὶ ἐξηρεύνησαν προφῆται οἱ περὶ τῆς εἰς ὑμᾶς χάριτος προφητεύσαντες,
Αποκ. 11,3 καὶ δώσω τοῖς δυσὶ μάρτυσί μου, καὶ προφητεύσουσιν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα, περιβεβλημένοι σάκκους.
Αποκ. 22,7 Και ιδού έρχομαι ταχύ. Μακάριος ο τηρών τους λόγους της προφητείας του βιβλίου τούτου.
Α Θεσ. 5,19 Το πνεύμα μη σβέννυτε, προφητείας μη εξουθενείτε. Πάντα δε δοκιμάζετε το καλόν κατέχετε . από παντός είδους πονηρού απέχεσθε.
Α Ιωαν. 4,1 Αγαπητοί, μη παντί πνεύματι πιστεύετε, αλλά δοκιμάζετε τα πνεύματα ει εκ του Θεού εστίν, ότι πολλοί ψευδοπροφήται εξεληλυθάσιν είς τον κόσμον.
Β Πετρ.1,20 Τούτο πρώτον γινώσκοντες, ότι πάσα προφητεία γραφής ιδίας επιλύσεως ού γίνεται.
Β Πετρ.1,21 Ου γάρ θελήματι ανθρώπου ηνέχθη ποτέ προφητεία, αλλ' υπό Πνεύματος Αγίου φερόμενοι ελάλησαν άγιοι Θεού άνθρωποι.
Ιου. 1,14 προεφήτευσε δὲ καὶ τούτοις ἕβδομος ἀπὸ Ἀδὰμ Ἐνὼχ λέγων· ἰδοὺ ἦλθε Κύριος ἐν ἁγίαις μυριάσιν αὐτοῦ,
Λουκ-4,24 Εἶπε δέ· ἀμήν λέγω ὐμῖν ὅτι οὐδεῖς προφήτης δεκτός ἐστιν ἐν τῆ πατρίδι αὐτοῦ.
Μαρκ. 7,6 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς ὅτι καλῶς προεφήτευσεν Ἡσαΐας περὶ ὑμῶν τῶν ὑποκριτῶν, ὡς γέγραπται· οὗτος ὁ λαὸς τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ᾿ ἐμοῦ·
Ματθ-10,41 Ο δεχόμενος προφήτην είς όνομα προφήτου μισθόν προφήτου λήψεται, και ο δεχόμενος δίκαιον είς όνομα δικαίου μισθόν δικαίου λήψεται.
Ματθ.1,13 Πάντες γάρ οι προφήται και ο νόμος εώς Ιωάννου προφήτευσαν· και ει θέλετε δέξασθαι, αυτός εστιν Ηλίας ο μέλλων έρχεσθαι.
Ματθ. 7,22 πολλοὶ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· Κύριε Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν;
Ματθ. 11,13 πάντες γὰρ οἱ προφῆται καὶ ὁ νόμος ἕως Ἰωάννου προεφήτευσαν.
Ματθ.13,57. «Οὐκ ἔστι προφήτης ἄτιμος, εἰ μὴ ἐν τῇ πατρίδι αὑτοῦ καὶ ἐν τῇ οἰκίᾳ αὑτοῦ».
Πραξ. 2,17 καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει ὁ Θεός, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται·
Πραξ. 2,18 καί γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου, καὶ προφητεύσουσι.
Πραξ.19,6 καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας ἦλθε τὸ Πνεῦμα τὸ Ἅγιον ἐπ᾿ αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ προεφήτευον.
Πραξ. 21,9 τούτῳ δὲ ἦσαν θυγατέρες παρθένοι τέσσαρες προφητεύουσαι.
ΠΕΡΙ ΠΡΟΦΗΤΕΙΩΝ ΓΙΑ ΤΗΝ ΕΛΕΥΣΗ ΤΟΥ ΧΡΙΣΤΟΥ ΚΑΙ ΤΗΝ ΖΩΗ ΤΟΥ
Γεν. 49,10 Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἐὰν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ, καὶ αὐτὸς προσδοκία ἐθνῶν.
Ζαχ. 9,9       Χαῖρε σφόδρα, θύγατερ Σιών· κήρυσσε, θύγατερ Ἱερουσαλήμ· ἰδοὺ ὁ βασιλεὺς σου ἔρχεταί σοι, δίκαιος καὶ σῴζων αὐτός, πραΰς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον.
Ζαχ. 11,12 καὶ ἐρῶ πρὸς αὐτούς· εἰ καλὸν ἐνώπιον ὑμῶν ἐστι, δότε στήσαντες τὸν μισθόν μου ἢ ἀπείπασθε· καὶ ἔστησαν τὸν μισθόν μου τριάκοντα ἀργυροῦς.
Ησ. 7,13-16 καὶ εἶπεν· ἀκούσατε δή, οἶκος Δαυίδ· μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις; καὶ πῶς Κυρίῳ παρέχετε ἀγῶνα;
διὰ τοῦτο δώσει Κύριος αὐτὸς ὑμῖν σημεῖον· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· βούτυρον καὶ μέλι φάγεται· πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρά, ἐκλέξεται τὸ ἀγαθόν· διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακόν, ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν, καὶ καταλειφθήσεται ἡ γῆ, ἣν σὺ φοβῇ, ἀπὸ προσώπου τῶν δύο βασιλέων.
Ησ. 9,6-7 ὅτι παιδίον ἐγενήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελός, θαυμαστὸς σύμβουλος, Θεὸς ἰσχυρός, ἐξουσιαστής, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος· ἐγὼ γὰρ ἄξω εἰρήνην ἐπὶ τοὺς ἄρχοντας, εἰρήνην καὶ ὑγίειαν αὐτῷ. Μεγάλη ἡ ἀρχὴ αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον ἐπὶ τὸν θρόνον Δαυὶδ καὶ τὴν βασιλείαν αὐτοῦ κατορθῶσαι αὐτὴν καὶ ἀντιλαβέσθαι αὐτῆς ἐν κρίματι καὶ ἐν δικαιοσύνῃ ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα· ὁ ζῆλος Κυρίου σαβαὼθ ποιήσει ταῦτα.
Ησ. 53,1-3 Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη; ἀνηγγείλαμεν ὡς παιδίον ἐναντίον αὐτοῦ, ὡς ῥίζα ἐν γῇ διψώσῃ. οὐκ ἔστιν εἶδος αὐτῷ οὐδὲ δόξα· καὶ εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος· ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον καὶ ἐκλεῖπον παρὰ πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων· ἄνθρωπος ἐν πληγῇ ὢν καὶ εἰδὼς φέρειν μαλακίαν, ὅτι πέστραπται τὸ πρόσωπον αὐτοῦ, ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη.
Ησ. 53,4-5 Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ ὑπὸ Θεοῦ καὶ ἐν κακώσει. Αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν· παιδεία εἰρήνης ἡμῶν ἐπ᾿ αὐτόν. τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν.
Ησ. 53,7-8 καὶ αὐτὸς διὰ τὸ κεκακῶσθαι οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ· ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα. ἐν τῇ ταπεινώσει ἡ κρίσις αὐτοῦ ἤρθη· τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ, ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον.
Ησ. 53,9 καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ· ὅτι ἀνομίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.
Ησ. 53,12 Διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλοὺς καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα, ἀνθ᾿ ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη· καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκε καὶ διὰ τὰς ἁμαρτίας αὐτῶν παρεδόθη.
Ψαλμ. 21,18 Ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου, αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με.
Ψαλμ. 21,19 Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.
Ψαλμ. 33,21 Φυλάσσει Κύριος πάντα τὰ ὀστᾶ αὐτῶν, ἓν ἐξ αὐτῶν οὐ συντριβήσεται.
Ψαλμ. 40,10 Καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ᾿ ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ᾿ ἐμὲ πτερνισμόν. (Ἰούδας)
Ψαλμ. 71,6 Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον καὶ ὡσεὶ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν.
Ψαλμ. 71,11 Καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς, πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ.
ΠΕΡΙ ΠΡΟΦΗΤΕΙΩΝ ΕΣΧΑΤΟΛΟΓΙΚΩΝ ΠΑΛ.ΔΙΑΘΗΚΗΣ
Δαν-7,25 Καὶ λόγους πρὸς τὸν Ὕψιστο λαλήσει καὶ τοὺς ἁγίους Ὑψίστου παλαιώσει καὶ ὑπονοήσει τοῦ ἀλλοιώσαι καιροὺς καὶ νόμον, καὶ δοθήσεται ἐν χειρὶ αὐτοῦ ἕως καιροῦ καὶ καιρῶν καὶ ἥμισυ καιροῦ.
Ησ-5,26 Τοιγαροῦν ἄρει σύσσημον ἐν τοῖς ἔθνεσι τοῖς μακρὰν καὶ συριεῖ αὐτοὺς ἀπ' ἄκρου τῆς γῆς, καὶ ἰδοὺ τάχυ κουφῶς ἔρχονται.
Ησ-5,27 οὐ πεινάσουσιν οὐδὲ κοπιάσουσιν οὐδὲ νυστάξουσιν οὐδὲ κοιμηθήσονται, οὐδὲ λύσουσι τὰς ζώνας αὐτῶν ἀπὸ τῆς ὀσφῦος αὐτῶν, οὐδὲ μὴ ραγώσιν οἱ ἵμαντες τῶν ὑποδημάτων αὐτῶν.
Ησ-40,31 Οἱ δὲ ὑπομένοτες τὸν Θεὸν ἀλλάξουσιν ἰσχύν, πτεροφυή-σουσιν ὡς ἀετοί, δραμοῦνται καὶ οὗ κοπιάσουσι, βαδιοῦνται καὶ οὗ πεινάσουσιν.
Ησ-41,16 Καὶ λικμήσεις, καὶ ἄνεμος λήψεται αὐτούς, καὶ καταιγὶς διασπερεῖ αὐτούς, σὺ δὲ ἐφρανθήση ἐν τοὶς ἁγίοις Ἰσραήλ.
Ησ-41,17 Καὶ ἀγαλλιάσονται οἱ πτωχοὶ καὶ οἱ ἐνδεεῖς. ζητήσουσι γὰρ ὕδωρ, καὶ οὐκ ἔσται, ἡ γλῶσσα αὐτῶν ἀπὸ τῆς δίψης ἐξηράνθη.
Ησ-41,17 ἐγὼ Κύριος ὁ Θεός, ἐγὼ ἐπακούσομαι ὁ Θεὸς Ἰσραήλ, καὶ οὐκ ἐγκαταλείψω αὐτούς.
Ησ-41,18 Ἀλλὰ ἀνοίξω ἐπὶ τῶν ὀρέων ποταμοὺς καὶ ἐν μέσω πεδίων πηγᾶς. Ποιήσω τὴν ἔρημον εἰς ἕλη ὑδάτων καὶ τὴν διψώσαν γῆν ἐν ὑδραγωγοὶς
Ησ-41,19 Θήσω εἰς τὴν ἄνυδρον γῆν κέδρον καὶ πύξον καὶ μυρσίνην καὶ κυπάρισσον καὶ λεύκην,
Ησ-41,20 ἶνα ἴδωσι καὶ γνῶσι καὶ ἐννοηθώσι καὶ ἐπιστώνται ἅμα. Ὅτι χεὶρ Κυρίου ἐποίησε ταῦτα καὶ ὁ ἅγιος του Ἰσραὴλ κατέδειξεν.
Ιερεμ-31,8 Καὶ ἤξει ὄλεθρος ἐπὶ πᾶσαν πόλιν, καὶ πόλις οὐ μὴ σωθῆ, καὶ ἀπολεῖται ὁ αὐλῶν, καὶ ἐξολοθρευθήσεται ἡ πεδινή, καθὼς εἶπε Κύριος.
ΠΕΡΙ ΠΤΩΧΕΙΑΣ ΚΑΙ ΠΤΩΧΩΝ
Α΄Βασ. 2,7-8 Κύριος πτωχίζει και πλουτίζει, ταπεινοί και ανυψοί. ἀνιστά από γης πένητα και από κοπρίας εγείρει πτωχόν καθίσαι
μετά δυναστών λαού και θρόνον δόξης κατακληρονομών αυτοίς.
Β Κορ-6,10 ως λυπούμενοι αεί δε χαίροντες, ως πτωχοί, πολλούς δε πλουτίζοντες, ως μηδεν εχοντες και τα παντα κατεχοντες.
Β Κορ. 8,9 Γινώσκετε γὰρ τὴν χάριν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι δι᾿ ὑμᾶς ἐπτώχευσε πλούσιος ὤν, ἵνα ὑμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσητε.
Ιακ. 2,5 Ἀκούσατε, ἀδελφοί μου ἀγαπητοί. οὐχ ὁ Θεὸς ἐξελέξατο τοὺς πτωχοὺς τοῦ κόσμου πλουσίους ἐν πίστει καὶ κληρονόμους τῆς βασιλείας ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν;
Παρ-13,7 Εισίν οι πλουτίζοντες ευατούς μεδέν έχοντες, καί εισιν οι ταπεινούντες εαυτούς εν πολλώ πλούτω.
Παρ-13,8 Λύτρον ἀνδρὸς ψυχῆς ὁ ἴδιος πλοῦτος, πτωχὸς δὲ οὐχ ὑφίσταται ἀπειλήν.
Παρ. 14,20 Φίλοι μισήσουσι φίλους πτωχούς, φίλοι δὲ πλουσίων πολλοί.
Παρ-14,31 Ο συκοφαντών πένητα παροξύνει τον ποιήσαντα αυτόν, οδέ τιμών αυτόν ελεεί πτωχόν.
Παρ-15,16 Κρείσσον μικρὰ μερίς μετὰ φόβου Κυρίου ἢ θησαυροὶ μεγάλοι μετὰ ἀφοβίας.
Παρ. 19,4 Πλοῦτος προστίθησι φίλους πολλούς, ὁ δὲ πτωχὸς καὶ ἀπὸ τοῦ ὑπάρχοντος φίλου λείπεται.
Παρ-22,2 Πλούσιος και πτωχός συνήντησαν αλλήλοις, αμφότερους δε ο Κύριος εποίησε.
Παρ-22,7 Πλούσιοι πτωχών άρξουσι, και οικέται ιδίοις δεσπόταις δανειούσιν.
Παρ-22,16 Ο συκοφαντών πένητα πολλά ποιεί τα εαυτού . δίδωσι δε πλουσίω επ' ελάσσονι.
Παρ-22,22 Μη αποβιάζου πένητα, πτωχός γάρ έστι, και μη ατιμάσης ασθενή εν πύλαις
Παρ,23,4 Μη παρεκτείνου πένης ών πλουσίω, τη δε σή εννοία απόσχου.
Παρ-23,21 πάς γάρ μέθυσος και πορνοκόπος πτωχεύσει, και ενδύσεται διερρηγμένα και ρακώδη πάς υπνώδης.
Παρ-24,8 Πλούτον δε και πενίαν μη μοι δώς, σύνταξον δε μοι τα δέοντα και τα αυτάρκη
Παρ-28,11 Σοφός παρ' εαυτώ ανήρ πλούσιος, πένης δε νοήμων καταγνώσεται αυτού.
Σειρ.11,21 Μη θαύμαζε εν έργοις αμαρτωλού, πίστευε τω Κυρίω και έμμενε τω πόνω σου· ότι κούφον εν οφθαλμοίς Κυρίου διὰ τάχους εξάπινα πλουτίσαι πένητα.
Σειρ-13,23 Πλούσιος ελάλησε και πάντες εσίγησαν, και τον λόγον αυτού ανύψωσαν έως των νεφελών. Πτωχός ελάλησε και είπαν· τις ούτος; κάν προσκόψει, προσανατρέψουσιν αυτόν.
Σειρ-13,24 Αγαθός ο πλούτος, ώ μη εστιν αμαρτία, και πονηρά η πτωχεία εν στόμασιν ασεβούς.
Σειρ-18,25 Μνήσθητι καιρόν λιμού εν καιρώ πλησμονής, πτωχείαν και ένδειαν εν ημέραις πλούτου.
Σειρ. 34,21 Ἄρτος επιδεομένων ζωή πτωχών, ο αποστερών αυτήν άνθρωπος αιμάτων.
Ψαλμ. 9,19 Ὅτι οὐκ εἰς τέλος ἐπιλησθήσεται ὁ πτωχός, ἡ ὑπομονὴ τῶν πενήτων οὐκ ἀπολεῖται εἰς τέλος.
Ψαλμ. 9,33 Ανάστηθι, Κύριε ο Θεός, υψωθήτω η χείρ σου, μη επιλάθη των πενήτων σου είς τέλος.
Ψαλμ. 9,38 Τὴν ἐπιθυμίαν των πενήτων εισήκουσε Κύριος, την ετοιμασίαν της καρδίας αυτών προσέσχε το ους σου
Ψαλμ. 33,7 Ούτος ο πτωχός εκέκραξε, και ο Κύριος εισήκουσεν αυτού και εκ πασών των θλίψεων αυτού έσωσεν αυτόν.
Ψαλμ. 33,11 Πλούσιοι επτώχευσαν και επείνασαν, οι δε εκζητούντες τον Κύριον ούκ ελαττωθήσονται παντός αγαθού.
Ψαλμ. 34,10 Πάντα τά οστά μου ερούσι . Κύριε, τις όμοιός σοι; Ρυόμενος πτωχόν εκ χειρός στερεωτέρων αυτού και πτωχόν και πένητα από των διαρπαζόντων αυτόν.
Ψαλμ. 40,1 Μακάριος ο συνιών επι πτωχόν και πένητα εν ημέρα πονηρά ρύσεται αυτόν ο Κύριος.
Ψαλμ.139,13 Ἔγνων ὅτι ποιήσει Κύριος την κρίσιν των πτωχών και την δίκην των πενήτων.

Δεν υπάρχουν σχόλια: