ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ Φ

ΑΓΙΟΓΡΑΦΙΚΑ ΧΩΡΙΑ ΦΠΕΡΙ ΦΙΛΑΡΓΥΡΙΑΣ
Α Τιμ-6,9 Οι δε βουλόμενοι πλουτείν εμπίπτουσιν είς πειρασμόν και παγίδα και επιθυμίας πολλάς ανοήτους και βλαβεράς, αίτινες βυβίζουσι τους ανθρώπους είς όλεθρον και απώλειαν.
Α Τιμ-6,10 Ρίζα γάρ πάντων των κακών εστιν η φιλαργυρία., ής τινες ορεγόμενοι απεπλανήθησαν από της πίστεως και εαυτούς περιέπειραν οδύναις πολλαίς.
Εκκλ-5,10 Αγαπών αργύριον ου πλησθήσεται αργυρίου . και τις ηγάπησεν εν πλήθει αυτών γένημα; Και γε τούτο ματαιότης.
Εκκλ-5,12 Έστιν αρρώστια, ήν είδον υπό τον ήλιον, πλούτον φυλασσόμενον τώ παρ' αυτού είς κακίαν αυτώ, και απολείται ο πλούτος εκείνος έν περισπασμώ πονηρώ.
Ιακ. 5,3 ὁ χρυσὸς ὑμῶν καὶ ὁ ἄργυρος κατίωται, καὶ ὁ ἰὸς αὐτῶν εἰς μαρτύριον ὑμῖν ἔσται καὶ φάγεται τὰς σάρκας ὑμῶν. ὡς πῦρ ἐθησαυρίσατε ἐν ἐσχάταις ἡμέραις.
Κολασ-3,5 Νεκρώσατε ούν τα μέλη υμών τα επί της γής, πορνείαν, ακαθαρσίαν, πάθος, επιθυμίαν κακήν, και την πλεονεξίαν, ήτις εστίν ειδωλολατρία
Λουκ.12,33-34 Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν καὶ δότε ἐλεημοσύνην. ποιήσατε ἑαυτοῖς βαλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς ὅπου κλέπτης οὐκ ἐγγίζει οὐδὲ σὴς διαφθείρει· ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται.
Λουκ-16,13 Ου δύνασθε Θεώ δουλεύειν και μαμωνά.
Λουκ-18,24 Δυσκόλως οι τα χρήματα έχοντες εισελεύσονται εις την βασιλεία του Θεού.
Ματθ. 6,19-20 Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται διαρύσσουσι καὶ κλέπτουσι· θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται οὐ διορύσσουσιν οὐδὲ κλέπτουσιν·
Ματθ. 6,21 ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ ἔσται καὶ ἡ καρδία ὑμῶν.
Ματθ-16,26 Τι γάρ ωφελείται άνθρωπος εάν τον κόσμον όλον κερδήση την δε ψυχήν αυτού ζημιωθή;
Ματθ-19,21 Ει θέλεις τέλειος είναι, ύπαγε πώλησόν σου τα υπάρχοντα και δός πτωχοίς και εξείς θησαυρόν εν ουρανώ και δεύρο ακολούθει μοι.
Ματθ-19,24 Ευκοπώτερόν εστί κάμηλον διά τρυπήματος ραφίδος διελθείν ή πλούσιον είς την βασιλεία του Θεού εισέλθειν.
Σειρ. 14,4 Ὁ συνάγων ἀπὸ τῆς ψυχῆς αὐτοῦ συνάγει ἄλλοις, καὶ ἐν τοῖς ἀγαθοῖς αὐτοῦ τρυφήσουσιν ἕτεροι.
Σειρ-31,6 Πολλοί εδόθησαν είς πτώμα χάριν χρυσίου, και εγενήθη απώλεια αυτών κατά πρόσωπον αυτών.
Σειρ-31,8 Μακάριος πλούσιος, ός ευρέθη άμμωμος και ός οπίσω χρυσίου ούκ επορεύθη.
Ψαλμ-30,7 Εμίσησας τους διαφυλάσοντας ματαιότητας διακενής, εγώ δε επι τω Κυρίω ήλπισα.
ΠΕΡΙ ΦΙΛΑΥΤΙΑΣ
Β Τιμ. 3,1-5 Τοῦτο δὲ γίνωσκε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί· ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι, φιλάργυροι, ἀλαζόνες, ὑπερήφανοι, βλάσφημοι, γονεῦσιν ἀπειθεῖς, ἀχάριστοι, ἀνόσιοι, ἄστοργοι, ἄσπονδοι, διάβολοι, ἀκρατεῖς, ἀνήμεροι, ἀφιλάγαθοι, προδόται, προπετεῖς, τετυφωμένοι, φιλήδονοι μᾶλλον ἢ φιλόθεοι, ἔχοντες μόρφωσιν εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι. καὶ τούτους ἀποτρέπου.
Α Κορ. 10,24 μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ τοῦ ἑτέρου ἕκαστος.
Φιλιπ. 2,21 οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ τοῦ Χριστοῦ Ἰησοῦ.
ΠΕΡΙ ΦΙΛΙΑΣ ΦΙΛΩΝ ΚΑΙ ΑΔΕΛΦΩΝ
Γ Ιωάν. 1,15 εἰρήνη σοι. ἀσπάζονταί σε οἱ φίλοι. ἀσπάζου τοὺς φίλους κατ᾿ ὄνομα.
Ἐκκλ. 4,9 Ἀγαθοί οἱ δύο ὑπὲρ τὸν ἕνα, οἷς ἐστιν αὐτοῖς μισθὸς ἀγαθὸς ἐν μόχθω αὐτῶν· ὅτι ἐὰν πέσωσιν, ὁ εἷς ἐγερεῖ τὸν μέτοχον αὐτοῦ, καὶ οὐαὶ αὐτῷ τῷ ἑνί, ὅταν πέση καὶ μὴ ἦ δεύτερος ἐγείραι αὐτόν.
Ιακ. 4,4 μοιχοὶ καὶ μοιχαλίδες! οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ Θεοῦ ἐστιν; ὃς ἂν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ Θεοῦ καθίσταται.
Ιω. 11,3  ἀπέστειλαν οὖν αἱ ἀδελφαὶ πρὸς αὐτὸν λέγουσαι· Κύριε, ἴδε ὃν φιλεῖς ἀσθενεῖ.
Ιω. 11,11 ταῦτα εἶπε, καὶ μετὰ τοῦτο λέγει αὐτοῖς· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται· ἀλλὰ πορεύομαι ἵνα ἐξυπνήσω αὐτόν.
Ιω. 11,36 ἔλεγον οὖν οἱ Ἰουδαῖοι· ἴδε πῶς ἐφίλει αὐτόν·
Ιω. 15,13 μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ.
Ιω. 15,14-15 ὑμεῖς φίλοι μού ἐστε, ἐὰν ποιῆτε ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν. οὐκέτι ὑμᾶς λέγω δούλους, ὅτι ὁ δοῦλος οὐκ οἶδε τί ποιεῖ αὐτοῦ ὁ κύριος· ὑμᾶς δὲ εἴρηκα φίλους, ὅτι πάντα ἃ ἤκουσα παρὰ τοῦ πατρός μου ἐγνώρισα ὑμῖν.
Ιω. 19,12 ἐκ τούτου ἐζήτει ὁ Πιλᾶτος ἀπολῦσαι αὐτόν· οἱ δὲ Ἰουδαῖοι ἔκραζον λέγοντες· ἐὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος. πᾶς ὁ βασιλέα ἑαυτὸν ποιῶν ἀντιλέγει τῷ Καίσαρι.
Ιω. 21,17 λέγει αὐτῷ τὸ τρίτον· Σίμων Ἰωνᾶ, φιλεῖς με; ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον, φιλεῖς με, καὶ εἶπεν αὐτῷ· Κύριε, σὺ πάντα οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ σε. λέγει αὐτῷ ὁ Ἰησοῦς· βόσκε τὰ πρόβατά μου.
Λουκ. 11,5-6 Καὶ εἶπε πρὸς αὐτούς· τίς ἐξ ὑμῶν ἕξει φίλον, καὶ πορεύσεται πρὸς αὐτὸν μεσονυκτίου καὶ ἐρεῖ αὐτῷ· φίλε, χρῆσόν μοι τρεῖς ἄρτους, ἐπειδὴ φίλος μου παρεγένετο ἐξ ὁδοῦ πρός με καὶ οὐκ ἔχω ὃ παραθήσω αὐτῷ·
Λουκ. 11,8 λέγω ὑμῖν, εἰ καὶ οὐ δώσει αὐτῷ ἀναστὰς διὰ τὸ εἶναι αὐτοῦ φίλον, διά γε τὴν ἀναίδειαν αὐτοῦ ἐγερθεὶς δώσει αὐτῷ ὅσων χρῄζει.
Λουκ. 14,12 Ἔλεγε δὲ καὶ τῷ κεκληκότι αὐτόν· ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον, μὴ φώνει τοὺς φίλους σου μηδὲ τοὺς ἀδελφούς σου μηδὲ τοὺς συγγενεῖς σου μηδὲ γείτονας πλουσίους, μήποτε καὶ αὐτοί σε ἀντικαλέσωσι, καὶ γενήσεταί σοι ἀνταπόδομα.
Λουκ. 16,9 κἀγὼ ὑμῖν λέγω· ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἵνα, ὅταν ἐκλίπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς.
Λουκ. 21,16 παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν, καὶ θανατώσουσιν ἐξ ὑμῶν,
Λουκ. 23,12 ἐγένοντο δὲ φίλοι ὅ τε Ἡρῴδης καὶ ὁ Πιλᾶτος ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ᾿ ἀλλήλων· προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς ἑαυτούς.
Παρ-3,29 Μὴ τέκταινε επί σόν φίλον κακά παροικούντα και πεποιθότα επί σοί.
Παρ.14,20 Φίλοι μισήσουσι φίλους πτωχούς, φίλοι δε πλουσίων πολλοί.
Παρ.17,17 Είς πάντα καιρόν φίλος υπαρχέτω σοι, Ἀδελφοὶ ἐν ἀνάγκαις χρήσιμοι ἔστωσαν· τούτου γάρ χάριν γεννώνται.
Παρ.18,19. «Ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος, ὡς πόλις ὀχυρὰ καὶ ὑψηλή. Ἰσχύει δὲ ὥσπερ τεθεμελιωμένον βασίλειον».
Παρ.17,9 Ὃς κρύπτει αδικήματα, ζητεί φιλίαν, ος δε μισεί κρύπτειν, διϊστησι φίλους και οικείους.
Παρ.17,17 Ἐἰς πάντα καιρόν φίλος υπαρχέτω σοι, αδελφοί δε εν ανάγκαις χρήσιμοι έστωσαν· τούτου γαρ χάριν γεννώνται.
Παρ.19,7. «Πᾶς ὁ ἀδελφὸν πτωχὸν μισῶν, φιλίας μακράν ἐστιν».
Παρ. 25,17 Σπάνιον εἴσαγε σὸν πόδα πρὸς σεαυτοῦ φίλον, μήποτε πλησθείς σου μισήσῃ σε.
Παρ. 27,5 Κρείσσους έλεγχοι αποκεκαλυμμένοι κρυπτομένης φιλίας.
Παρ. 27,6 Αξιοπιστότερά εισι τραύματα φίλου ή εκούσια φιλήματα εχθρού.
Παρ. 27,10 Φίλον σόν ή φίλον πατρώον μη εγκαταλίπης, είς δε τον οίκον του αδελφού σου μη εισέλθης ατυχών· κρείσσων φίλος ἐγγύς, ἢ ἀδελφὸς μακρὰν οἰκῶν.
Σειρ-6,5 Λάρυγξ γλυκύς πληθυνεί φίλους αυτού, και γλώσσα εύλαλος πληθυνεί ευπροσήγορα.
Σειρ-6,7 Εί κτάσαι φίλον, εν πειρασμό κτήσαι αυτόν, και μη ταχύ εμπιστεύσεις αυτώ
Σειρ-6,8-12 Ἔστι γαρ φίλος εν καιρω αυτού και ου μη παραμείνη εν ημέρα θλίψεώς σου. και έστι φίλος μετατιθέμενος εις έχθραν και μάχην ονειδισμού σου αποκαλύψει. και έστι φίλος κοινωνός τραπεζών και ου μη παραμείνη εν ημέρα θλίψεώς σου. και εν τοις αγαθοῖς σου έσται ως συ, και επί τους οικέτας σου παρρησιάσεται· ἐὰν ταπεινωθής, έσται κατά σου, και από του προσώπου σου κρυβήσεται. 
Σειρ-6,13 Από των εχθρών σου διαχωρίσθητι και από των φίλων σου πρόσεχε.
Σειρ-6,14 Φίλος πιστός σκέπη κραταιά, ο δε εύρων αυτόν εύρε θησαυρόν.
Σειρ-6,15 Φίλου πιστού ούκ εστίν αντάλαγμα, και ούκ έστι σταθμός της καλλονής αυτού.
Σειρ-6,16 Φίλος πιστός φάρμακον ζωής, και οι φοβούμενοι Κύριον ευρήσουσιν αυτόν.
Σειρ-6,17 Ο φοβούμενος Κύριον ευθύνει φιλίαν αυτού, ότι κατ' αυτόν ούτως και ο πλησίον αυτού.
Σειρ-7,18 Μη αλλάξης φίλον ένεκεν διαφόρου, μηδ' αδελφόν γνήσιον εν χρυσίω Σουφείρ.
Σειρ-9,10 Μη εγκαταλίπης φίλον αρχαίον, ο γάρ πρόσφατος ούκ έστιν έπισος αυτώ. οίνος νέος φίλος νέος, εάν παλαιωθή, μετ' ευφροσύνης πίεσαι αυτόν.
Σειρ-12,8 Ούκ εκδικηθήσεται εν αγαθοίς ο φίλος και ού κρυβήσεται εν κακοίς ο εχθρός.
Σειρ-12,9 Εν αγαθοίς ανδρός οι εχθροί αυτού εν λύπη, και εν τοις κακοίς αυτού και ο φίλος διαχωρισθήσεται.
Σειρ-14,13 Πρὶν σε τελευτήσαι, εὖ ποίει φίλω καὶ κατὰ τὴν ἰσχύν σου ἔκτεινον καὶ δῷς αὐτῷ.
Σοφ. Σειρ. 22,20 βάλλων λίθον ἐπὶ πετεινὰ ἀποσοβεῖ αὐτά, καὶ ὁ ὀνειδίζων φίλον διαλύσει φιλίαν.
Σοφ. Σειρ. 22,21 ἐπὶ φίλον ἐὰν σπάσῃς ῥομφαίαν, μὴ ἀπελπίσῃς, ἔστι γὰρ ἐπάνοδος·
Σοφ. Σειρ. 22,22 ἐπὶ φίλον ἐὰν ἀνοίξῃς στόμα, μὴ εὐλαβηθῇς, ἔστι γὰρ διαλλαγή· πλὴν ὀνειδισμοῦ καὶ ὑπερηφανίας καὶ μυστηρίου ἀποκαλύψεως καὶ πληγῆς δολίας, ἐν τούτοις ἀποφεύξεται πᾶς φίλος.
Σειρ-25,18 Ρόπαλον και μάχαιρα και τόξευμα ακιδωτόν, ούτως και ανήρ ο καταμαρτυρών του φίλου αυτού μαρτυρίαν ψευδή.
Σειρ-29,10 Ἀπόλεσον ἀργύριον δι’ ἀδελφόν καὶ φίλον, καὶ μὴ ἰωθήτω ὑπὸ τὸν λίθον εἰς ἀπώλειαν.
Σειρ-37,1 Πας φίλος ερεί· Εφιλίασα αυτώ καγω, αλλ'  έστι φίλος μόνον ονόματι φίλος.
Σειρ-37,4 Εταίρος φίλου εν ευφροσύνη ήδεται και εν καιρώ θλίψεως έσται απέναντι.
Σειρ-37,5 Εταίρος φίλω συμπονεί χάριν γαστρός, έναντι πολέμου λήψεται ασπίδα.
Σειρ-37,6 Μη επιλάθη φίλου εν τη ψυχή σου, και μη αμνημονήσης αυτού εν τοις χρήμασί σου.
Σειρ-37,7 Πας σύμβουλος εξαίρει βουλήν, αλλ' έστι συμβουλεύων είς εαυτόν.
Ψαλμ.132,1.«Ἰδοὺ δὴ τὶ καλὸν ἤ τί τερπνόν, ἀλλ’ ἤ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό;».
ΠΕΡΙ ΦΙΛΟΝΙΚΕΙΩΝ
Α Κορ-3,3 Όπου γάρ εν υμίν ζήλος και έρις και διχοστασίαι, ουχί σαρκικοί εστε και κατά ανθρώπων περιπατείτε;
Α Κορ-11,16 Ει δε τις δοκεί φιλόνεικος είναι, ημείς τοιαύτην συνήθειαν ουκ έχομεν, ουδέ αι εκκλησίαι του Θεού.
Β Κορ.11,12 ὃ δὲ ποιώ, και ποιήσω, ίνα εκκόψω την αφορμήν των θελόντων αφορμήν, ίνα εν ω καυχώνται ευρεθώσι καθώς και ημείς.
Β Τιμ-2,14 Ταύτα υπομίμνησκε, διαμαρτυρόμενος ενώπιον του Κυρίου μη λογομαχείν είς ουδέν χρήσιμον, επί καταστροφή των ακουόντων.
Β Τιμ-2,24 Δούλον δε Κυρίου ού δεί μάχεσθαι, αλλ' ήπιον είναι προς πάντας, διδακτικόν, ανεξίκακον
Γαλ. 5,10 Ὁ δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρίμα, ὅστις ἂν ἦ.
Γαλ-5,19 Φανερά δε εστι τα έργα της σαρκός, άτινα εστι μοιχεία, πορνεία, ακαθαρσία, ασέλγεια, ειδωλολατρεία, φαρμακεία, έχθραι, έρεις, ζήλοι, θυμοί, εριθείαι, διχοστασιαί, αιρέσεις, φθόνοι, φόνοι, μέθαι...
Ἰάκ. 3,16 Ὅπου γαρ ζήλος και εριθεία, εκεί ακαταστασία και παν φαύλον πράγμα.
Παρ-10,12 Μίσος ἐγείρει νεῖκος, πάντας δὲ τοὺς μὴ φιλονεικοῦντας καλύπτει φιλία.     
Παρ.15,18 Ἀνὴρ θυμώδης παρασκευάζει μάχας, μακρόθυμος δὲ καὶ τὴν μέλλουσαν καταπραΰνει.
Παρ.15,18α Μακρόθυμος ἀνὴρ κατασβέσει κρίσεις, ὁ δὲ ασεβῆς ἐγείρει μάλλον.
Παρ-17,19 Φιλαμαρτήμων χαίρει μάχαις
Παρ-25,8 Μη πρόσπίπτε είς μάχην ταχέως, ίνα μη μεταμεληθής επ' εσχάτων.
Σειρ-8,1 Μη διαμάχου μετά ανθρώπου δυνάστου, μήποτε εμπέσης είς τας χείρας αυτού.
Σειρ-8,2 Μη έριζε μετά ανθρώπου πλουσίου, μήποτε αντιστήση σου την ολκήν . πολλούς γάρ απώλεσε το χρυσίον και καρδίας βασιλέων εξέκλινε.
Σειρ-8,3 Μη διαμάχου μετά ανθρώπου γλωσσώδους και μη επιστοιβάσης επί το πύρ αυτού ξύλα.
Σειρ-8,16 Μετά θυμώδους μη ποιήσης μάχην και μη διαπορεύου μετ' αυτού την έρημον . ότι ως ουδέν εν οφθαλμοίς αυτού αίμα, και όπου ουκ έστι βοήθεια, καταβάλει σε.
Σοφ. Σειρ. 11,7 πρὶν ἐξετάσῃς, μὴ μέμψῃ· νόησον πρῶτον καὶ τότε ἐπιτίμα.
Σοφ. Σειρ. 11,8 πρὶν ἢ ἀκοῦσαι, μὴ ἀποκρίνου καὶ ἐν μέσῳ λόγων μὴ παρεμβάλλου.
Σοφ. Σειρ. 11,9 περὶ πράγματος, οὗ οὐκ ἔστι σοι χρεία, μὴ ἔριζε καὶ ἐν κρίσει ἁμαρτωλῶν μὴ συνέδρευε.
Σειρ-28,8 Απόσχου από μάχης, και ελαττώσεις αμαρτίας . άνθρωπος γάρ θυμώδης εκκαύσει μάχην
Σειρ. 28,9 καὶ ἀνὴρ ἁμαρτωλὸς ταράξει φίλους καὶ ἀνὰ μέσον εἰρηνευόντων ἐμβάλλει διαβολήν.
Σειρ-28,11 Έρις κατάσπευδομένη εκκαίει πύρ, και μάχη κατασπεύδουσα εκχέει αίμα.
Τίτον-3,3 Ήμεν γάρ ποτε και ημείς ανόητοι, απειθείς, πλανώμενοι, δουλεύοντες επιθυμίαις και ηδοναίς ποικίλαις, εν κακία και φθόνω διάγοντες, στυγητοί, μισούντες αλλήλους.
Τίτον-3,9 Μωράς δε ζητήσεις και γενεαλογίας και έρεις και μάχας νομικάς περιΐστασο εισί γάρ ανωφελείς και μάταιοι.
Ψαλμ. 54,24 Ἄνδρες αιμάτων και δολιότητος ου μη ημισεύσωσι τας ημέρας αυτών, εγώ δε, Κύριε, ελπιώ επί σε.
Ψαλμ. 67,31 Διασκόρπισον ἔθνη τὰ τοὺς πολέμους θέλοντα.
ΠΕΡΙ ΦΙΛΟΞΕΝΙΑΣ ΚΑΙ ΕΠΙΣΚΕΨΕΩΝ
Β Ιωαν-1,10 Ει τις έρχεται προς υμάς και ταύτην την διδαχήν ού φερει μη λανβάνετε αυτόν εις οικίαν και χαίρειν αυτώ μη λέγετε.
Β Πετρ-4,9 Φίλόξενοι εις αλλήλους άνευ γογγυσμών.
Γ΄ Βασ. 18,4 Και έλαβεν Αβδιού εκατόν άνδρας προφήτας και κατέκρυψεν αυτούς κατά πεντήκοντα εν σπηλαίω και διέτρεφεν αυτούς εν άρτω και ύδατι·
Δ΄ Βασ. 9-10 Και είπεν η γυνή προς τον άνδρα αυτής· ιδού δη έγνων ότι άνθρωπος του Θεού άγιος ούτος διαπορεύεται εφ ‘ ημάς δια παντός. Ποιήσωμεν δη αυτω υπερωον τόπον μικρόν και θώμεν αυτω εκεί κλίνην και τράπεζαν και δίφρον και λυχνίαν. και έσται εν τω εισπορεύεσθαι προς ημάς και εκκλινεί εκεί.
Εβρ-13,1-2 Η φιλαδελφία μενέτω, της φιλοξενίας μη επιλανθάνεσθε . διά ταύτης γάρ έλαθόν τίνες ξενίσαντες αγγέλους.
Ἰώβ 31,32 Ἔξω δὲ οὐκ ηὐλίζετο ξένος, η δε θύρα μου παντί ελθόντι ανέωκτο.
Λευτ-19,33 Εάν δε τις προσέλθη υμίν προσήλυτος εν τη γή υμών, ού θλίψετε αυτόν.
Λευτ-19,34 Ως ο αυτόχθων εν υμίν έσται ο προσήλυτος ο προσπορευόμενος προς υμάς, και αγαπήσεις αυτόν ως σεαυτόν, ότι προσήλυτοι εγενήθητε εν γή Αιγύπτω.
Ματθ-10,40 Ο δεχόμενος υμάς εμέ δέχεται, και ο εμέ δεχόμενος δέχεται τον αποστείλαντά με.
Παρ. 25,17 Σπάνιον εἴσαγε σὸν πόδα πρὸς σεαυτοῦ φίλον, μήποτε πλησθείς σου μισήσῃ σε.
Ρωμ-12,13 Ταίς χρείαις των αγίων κοινωνούντες, την φιλοξενίαν διώκοντες.
Σειρ-11,29 Μη πάντα άνθρωπον εισήγαγε είς τον οίκο σου, πολλά γάρ τα ένεδρα του δολίου.
Σειρ-11,34 Ενοίκισον αλλότριον και διαστρέψει σε εν ταραχαίς, και απαλλοτριώσει σε των ιδίων σου.
ΠΕΡΙ ΦΘΟΝΟΥ
Α Πε. 2,1 Ἀποθέμενοι οὖν πᾶσαν κακίαν καὶ πάντα δόλον καὶ ὑποκρίσεις καὶ φθόνους καὶ πάσας καταλαλιάς,
Α Τιμ. 6,4 τετύφωται, μηδὲν ἐπιστάμενος, ἀλλὰ νοσῶν περὶ ζητήσεις καὶ λογομαχίας, ἐξ ὧν γίνεται φθόνος, ἔρις, βλασφημίαι, ὑπόνοιαι πονηραί,
Γαλ-5,26 Μη γιγνωμεθα κενοδοξοι αλληλους προκαλουμενοι αλληλους φθονουντες
Ιακ. 3,16 Όπου γάρ ζήλος και ερίθεια, εκεί ακαταστασίαν και πάν φάυλον πράγμα.
Ιακ. 4,5 ἢ δοκεῖτε ὅτι κενῶς ἡ γραφὴ λέγει, πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα ὃ κατῴκησεν ἐν ἡμῖν;
Μαρκ. 15,10 ἐγίνωσκε γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς.
Ματθ-20,15 Ει ο οφθαλμός σου πονηρός εστίν ότι εγώ αγαθός ειμί;
Παρ-17,5 Ο καταγελών πτωχού παροξύνει τον ποιήσαντα αυτόν, ο δε επιχαίρων απολλυμένω ούκ αθωωθήσεται ο δε ο δε επισπλαγχνιζόμενος ελεηθήσεται.
Παρ-23,6 Μη συνδειπνεί ανδρί βασκάνω, μηδέ επιθύμει των βρωμάτων αυτού
Παρ-27,4 Ανελεήμων θυμός και οξεία οργή, αλλ' ούδένα υφίσταται ζήλος.
Παρ-28,22 Σπεύδει πλουτείν ανήρ βασκάνος, και ουκ οίδεν ότι ελεήμων κρατήσει αυτού.
Παρ-29,5 Ός παρασκευάζεται επί πρόσωπον του εαυτού φίλου δίκτυον, περιβάλει αυτό τοίς εαυτού πόσιν.
Σειρ-14,3 Ἀνδρί μικρολόγω ου καλός ο πλούτος, και ανθρώπω βασκάνω ινατί χρήματα;
Σειρ-14,6-7 Του βασκαίνοντος εαυτόν ούκ έστι πονηρότερος, και τούτο ανταπόδομα της κακίας αυτού, κάν εύ ποιή, εν λήθη ποιεί, και επ' εσχάτων εκφαίνει την κακίαν αυτού.
Σειρ-14,8 Πονηρός ο βασκαίνων οφθαλμώ, αποστρέφων πρόσωπον και υπερορών ψυχάς.
Σειρ-14,10 Οφθαλμός πονηρός φθονερός επ' άρτω και ελλιπής επι της τραπέζης αυτού.
Σειρ-30,24 Ζήλος και θυμός ελαττούσιν ημέρας, και πρό καιρού γήρας άγει μέριμνα.
Σειρ-37,10 Μη βουλεύου μετά του υποβλεπομένου σε και από των ζηλούντων σε κρύψον βουλή.
Σοφ.Σολ. 4,12 Βασκανία γαρ φαυλότητος αμαυροί τα καλά, και ρεμβασμός επιθυμίας μεταλλεύει νουν άκακον.
Σοφ.Σολ. 6,23 Οὐτε μὴν φθόνω τετηκότι συνοδεύσω, ότι ούτος ου κοινωνήσει σοφία.
Τίτον-3,3 Ἦμεν γάρ ποτε καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες, στυγητοί, μισοῦντες ἀλλήλους·
Φιλιπ. 1,15 τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἔριν, τινὲς δὲ καὶ δι᾿ εὐδοκίαν τὸν Χριστὸν κηρύσσουσιν·
ΠΕΡΙ ΦΟΒΟΥ ΘΕΟΥ
Α Πε. 2,17 πάντας τιμήσατε, τὴν ἀδελφότητα ἀγαπᾶτε, τὸν Θεὸν φοβεῖσθε, τὸν βασιλέα τιμᾶτε.
Αποκ. 14,7 λέγων ἐν φωνῇ μεγάλῃ· φοβήθητε τὸν Κύριον καὶ δότε αὐτῷ δόξαν, ὅτι ἦλθεν ὥρα τῆς κρίσεως αὐτοῦ, καὶ προσκυνήσατε τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πηγὰς ὑδάτων.
Αποκ. 15,4 τίς οὐ μὴ φοβηθῇ, Κύριε, καὶ δοξάσῃ τὸ ὄνομά σου; ὅτι μόνος ὅσιος, ὅτι πάντα τὰ ἔθνη ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου, ὅτι τὰ δικαιώματά σου ἐφανερώθησαν.
Αποκ. 19,5 καὶ φωνὴ ἀπὸ τοῦ θρόνου ἐξῆλθε λέγουσα· αἰνεῖτε τὸν Θεὸν ἡμῶν πάντες οἱ δοῦλοι αὐτοῦ καὶ οἱ φοβούμενοι αὐτόν, οἱ μικροὶ καὶ οἱ μεγάλοι.
Β Κορ. 7,1 Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ.
Εξοδ.1,17 Ἐφοβήθησαν δὲ αἱ μαίαι τὸν Θεὸν καὶ οὐκ ἐποίησαν καθότι συνέταξεν αὐταῖς βασιλεύς Αἰγύπτου, καὶ ἐζωογόνουν τὰ ἄρσενα.
Λουκ. 18,2 λέγων· κριτής τις ἦν ἔν τινι πόλει τὸν Θεὸν μὴ φοβούμενος καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος.
Λουκ. 23,40 ἀποκριθεὶς δὲ ὁ ἕτερος ἐπετίμα αὐτῷ λέγων· οὐδὲ φοβῇ σὺ τὸν Θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ;
Παρ.1,7 Αρχή σοφίας φόβος Κυρίου.
Παρ.10,27 Φόβος Κυρίου προστίθησιν ἡμέρας, ἔτη δὲ ἀσεβῶν ὀλιγωθήσεται.
Παρ.11,29 Οχύρωμα οσίου φόβος Κυρίου, συντριβή δε τοις εργαζομένοις κακά.
Παρ.14,2 Ο πορευόμενος ορθώς φοβείται τόν Κύριον, ο δέ σκολιάζων ταίς οδοίς αυτού ατιμασθήσεται.
Παρ. 15,27α «... τῷ δὲ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακῶν».
Παρ.19,23 Φόβος Κυρίου είς ζωήν ανδρί, ο δε άφοβος αυλισθήσεται εν τόποις, ού ούκ επισκοπείται γνώσις.
Παρ. 23,17 Μη ζηλούτω η καρδία σου αμαρτωλούς, αλλά εν φόβω Κυρίου ίσθι όλην την ημέραν.
Ρωμ. 3,18 οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν.
Σειρ.1,11 Φόβος Κυρίου, δόξα καὶ καύχημα καὶ εὐφροσύνη καὶ στέφανος ἀγαλλιάματος.
Σειρ.1,12 Φόβος Κυρίου τέρψει καρδίαν, καὶ δώσει εὐφροσύνην καὶ χαρὰν καὶ μακροημέρευσιν.
Σειρ.1,13 Τῷ φοβουμένῳ τὸν Κύριον εὖ ἔσται ἐπ’ ἐσχάτων, καὶ ἐν ἡμέρα τελευτής αὐτοῦ εὐρήσει χάριν.
Σειρ.1,14 Ἀρχὴ σοφίας, φοβεῖσθε τὸν Κύριον, καὶ μετὰ πιστῶν ἐν μήτρα συνεκτίσθη αὐτοῖς.
Σειρ.1,16 Πλησμονή σοφίας φοβείσθαι τον Κύριον και μεθύσκει αυτούς από των καρπών αυτής·
Σειρ.1,18 Στέφανος σοφίας, φόβος Κυρίου, ἀναθάλλων εἰρήνην καὶ ὐγίειαν ἰάσεως.
Σειρ.1,20 Ρίζα σοφίας, φοβεῖσθαι τὸν Κύριον, καὶ οἱ κλάδοι αὐτῆς μακροημέρευσις.
Σειρ.1,21 Φόβος Κυρίου ἀπωθείται ἁμαρτήματα, παραμένων δὲ ἀποστρέψει ὁργήν.
Σειρ.1,27 Σοφία γὰρ καὶ παιδεία, φόβος Κυρίου. και η ευδοκία αυτού πίστις και πραότης.
Σειρ.1,28 Μὴ ἀπειθήσῃς φόβῳ Κυρίου καὶ μὴ προσέλθῃς αὐτῷ καρδίᾳ δισσῇ».
Σειρ-2,7 Οι φοβούμενοι τόν Κύριον αναμείνατε τό έλεος αυτού καί μή εκκλίνητε, ίνα μή πέσητε.
Σειρ-2,8 Οι φοβούμενοι Κύριον πιστεύσατε αυτώ, καί ου μή πταίση ο μισθός υμών.
Σειρ-2,9 Οι φοβούμενοι Κύριον ελπίσατε είς αγαθά καί είς ευφροσύνην αιώνος καί ελέους.
Σειρ-2,10 Εμβλέψατε είς αρχαίας γενεάς καί ίδετε· τίς ενεπίστευσε Κυρίω καί κατησχύνθη; ή τίς ενέμεινε τώ φόβω αυτού καί εγκατελίφθη; ή τίς επεκαλέσατο αυτόν, καί υπερείδεν αυτόν;
Σειρ-25,10 Ως μέγας ο ευρών σοφίαν· αλλ' ούκ έστιν υπέρ τόν φοβούμενον τόν Κύριον.
Σειρ-25,11 Φόβος Κυρίου υπέρ πάν υπερέβαλεν, ο κρατών αυτού τίνι ομοιωσθήσεται;
Σειρ-25,12 Φόβος Κυρίου ἀρχὴ ἀγαπήσεως αὐτοῦ, πίστις δὲ ἀρχὴ κολλήσεως αὐτοῦ.
Σειρ-33,1 Τω φοβουμένω Κύριον ουκ απαντήσει κακόν, αλλ' εν πειρασμώ και πάλιν εξελείται.
Σειρ-40,27 Φόβος Κυρίου ως παράδεισος ευλογίας, και υπέρ πάσαν δόξαν εκάλυψαν αυτόν.
Ψαλμ. 2,11 Δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ.
Ψαλμ. 2,12 Δράξατε παιδείας, μη ποτέ οργισθή Κύριος και απολείσθε εξ οδού δικαίας.
Ψαλμ. 24,14. Κραταίωμα Κύριος τῶν φοβουμένων αὐτόν καὶ ἡ διαθήκη αὐτοῦ δηλώσει αὐτοῖς.
Ψαλμ. 32,8. Φοβηθήτω τὸν Κύριον πᾶσα ἡ γῆ, ἀπ’ αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἱ κατοικούντες τὴν οἰκουμένην.
Ψαλμ. 32,18 Ἰδοὺ οἱ ὁφθαλμοί Κυρίου επί τους φοβουμένους αυτόν τους ελπίζοντας επί το έλεος αυτού.
Ψαλμ. 33,8 Παρεμβάλει άγγελος Κυρίου κύκλω των φοβουμένων αυτόν και ρύσεται αυτούς.
Ψαλμ. 33,10 Φοβηθήτε τον Κύριον πάντες οι άγιοι αυτού, ότι ούκ έστιν υστέρημα τοις φοβουμένοις αυτόν.
Ψαλμ. 37,2 Κύριε, μη τώ θυμώ σου ελέγξης με, μήδέ τη οργή σου παιδεύσεις με.
Ψαλμ.111,1 Μακάριος ανήρ ο φοβούμενος τον Κύριον, εν ταίς εντολαίς αυτού θελήση σφόδρα.
Ψαλμ.118,120. Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου, ἀπὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην.
Ψαλμ. 127,1 Μακάριοι πάντες οί φοβούμενοι τον Κύριον, οί πορευόμενοι εν ταίς οδοίς αυτού.
ΠΕΡΙ ΦΟΒΟΥ
Α Ιω. 4,18 φόβος οὐκ ἔστιν ἐν τῇ ἀγάπῃ, ἀλλ᾿ ἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον, ὅτι ὁ φόβος κόλασιν ἔχει, ὁ δὲ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ.
Α Πε. 2,18 Οἱ οἰκέται ὑποτασσόμενοι ἐν παντὶ φόβῳ τοῖς δεσπόταις, οὐ μόνον τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσιν, ἀλλὰ καὶ τοῖς σκολιοῖς.
Α Πε. 3,14 ἀλλ᾿ εἰ καὶ πάσχοιτε διὰ δικαιοσύνην, μακάριοι. τὸν δὲ φόβον αὐτῶν μὴ φοβηθῆτε μηδὲ ταραχθῆτε,
Α Τιμ. 5,20 τοὺς ἁμαρτάνοντας ἐνώπιον πάντων ἔλεγχε, ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσι.
Αποκ. 2,10 μηδὲν φοβοῦ ἃ μέλλεις παθεῖν. ἰδοὺ δὴ μέλλει βαλεῖν ὁ διάβολος ἐξ ὑμῶν εἰς φυλακὴν ἵνα πειρασθῆτε, καὶ ἕξετε θλῖψιν ἡμέρας δέκα. γίνου πιστὸς ἄχρι θανάτου, καὶ δώσω σοι τὸν στέφανον τῆς ζωῆς.
Εβρ. 13,6 ὥστε θαῤῥοῦντας ἡμᾶς λέγειν· Κύριος ἐμοὶ βοηθός, καὶ οὐ φοβηθήσομαι· τί ποιήσει μοι ἄνθρωπος;
Εφ. 5,33 πλὴν καὶ ὑμεῖς οἱ καθ᾿ ἕνα ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν, ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα.
Εφ. 6,5 Οἱ δοῦλοι ὑπακούετε τοῖς κυρίοις κατὰ σάρκα μετὰ φόβου καὶ τρόμου ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν ὡς τῷ Χριστῷ,
Λουκ. 8,50 ὁ δὲ Ἰησοῦς ἀκούσας ἀπεκρίθη αὐτῷ λέγων· μὴ φοβοῦ· μόνον πίστευε, καὶ σωθήσεται.
Λουκ. 12,5 ὑποδείξω δὲ ὑμῖν τίνα φοβηθῆτε· φοβήθητε τὸν μετὰ τὸ ἀποκτεῖναι ἔχοντα ἐξουσίαν ἐμβαλεῖν εἰς τὴν γέενναν· ναί, λέγω ὑμῖν, τοῦτον φοβήθητε.
Λουκ. 12,7 ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται. μὴ οὖν φοβεῖσθε· πολλῶν στρουθίων διαφέρετε.
Λουκ. 12,32 Μὴ φοβοῦ τὸ μικρὸν ποίμνιον· ὅτι εὐδόκησεν ὁ πατὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν.
Μαρκ. 6,20 ὁ γὰρ Ἡρῴδης ἐφοβεῖτο τὸν Ἰωάννην, εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον, καὶ συνετήρει αὐτόν, καὶ ἀκούσας αὐτοῦ πολλὰ ἐποίει καὶ ἡδέως αὐτοῦ ἤκουε.
Ματθ. 10,26 μὴ οὖν φοβηθῆτε αὐτούς· οὐδὲν γάρ ἐστι κεκαλυμμένον ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται.
Ματθ. 10,28 καὶ μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ.
Ματθ. 27,54 Ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετ᾿ αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν, ἰδόντες τὸν σεισμὸν καὶ τὰ γενόμενα ἐφοβήθησαν σφόδρα λέγοντες· ἀληθῶς Θεοῦ υἱὸς ἦν οὗτος.
Παρ.1,33 Ο δε εμού ακούων κατασκηνώσει επ' ελπίδι και ησυχάσει αφόβως από παντός κακού.
Παρ.13,13 Ος καταφρονεί πράγματος, καταφρονηθήσεται υπ' αυτού, ο δε φοβούμενος εντολήν, ούτος υγιαίνει.
Ρωμ. 8,15 οὐ γὰρ ἐλάβετε Πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ᾿ ἐλάβετε Πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν· ἀββᾶ ὁ πατήρ.
Ρωμ. 11,20 καλῶς· τῇ ἀπιστίᾳ ἐξεκλάσθησαν, σὺ δὲ τῇ πίστει ἕστηκας. μὴ ὑψηλοφρόνει, ἀλλὰ φοβοῦ·
Ρωμ. 13,3 οἱ γὰρ ἄρχοντες οὐκ εἰσὶ φόβος τῶν ἀγαθῶν ἔργων, ἀλλὰ τῶν κακῶν. θέλεις δὲ μὴ φοβεῖσθαι τὴν ἐξουσίαν; τὸ ἀγαθὸν ποίει, καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς·
Ρωμ. 13,4 Θεοῦ γὰρ διάκονός ἐστι σοι εἰς τὸ ἀγαθόν. ἐὰν δὲ τὸ κακὸν ποιῇς, φοβοῦ· οὐ γὰρ εἰκῆ τὴν μάχαιραν φορεῖ· Θεοῦ γὰρ διάκονός ἐστιν εἰς ὀργήν, ἔκδικος τῷ τὸ κακὸν πράσσοντι.
Ρωμ. 13,7 ἀπόδοτε οὖν πᾶσι τὰς ὀφειλάς, τῷ τὸν φόρον τὸν φόρον, τῷ τὸ τέλος τὸ τέλος, τῷ τὸν φόβον τὸν φόβον, τῷ τὴν τιμὴν τὴν τιμήν.
Σοφ.Σολ.17,11 Οὐθὲν γὰρ ἐστι φόβος εἰ μὴ προδοσία τῶν ἀπὸ λογισμού βοηθημάτων.
Φιλιπ. 2,12 Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσατε, μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον, ἀλλὰ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε·
Ψαλμ. 3,7 Ου φοβηθήσομαι από μυριάδων λαού των κύκλω συνεπιτιθεμένων μοι.
ΠΕΡΙ ΦΟΝΟΥ
Ιακ. 2,11 ὁ γὰρ εἰπὼν μὴ μοιχεύσῃς, εἶπε καὶ μὴ φονεύσῃς· εἰ δὲ οὐ μοιχεύσεις, φονεύσεις δέ, γέγονας παραβάτης νόμου.
Ιακ. 5,6 κατεδικάσατε, ἐφονεύσατε τὸν δίκαιον· οὐκ ἀντιτάσσεται ὑμῖν.
Ματθ. 5,21 Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, οὐ φονεύσεις· ὃς δ᾿ ἂν φονεύσῃ, ἔνοχος ἔσται τῇ κρίσει.
Ματθ. 23,31 ὥστε μαρτυρεῖτε ἑαυτοῖς ὅτι υἱοί ἐστε τῶν φονευσάντων τοὺς προφήτας.
Ματθ-26,52 Πάντες γάρ οι λαβόντες μάχαιραν εν μάχαιρα αποθανούνται.
Παρ-1,18 Αυτοί γάρ οι φόνου μετέχοντες θησαυρίζουσιν ευατοίς κακά, η δε καταστροφή ανδρών παρανόμων κακή.
Παρ-26,27 Ο ορύσσων βόθρον τώ πλησίον εμπεσείται είς αυτόν, ο δε κυλίων λίθον εφ αυτόν κυλίει.
Παρ-28,17 Άνδρα τον εν αιτία φόνου ο εγγυώμενος, φυγάς έσται και ούκ εν ασφαλεία.
Πραξ. 7,52 τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου, οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς γεγένησθε·
Ψαλμ-5,7 Ανδρα αιμάτων και δόλιον βδελύσσεται Κύριος.
ΠΕΡΙ ΦΡΟΝΗΣΗΣ ΚΑΙ ΦΡΟΝΗΜΑΤΟΣ
Α Κορ. 4,6 Ταῦτα δέ, ἀδελφοί, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλὼ δι᾿ ὑμᾶς, ἵνα ἐν ἡμῖν μάθητε τὸ μὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν, ἵνα μὴ εἷς ὑπὲρ τοῦ ἑνὸς φυσιοῦσθε κατὰ τοῦ ἑτέρου.
Β Κορ. 13,11 Λοιπόν, ἀδελφοί, χαίρετε, καταρτίζεσθε, παρακαλεῖσθε, τὸ αὐτὸ φρονεῖτε, εἰρηνεύετε, καὶ ὁ Θεὸς τῆς ἀγάπης καὶ εἰρήνης ἔσται μεθ᾿ ὑμῶν.
Γαλ. 5,10 ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν Κυρίῳ ὅτι οὐδὲν ἄλλο φρονήσετε· ὁ δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρῖμα, ὅστις ἂν ᾖ.
Κολ. 3,2 τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς.
Ματθ. 16,23 ὁ δὲ στραφεὶς εἶπε τῷ Πέτρῳ· ὕπαγε ὀπίσω μου, σατανᾶ· σκάνδαλόν μου εἶ· ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων.
Παρ. 9,6 Ἀπολείπετε ἀφροσύνην, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε, καὶ ζητήσατε φρόνησιν, καὶ κατορθώσατε ἐν γνώσει σύνεσιν.
Παρ. 10,23 Ἐν γέλωτι ἄφρων πράσσει κακά, ἡ δὲ σοφία ἀνδρὶ τίκτει φρόνησιν.
Παρ. 14,29 Μακρόθυμος ἀνὴρ πολὺς ἐν φρονήσει, ὁ δὲ ὀλιγόψυχος ἰσχυρῶς ἄφρων.
Παρ. 19,8 Ὁ κτώμενος φρόνησιν ἀγαπᾷ ἑαυτόν, ὃς δὲ φυλάσσει φρόνησιν, εὑρήσει ἀγαθά.
Πραξ. 28,22 ἀξιοῦμεν δὲ παρὰ σοῦ ἀκοῦσαι ἃ φρονεῖς· περὶ μὲν γὰρ τῆς αἱρέσεως ταύτης γνωστόν ἐστιν ἡμῖν ὅτι πανταχοῦ ἀντιλέγεται.
Ρωμ. 8,5 οἱ γὰρ κατὰ σάρκα ὄντες τὰ τῆς σαρκὸς φρονοῦσιν, οἱ δὲ κατὰ πνεῦμα τὰ τοῦ πνεύματος.
Ρωμ. 8,6 τὸ γὰρ φρόνημα τῆς σαρκὸς θάνατος, τὸ δὲ φρόνημα τοῦ πνεύματος ζωὴ καὶ εἰρήνη· διότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν·
Ρωμ. 8,27 ὁ δὲ ἐρευνῶν τὰς καρδίας οἶδε τί τὸ φρόνημα τοῦ Πνεύματος, ὅτι κατὰ Θεὸν ἐντυγχάνει ὑπὲρ ἁγίων.
Ρωμ. 12,3 Λέγω γὰρ διὰ τῆς χάριτος τῆς δοθείσης μοι παντὶ τῷ ὄντι ἐν ὑμῖν, μὴ ὑπερφρονεῖν παρ᾿ ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισε μέτρον πίστεως.
Ρωμ. 12,16 τὸ αὐτὸ εἰς ἀλλήλους φρονοῦντες. μὴ τὰ ὑψηλὰ φρονοῦντες, ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι. μὴ γίνεσθε φρόνιμοι παρ᾿ ἑαυτοῖς.
Ρωμ. 14,6 ὁ φρονῶν τὴν ἡμέραν Κυρίῳ φρονεῖ, καὶ ὁ μὴ φρονῶν τὴν ἡμέραν Κυρίῳ οὐ φρονεῖ. καὶ ὁ ἐσθίων Κυρίῳ ἐσθίει· εὐχαριστεῖ γὰρ τῷ Θεῷ· καὶ ὁ μὴ ἐσθίων Κυρίῳ οὐκ ἐσθίει, καὶ εὐχαριστεῖ τῷ Θεῷ.
Ρωμ. 15,5 ὁ δὲ Θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις κατὰ Χριστὸν Ἰησοῦν,
Σειρ. 19,24 Κρείττων ἡττώμενος ἐν συνέσει ἔμφοβος ἢ περισσεύων ἐν φρονήσει καὶ παραβαίνων νόμον.
Σειρ. 25,9 Μακάριος ὃς εὗρε φρόνησιν, καὶ ὁ διηγούμενος εἰς ὦτα ἀκουόντων·
Σοφ. Σολ. 8,7 Καὶ εἰ δικαιοσύνην ἀγαπᾷ τις, οἱ πόνοι ταύτης εἰσὶν ἀρεταί· σωφροσύνην γὰρ καὶ φρόνησιν ἐκδιδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις.
Φιλιπ. 1,7 καθώς ἐστι δίκαιον ἐμοὶ τοῦτο φρονεῖν ὑπὲρ πάντων ὑμῶν διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς, ἔν τε τοῖς δεσμοῖς μου καὶ ἐν τῇ ἀπολογίᾳ καὶ βεβαιώσει τοῦ εὐαγγελίου συγκοινωνούς μου τῆς χάριτος πάντας ὑμᾶς ὄντας.
Φιλιπ. 2,2 πληρώσατέ μου τὴν χαράν, ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύμψυχοι, τὸ ἓν φρονοῦντες,
Φιλιπ. 2,5 τοῦτο γὰρ φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ,
Φιλιπ. 3,15 ὅσοι οὖν τέλειοι, τοῦτο φρονῶμεν· καὶ εἴ τι ἑτέρως φρονεῖτε, καὶ τοῦτο ὁ Θεὸς ὑμῖν ἀποκαλύψει.
Φιλιπ. 3,16 πλὴν εἰς ὃ ἐφθάσαμεν, τῷ αὐτῷ στοιχεῖν κανόνι, τὸ αὐτὸ φρονεῖν.
Φιλιπ. 3,19 ὧν τὸ τέλος ἀπώλεια, ὧν ὁ θεὸς ἡ κοιλία καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, οἱ τὰ ἐπίγεια φρονοῦντες!
Φιλιπ. 4,2 Εὐοδίαν παρακαλῶ καὶ Συντύχην παρακαλῶ τὸ αὐτὸ φρονεῖν ἐν Κυρίῳ·
Φιλιπ. 4,10 Ἐχάρην δὲ ἐν Κυρίῳ μεγάλως ὅτι ἤδη ποτὲ ἀνεθάλετε τὸ ὑπὲρ ἐμοῦ φρονεῖν· ἐφ᾿ ᾧ καὶ ἐφρονεῖτε, ἠκαιρεῖσθε δέ.
ΠΕΡΙ ΦΡΟΝΙΜΩΝ & ΣΥΝΕΤΩΝ
Α Κορ. 4,10 ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι.
Α Κορ. 10,15 ὡς φρονίμοις λέγω· κρίνατε ὑμεῖς ὅ φημι.  
Β Κορ. 11,19 ἡδέως γὰρ ἀνέχεσθε τῶν ἀφρόνων φρόνιμοι ὄντες·
Λουκ. 12,42 εἶπε δὲ ὁ Κύριος· τίς ἄρα ἐστὶν ὁ πιστὸς οἰκονόμος καὶ φρόνιμος, ὃν καταστήσει ὁ κύριος ἐπὶ τῆς θεραπείας αὐτοῦ τοῦ διδόναι ἐν καιρῷ τὸ σιτομέτριον;
Λουκ. 16,8 καὶ ἐπῄνεσεν ὁ κύριος τὸν οἰκονόμον τῆς ἀδικίας, ὅτι φρονίμως ἐποίησεν· ὅτι οἱ υἱοὶ τοῦ αἰῶνος τούτου φρονιμότεροι ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς εἰς τὴν γενεὰν τὴν ἑαυτῶν εἰσι.
Ματθ. 7,24 Πᾶς οὖν ὅστις ἀκούει μου τοὺς λόγους τούτους καὶ ποιεῖ αὐτούς, ὁμοιώσω αὐτὸν ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν·
Ματθ. 10,16 ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί.
Ματθ. 24,45 Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος, ὃν κατέστησεν ὁ κύριος αὐτοῦ ἐπὶ τῆς θεραπείας αὐτοῦ τοῦ διδόναι αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ;
Παρ. 3,7 Μὴ ἴσθι φρόνιμος παρὰ σεαυτῷ, φοβοῦ δὲ τὸν Θεὸν καὶ ἔκκλινε ἀπὸ παντὸς κακοῦ·
Παρ. 11,12 Μυκτηρίζει πολίτας ἐνδεὴς φρενῶν, ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἄγει.
Παρ. 14,6 Ζητήσεις σοφίαν παρὰ κακοῖς καὶ οὐχ εὑρήσεις, αἴσθησις δὲ παρὰ φρονίμοις εὐχερής.
Παρ. 14,17 Ὀξύθυμος πράσσει μετὰ ἀβουλίας, ἀνὴρ δὲ φρόνιμος πολλὰ ὑποφέρει.
Παρ. 15,21 Ἀνοήτου τρίβοι ἐνδεεῖς φρενῶν, ἀνὴρ δὲ φρόνιμος κατευθύνων πορεύεται.
Παρ. 15,24 Ὁδοὶ ζωῆς διανοήματα συνετοῦ, ἵνα ἐκκλίνας ἐκ τοῦ ᾅδου σωθῇ.
Παρ. 16,21 Τοὺς σοφοὺς καὶ συνετοὺς φαύλους καλοῦσιν, οἱ δὲ γλυκεῖς ἐν λόγῳ πλείονα ἀκούσονται.
Παρ. 17,10 Συντρίβει ἀπειλὴ καρδίαν φρονίμου, ἄφρων δὲ μαστιγωθεὶς οὐκ αἰσθάνεται.
Παρ. 17,27 Ὃς φείδεται ῥῆμα προέσθαι σκληρόν, ἐπιγνώμων, μακρόθυμος δὲ ἀνὴρ φρόνιμος.
Παρ. 18,14 Θυμὸν ἀνδρὸς πραΰνει θεράπων φρόνιμος, ὀλιγόψυχον δὲ ἄνδρα τίς ὑποίσει;
Παρ. 18,15 Καρδία φρονίμου κτᾶται αἴσθησιν, ὦτα δὲ σοφῶν ζητεῖ ἔννοιαν.
Ρωμ. 11,25 Οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, τὸ μυστήριον τοῦτο, ἵνα μὴ ἦτε παρ᾿ ἑαυτοῖς φρόνιμοι, ὅτι πώρωσις ἀπὸ μέρους τῷ Ἰσραὴλ γέγονεν ἄχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ,
Ρωμ. 12,16 τὸ αὐτὸ εἰς ἀλλήλους φρονοῦντες. μὴ τὰ ὑψηλὰ φρονοῦντες, ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι. μὴ γίνεσθε φρόνιμοι παρ᾿ ἑαυτοῖς.
Σειρ. 3,29 Καρδία συνετοῦ διανοηθήσεται παραβολήν, καὶ οὖς ἀκροατοῦ ἐπιθυμία σοφοῦ.
Σειρ. 6,36 Ἐὰν ἴδῃς συνετόν, ὄρθριζε πρὸς αὐτόν, καὶ βαθμοὺς θυρῶν αὐτοῦ ἐκτριβέτω ὁ πούς σου.
Σειρ. 7,25 Ἔκδου θυγατέρα, καὶ ἔσῃ τετελεκὼς ἔργον μέγα, καὶ ἀνδρὶ συνετῷ δώρησαι αὐτήν.
Σειρ. 9,14-15 Μετὰ σοφῶν συμβουλεύου. καὶ μετὰ συνετῶν ἔστω ὁ διαλογισμός σου καὶ πᾶσα διήγησίς σου ἐν νόμῳ Ὑψίστου.
Σειρ. 16,4 Ἀπὸ γὰρ ἑνὸς συνετοῦ συνοικισθήσεται πόλις, φυλὴ δὲ ἀνόμων ἐρημωθήσεται.
Σειρ. 18,28 πᾶς συνετὸς ἔγνω σοφίαν καὶ τῷ εὑρόντι αὐτὴν δώσει ἐξομολόγησιν.
Σειρ. 18,29 Συνετοὶ ἐν λόγοις καὶ αὐτοὶ ἐσοφίσαντο καὶ ἀνώμβρησαν παροιμίας ἀκριβεῖς.
Σειρ. 20,27 Ὁ σοφὸς ἐν λόγοις προάξει ἑαυτόν, καὶ ἄνθρωπος φρόνιμος ἀρέσει μεγιστᾶσιν.
Σειρ. 21,16 Ἐξήγησις μωροῦ ὡς ἐν ὁδῷ φορτίον, ἐπὶ δὲ χείλους συνετοῦ εὑρεθήσεται χάρις.
Σειρ. 21,17 Στόμα φρονίμου ζητηθήσεται ἐν ἐκκλησίᾳ, καὶ τοὺς λόγους αὐτοῦ διανοηθήσονται ἐν καρδίᾳ.
Σειρ. 22,4 Θυγάτηρ φρονίμη κληρονομήσει ἄνδρα αὐτῆς, καὶ ἡ καταισχύνουσα εἰς λύπην γεννήσαντος·
Σειρ. 25,8 Μακάριος ὁ συνοικῶν γυναικὶ συνετῇ, καὶ ὃς ἐν γλώσσῃ οὐκ ὠλίσθησε, καὶ ὃς οὐκ ἐδούλευσεν ἀναξίῳ αὐτοῦ·
Σειρ. 33,3 Ἄνθρωπος συνετὸς ἐμπιστεύσει νόμῳ, καὶ ὁ νόμος αὐτῷ πιστὸς ὡς ἐρώτημα δήλων.
Σειρ. 38,4 Κύριος ἔκτισεν ἐκ γῆς φάρμακα, καὶ ἀνὴρ φρόνιμος οὐ προσοχθιεῖ αὐτοῖς.
ΠΕΡΙ ΦΩΤΟΣ ΚΑΙ ΦΩΤΙΣΜΕΝΩΝ
Α Θεσ-5,5 Πάντες υμείς υιοί φωτός εστε και υιοί ημέρας. Ουκ εσμέν νυκτός ουδέ σκότους.
Α Ιωαν-1,7 Εάν δε εν τώ φωτί περιπατώμεν, ως αυτός εστιν εν τώ φωτί κοινωνίαν έχομεν μετ' αλλήλων, και το αίμα Ιησού Χριστού του υιού αυτού καθαρίζει ημάς από πάσης αμαρτίας.
Α Ιωαν-2,10 Ο αγαπών τον αδελφόν αυτού εν τώ φωτί μένει, και σκάνδαλον εν αυτώ ουκ έστιν
Αποκ. 21,23 καὶ ἡ πόλις οὐ χρείαν ἔχει τοῦ ἡλίου οὐδὲ τῆς σελήνης ἵνα φαίνωσιν αὐτῇ· ἡ γὰρ δόξα τοῦ Θεοῦ ἐφώτισεν αὐτήν, καὶ ὁ λύχνος αὐτῆς τὸ ἀρνίον.
Αποκ. 22,5 καὶ νὺξ οὐκ ἔσται ἔτι, καὶ οὐ χρεία λύχνου καὶ φωτὸς ἡλίου, ὅτι Κύριος ὁ Θεὸς φωτιεῖ αὐτούς, καὶ βασιλεύσουσιν εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εβρ. 10,32 Ἀναμιμνήσκεσθε δὲ τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων,
Εφεσ-5,8 Ήτε γάρ ποτε σκότος, νύν δε φώς εν Κυρίω . ως τέκνα φωτός περιπατείτε
Εφεσ-5,13 Τα δε πάντα ελεγχόμενα υπό του φωτός φανερούται . πάν γάρ το φανερούμενον φώς εστι.
Ιωάν-1,4 Εν αυτώ ζωή ήν, και η ζωή ήν το φώς των ανθρώπων.
Ιωάν-1,5 Και το φώς εν τη σκοτία φαίνει, και η σκοτία αυτό ου κατέλαβεν.
Ιωάν. 1,9 Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον.
Ιωάν-3,19 Αύτη δε εστιν η κρίσις, ότι το φώς ελήλυθεν είς τον κόσμον, και ηγάπησαν οι άνθρωποι μάλλον το σκότος ή το φώς . ήν γάρ πονηρά αυτών τά έργα.
Ιωαν-3,20 Πάς ο φαύλα πράσσων μισεί το φώς και ουκ έρχεται προς το φώς, ίνα μη ελεχθή τα έργα αυτού.
Ιωαν-3,21 Ο δε ποιών την αλήθειαν έρχεται προς το φώς, ίνα φανερωθή αυτού τα έργα, ότι εν θεώ έστιν ειργασμένα.
Ιωαν-8,12 Πάλιν ούν αυτοίς ο Ιησούς ελάλησε λέγων . εγώ ειμι το φώς του κόσμου . ο ακολουθών εμοί ου μη περιπατήση εν τη σκοτία αλλ' έξει το φώς της ζωής.
Ιωαν-11,9 Απεκρίθη Ιησούς . ουχί δώδεκά εισιν ώραι της ημέρας; Εάν τις περιπατή εν τη ημέρα, ου προσκόπτει, ότι το φώς του κόσμου τούτου βλέπει .
Ιωαν-12,35 Είπεν ούν αυτοίς ο Ιησούς· έτι μικρόν χρόνον το φώς μέθ ημών εστι· περιπατείτε έως το φώς έχετε, ίνα μη σκοτία υμάς καταλάβη· και ο περιπατών εν τη σκοτία ουκ οίδε πού υπάγει.
Ιω.12,36 ἕως τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε. Ταῦτα ἐλάλησεν ὁ Ἰησοῦς, καὶ ἀπελθὼν ἐκρύβη ἀπ᾿ αὐτῶν.
Ιωαν-12,46 Εγώ φώς είς τον κόσμον ελήλυθα, ίνα πάς ο πιστεύων είς εμέ εν τη σκοτία μη μείνη.
Λουκ. 11,34 ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός· ὅταν οὖν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, καὶ ὅλον τὸ σῶμά σου φωτεινόν ἐστιν· ἐπὰν δὲ πονηρὸς ᾖ, καὶ τὸ σῶμά σου σκοτεινόν.
Λουκ. 11,36 εἰ οὖν τὸ σῶμά σου ὅλον φωτεινόν, μὴ ἔχον τι μέρος σκοτεινόν, ἔσται φωτεινὸν ὅλον ὡς ὅταν ὁ λύχνος τῇ ἀστραπῇ φωτίζῃ σε.
Ματθ-4,16 Ο λαός ο καθήμενος εν σκότει είδε φώς μέγα και τοίς καθημένοις εν χώρα και σκιά θανάτου φώς ανέτειλεν αυτοίς.
Ματθ-5,14 Υμείς εστε το φώς του κόσμου. Ου δύναται πόλις κρυβήναι επάνω όρους κειμένη
Ματθ-5,16 Ούτω λαμψάτω το φώς υμών έμπροσθεν των ανθρώπων, όπως ίδωσιν υμών τά καλά έργα και δοξάσουσι τον πατέρα υμών τον εν ουρανοίς.
Ψαλμ. 26,1. Κύριος φωτισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι; Κύριος υπερασπιστής της ζωής μου· από τίνος δειλιάσω;

Δεν υπάρχουν σχόλια: